§15ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, ταύτην τὴν μαρτυρίαν ἐμαρτύρησεν ἁδελφὸς ὁ τούτου πρῶτος Αἴσιος, ὃς νῦν μὲν ἔξαρνός ἐστιν τούτῳ συναγωνιζόμενος, τότε δʼ ἐμαρτύρησεν ταῦτα μετὰ τῶν ἄλλων, οὔτʼ ἐπιορκεῖν οὔτʼ εὐθὺς παραχρῆμα δίκην ὀφλισκάνειν βουλόμενος.
さらに、裁判員諸官よ、この証言を真っ先に証言したのは彼の兄弟であるアイシオスです。 彼は今では彼と共闘してこれを否定していますが、当時は偽誓することも、その場ですぐに裁判に敗れて罰を被ることも望まなかったので、他の者たちとともにこれらを証言したのです。
ὃν οὐκ ἂν δήπου, ψευδῆ μαρτυρίαν εἰ παρεσκευαζόμην, ἐνέγραψʼ ἂν εἰς τοὺς μάρτυρας, ὁρῶν μὲν Ἀφόβῳ χρώμενον μάλιστʼ ἀνθρώπων ἁπάντων, εἰδὼς δὲ συνεροῦντʼ αὐτῷ τὴν δίκην, ἔτι δʼ ἐμαυτοῦ ὄντʼ ἀντίδικον·
もし私が偽りの証言を用意していたとしたら、彼が誰よりもアポボスと親しくしているのを見、また彼のために裁判でともに弁護することを知っており、さらに私自身の敵対者であることを知りながら、彼を証人の中に書き加えることなど決してしなかったでしょう。
οὐ γὰρ ἔχει λόγον τὸν ἑαυτοῦ διάφορον καὶ τούτου ἀδελφὸν μὴ ἀληθινῆς μαρτυρίας ἐγγράψαι μάρτυρα.
なぜなら、自分に敵対し、しかも相手の兄弟である者を、真実でない証言の証人として登録することは、筋が通らないからです。
§16τούτων τοίνυν εἰσὶ μὲν πολλοὶ μάρτυρες, ἔτι δʼ οὐκ ἐλάττω τεκμήρια τῶν μαρτύρων.
さて、これらのことについては多くの証人がいますが、さらに、証拠もまた証人に劣らずあります。
πρῶτον μὲν γάρ, εἴπερ ὡς ἀληθῶς ταῦτα μὴ ἐμαρτύρησεν, οὐκ ἂν νῦν ἔξαρνος ἦν, ἀλλὰ τότʼ εὐθὺς ἐπὶ τοῦ δικαστηρίου τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἡνίκα μᾶλλον ἂν αὐτὸν ἢ νῦν ὠφέλει.
第一に、もし彼が本当にこれらのことを証言していなかったとしたら、今になって否定するのではなく、当時、裁判所で証言が読み上げられたその場で直ちに否定していたはずです、その時の方が今よりも彼の助けになったはずですから。
δεύτερον δʼ οὐκ ἂν ἡσυχίαν ἦγεν, ἀλλὰ δίκην ἄν μοι βλάβης ἔλαχεν, εἰ ψευδομαρτυρίων ὑπόδικον αὐτὸν ἐποίουν κατὰ τἀδελφοῦ οὐ προσῆκον, ἐν ᾗ καὶ περὶ χρημάτων καὶ περὶ ἀτιμίας ἄνθρωποι κινδυνεύουσιν.
第二に、もし私が、彼が関わるべきでもないのにその兄弟に不利な偽証で訴えられるような事態に陥れていたとしたら、彼は黙ってはいなかったでしょうし、金銭だけでなく市民権剥奪の危険にもさらされるような裁判において、私に対して損害賠償の訴訟を起こしていたはずです。
§17ἔτι δὲ τὸ πρᾶγμʼ ἂν ἐξελέγξαι ζητῶν, ἐξῄτησεν ἄν με τὸν παῖδα τὸν γράφοντα τὰς μαρτυρίας, ἵνʼ εἰ μὴ παρεδίδουν, μηδὲν δίκαιον λέγειν ἐδόκουν.
