§15ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, ταύτην τὴν μαρτυρίαν ἐμαρτύρησεν ἁδελφὸς ὁ τούτου πρῶτος Αἴσιος, ὃς νῦν μὲν ἔξαρνός ἐστιν τούτῳ συναγωνιζόμενος, τότε δʼ ἐμαρτύρησεν ταῦτα μετὰ τῶν ἄλλων, οὔτʼ ἐπιορκεῖν οὔτʼ εὐθὺς παραχρῆμα δίκην ὀφλισκάνειν βουλόμενος.
此外,诸位法官,这份证言首先是由他的兄弟埃西乌斯证明的。 他现在虽然为了与他并肩作战而予以否认,但当时因为既不想违背誓言,也不想当场在诉讼中败诉而受罚,所以与其他证人一起证明了这些事情。
ὃν οὐκ ἂν δήπου, ψευδῆ μαρτυρίαν εἰ παρεσκευαζόμην, ἐνέγραψʼ ἂν εἰς τοὺς μάρτυρας, ὁρῶν μὲν Ἀφόβῳ χρώμενον μάλιστʼ ἀνθρώπων ἁπάντων, εἰδὼς δὲ συνεροῦντʼ αὐτῷ τὴν δίκην, ἔτι δʼ ἐμαυτοῦ ὄντʼ ἀντίδικον·
如果我当时准备的是一份虚假的证言,我又怎么可能把他列入证人名单呢? 因为我明明看到他比任何人都更亲近阿福布斯,知道他会在诉讼中为他辩护,而且知道他还是我自己的诉讼对手。
οὐ γὰρ ἔχει λόγον τὸν ἑαυτοῦ διάφορον καὶ τούτου ἀδελφὸν μὴ ἀληθινῆς μαρτυρίας ἐγγράψαι μάρτυρα.
因为把一个与自己敌对又是对方兄弟的人,登记为不实证言的证人,这在逻辑上是说不通的。
§16τούτων τοίνυν εἰσὶ μὲν πολλοὶ μάρτυρες, ἔτι δʼ οὐκ ἐλάττω τεκμήρια τῶν μαρτύρων.
关于这些事有许多证人,而且还有不亚于证人的证据。
πρῶτον μὲν γάρ, εἴπερ ὡς ἀληθῶς ταῦτα μὴ ἐμαρτύρησεν, οὐκ ἂν νῦν ἔξαρνος ἦν, ἀλλὰ τότʼ εὐθὺς ἐπὶ τοῦ δικαστηρίου τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἡνίκα μᾶλλον ἂν αὐτὸν ἢ νῦν ὠφέλει.
第一,如果他真的没有证明这些,他现在就不会予以否认,而是在当时法庭上宣读证言时当场立即否认,因为那时这对他比现在更有帮助。
δεύτερον δʼ οὐκ ἂν ἡσυχίαν ἦγεν, ἀλλὰ δίκην ἄν μοι βλάβης ἔλαχεν, εἰ ψευδομαρτυρίων ὑπόδικον αὐτὸν ἐποίουν κατὰ τἀδελφοῦ οὐ προσῆκον, ἐν ᾗ καὶ περὶ χρημάτων καὶ περὶ ἀτιμίας ἄνθρωποι κινδυνεύουσιν.
第二,他也不会保持沉默,而是会向我提起损害赔偿诉讼,如果我无理地使他因针对其兄弟的伪证而面临起诉的话——在这种诉讼中,人们不仅要冒财产受损的风险,还要冒丧失公民权的风险。
§17ἔτι δὲ τὸ πρᾶγμʼ ἂν ἐξελέγξαι ζητῶν, ἐξῄτησεν ἄν με τὸν παῖδα τὸν γράφοντα τὰς μαρτυρίας, ἵνʼ εἰ μὴ παρεδίδουν, μηδὲν δίκαιον λέγειν ἐδόκουν.