さらに、事の真相を究明しようとするなら、彼は、もし私が引き渡さない場合に私の言うことが正当でないと見なされるようにするために、証言を書き留めた奴隷を私に引き渡すよう要求したはずです。
νῦν δὲ τοσούτου ποιῆσαί τι τούτων ἐδέησεν, ὥστʼ οὐδʼ ἐμοῦ παραδιδόντος, ἐπειδὴ ταῦτʼ ἔξαρνος ἐγένεθʼ οὗτος, παραλαβεῖν ἠθέλησεν, ἀλλʼ ὁμοίως φαίνονται καὶ περὶ τούτων φεύγοντες τὰς βασάνους.
しかし実際には、彼はこれらのことを行うには程遠く、この男がそれらを否定したときに、私が引き渡そうとしたにもかかわらず、受け取ろうとはしませんでした。 むしろ彼らは、これらの件についても同様に拷問を逃れていることが明らかです。
§18καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ἔν τε τοῖς μάρτυσιν μεμαρτυρηκὼς οὐκ ἠρνήθη ταῦτʼ ἐπὶ τοῦ δικαστηρίου τούτῳ παρεστηκὼς τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἐμοῦ τʼ ἐκδιδόντος τὸν παῖδα περὶ ἁπάντων τούτων βασανίζειν αὐτοῖς οὐκ ἠθέλησε παραλαβεῖν, καθʼ ἕκαστον ὑμῖν παρέξομαι τοὺς μάρτυρας.
そして、私がこれらを真実として語っていること、また彼が証人の一人として証言したこと、さらに裁判所でこの男の傍らに立ち、証言が読み上げられたときにそれを否定しなかったこと、そして私がこれらのすべての点について拷問にかけるために奴隷を引き渡そうとしたときに、彼らがそれを受け取ろうとしなかったこと、これらについて個々の証人をあなた方に提示しましょう。
καί μοι κάλει δεῦρʼ αὐτούς.
どうぞ、私に彼らをここに呼んでください。
ΜΑΡΤΥΡΕΣ. §19ὃ τοίνυν, ὦ ἄνδρες δικασταί, πάντων τῶν εἰρημένων οἶμαι μέγιστον ὑμῖν ἐρεῖν σημεῖον τοῦ ταῦτʼ ἀποκρίνασθαι τοῦτον, βούλομαι διελθεῖν.
ΜΑΡΤΥΡΕΣ. そこで裁判員諸官よ、これまで述べられたすべてのことのうちで、この男がこのように答えたことの最も大きな証拠であると私が考えるものを説明したいと思います。
ἐπειδὴ γὰρ ἐξῄτει με τὸν ἄνθρωπον ταῦθʼ ὡμολογηκὼς ἃ μεμαρτύρηται, βουλόμενος καὶ τότʼ αὐτὸν ἐξελέγξαι τεχνάζοντα τί ποιῶ;
彼がその証言された事柄を認めておきながら、私にその人を引き渡すよう要求したとき、私は当時も彼が策を弄しているのを暴こうとして、何をしたでしょうか。
§20προσκαλοῦμαι κατὰ Δήμωνος εἰς μαρτυρίαν, ὄντος αὐτῷ θείου καὶ κοινωνοῦ τῶν ἀδικημάτων, καὶ συγγράψας ταῦτʼ ἐκέλευον μαρτυρεῖν, ἃ νῦν διώκει τῶν ψευδομαρτυρίων.
私は、彼の叔父であり不正行為の共犯者でもあるデーモンを証言のために召喚し、書面に認めた上で、彼が今偽証として起訴しているその内容を証言するよう求めました。
οὗτος δὲ τὸ μὲν πρῶτον ἀπηναισχύντει, τοῦ δὲ διαιτητοῦ κελεύοντος μαρτυρεῖν ἢ ἐξομνύειν ἐμαρτύρησεν πάνυ μόγις.
この男は最初、破廉恥にも拒んでいましたが、仲裁人が証言するか、さもなければ宣誓して拒否するかを命じたため、極めて不承不承ながらも証言したのです。
καίτοι εἴ γʼ ἦν δοῦλος ἅνθρωπος καὶ μὴ προωμολόγητο πρὸς τοῦδʼ ἐλεύθερος εἶναι, τί μαθὼν ἐμαρτύρησεν, ἀλλʼ οὐκ ἐξομόσας ἀπηλλάγη τοῦ πράγματος;
しかし、もしその人が奴隷であり、この男によってあらかじめ自由人であると認められていなかったのであれば、彼はどうして証言などしたのでしょうか。 むしろ宣誓して拒否し、この事態から逃れればよかったのではないでしょうか。
§21ἀλλὰ μὴν καὶ περὶ τούτων ἤθελον παραδοῦναι τὸν παῖδα τὸν γράφοντα τὴν μαρτυρίαν, ὃς τά τε γράμματʼ ἔμελλεν γνώσεσθαι τὰ ἑαυτοῦ καὶ τοῦτον ἐμνημόνευεν ἀκριβῶς μαρτυρήσαντα ταῦτα.
しかしさらに、私はこれらのことについても、その証言を書き留めた奴隷を引き渡そうとしました。 その奴隷は自分自身の書いた文字を識別できたでしょうし、この男が確かにこれを証言したのを正確に覚えていたのです。
καὶ ταῦτʼ ἤθελον οὐχὶ μαρτύρων ἀπορῶν οἳ παρῆσαν (ἦσαν γάρ), ἀλλʼ ἵνα μὴ τούτους αἰτιῷτο τὰ ψευδῆ μαρτυρεῖν, ἀλλὰ τὸ πιστὸν ἐκ τῆς βασάνου τούτοις ὑπάρχοι.
そして私がこのようにしようとしたのは、その場にいた証人に事欠いていたからではなく(実際彼らはいました)、この男が彼らを偽証していると非難することができないようにし、また拷問による信頼性が彼らの証言を裏付けるようにするためでした。
καίτοι πῶς ἄξιόν ἐστι καταγνῶναι τῶν μαρτύρων διὰ τοῦτο, οἳ μόνοι τῶν πώποτʼ ἠγωνισμένων δίκην ἐν ὑμῖν τὸν διώκοντʼ αὐτὸν αὑτοῖς μάρτυρα τούτων ἐπιδεικνύουσιν γεγενημένον;
それにしても、これによって証人たちを有罪とするのがどうして正当でしょうか。 彼らは、あなた方の前でこれまでに裁判を戦った者たちの中で唯一、起訴した相手自身が自分たちのためにこれらのことの証人となったことを示しているのです。
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν πρόκλησιν καὶ τὴν μαρτυρίαν.
さて、私が真実を述べていることを示すために、挑戦状と証言の書面を受け取ってください。
ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑ. §22τηλικαῦτα τοίνυν δίκαια φυγὼν οὗτος, καὶ ἐκ τοσούτων τεκμηρίων ἐπιδεικνύμενος ὅτι συκοφαντεῖ, τοῖς μὲν αὑτοῦ μάρτυσιν ἀξιοῖ πιστεύειν ὑμᾶς, τοὺς δʼ ἐμοὺς διαβάλλει καί φησιν οὐ τἀληθῆ μαρτυρεῖν.
ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑ. このように重大な正当性からこの男が逃げ、これほど多くの証拠によって彼が中傷を行っていることが示されているのに、彼はあなた方に自分の証人たちを信じるよう求める一方で、私の証人たちを誹謗し、真実を証言していないと言っています。
βούλομαι δὴ καὶ ἐκ τῶν εἰκότων περὶ αὐτῶν εἰπεῖν. οἶδʼ οὖν ὅτι πάντες ἂν ὁμολογήσαιτε τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἢ κέρδεσιν διʼ ἀπορίαν ἐπαιρομένους ἢ διʼ ἑταιρίαν ἢ καὶ διʼ ἔχθραν τῶν ἀντιδίκων ἐθέλειν ἄν τι τοιοῦτον ποιῆσαι.
そこで私は、妥当な推測からも彼らについて述べたいと思います。 そもそも、偽りの証言を行う者たちは、困窮のために利得に駆られるか、あるいは派閥のため、あるいは相手方に対する敵意のために、そのような行為を望むものであることを、あなた方全員が認められることでしょう。