此外,如果他想揭露事情的真相,他就会向我要求移交那名写下证言的奴隶,以便在我拒不移交时,使我的说辞显得毫无道理。
νῦν δὲ τοσούτου ποιῆσαί τι τούτων ἐδέησεν, ὥστʼ οὐδʼ ἐμοῦ παραδιδόντος, ἐπειδὴ ταῦτʼ ἔξαρνος ἐγένεθʼ οὗτος, παραλαβεῖν ἠθέλησεν, ἀλλʼ ὁμοίως φαίνονται καὶ περὶ τούτων φεύγοντες τὰς βασάνους.
但事实上,他根本没有做这些事,甚至在我于此人否认这些事情而主动提出移交时,他也不愿意接收。 相反,显而易见的是,他们对于这些事情同样在逃避拷问。
§18καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ἔν τε τοῖς μάρτυσιν μεμαρτυρηκὼς οὐκ ἠρνήθη ταῦτʼ ἐπὶ τοῦ δικαστηρίου τούτῳ παρεστηκὼς τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἐμοῦ τʼ ἐκδιδόντος τὸν παῖδα περὶ ἁπάντων τούτων βασανίζειν αὐτοῖς οὐκ ἠθέλησε παραλαβεῖν, καθʼ ἕκαστον ὑμῖν παρέξομαι τοὺς μάρτυρας.
为了证明我所说属实,且他在证人中作证后,在法庭上当宣读证言时站在这个人身旁并未予以否认,以及当我交出奴隶供他们就所有这些事情进行拷问时,他却不愿接收,我将就每一项为你们提供证人。
καί μοι κάλει δεῦρʼ αὐτούς.
请帮我把他们传唤到这里。
ΜΑΡΤΥΡΕΣ.
证人。
§19ὃ τοίνυν, ὦ ἄνδρες δικασταί, πάντων τῶν εἰρημένων οἶμαι μέγιστον ὑμῖν ἐρεῖν σημεῖον τοῦ ταῦτʼ ἀποκρίνασθαι τοῦτον, βούλομαι διελθεῖν.
诸位法官,在所有已陈述的事情中,我想向你们说明我所认为的、证明此人做出这一回答的最大证据。
ἐπειδὴ γὰρ ἐξῄτει με τὸν ἄνθρωπον ταῦθʼ ὡμολογηκὼς ἃ μεμαρτύρηται, βουλόμενος καὶ τότʼ αὐτὸν ἐξελέγξαι τεχνάζοντα τί ποιῶ;
因为当他承认了已作证的那些事情,却向我要求移交那个人时,我为了在当时就揭穿他玩弄诡计,我做了什么呢?
§20προσκαλοῦμαι κατὰ Δήμωνος εἰς μαρτυρίαν, ὄντος αὐτῷ θείου καὶ κοινωνοῦ τῶν ἀδικημάτων, καὶ συγγράψας ταῦτʼ ἐκέλευον μαρτυρεῖν, ἃ νῦν διώκει τῶν ψευδομαρτυρίων.
我传唤戴蒙作证,他是他的叔父,也是他那些恶行的合伙人。 我将这些写下,并要求他为他现在作为伪证起诉的那些事情作证。
οὗτος δὲ τὸ μὲν πρῶτον ἀπηναισχύντει, τοῦ δὲ διαιτητοῦ κελεύοντος μαρτυρεῖν ἢ ἐξομνύειν ἐμαρτύρησεν πάνυ μόγις.
起初他无耻地拒绝,但当仲裁人命令他要么作证、要么宣誓拒绝时,他极其勉强地作证了。
καίτοι εἴ γʼ ἦν δοῦλος ἅνθρωπος καὶ μὴ προωμολόγητο πρὸς τοῦδʼ ἐλεύθερος εἶναι, τί μαθὼν ἐμαρτύρησεν, ἀλλʼ οὐκ ἐξομόσας ἀπηλλάγη τοῦ πράγματος;
然而,如果那个人是奴隶,而且之前并未被此人承认是自由人,他究竟是出于什么原因要作证,而不是通过宣誓拒绝来摆脱这件事呢?
§21ἀλλὰ μὴν καὶ περὶ τούτων ἤθελον παραδοῦναι τὸν παῖδα τὸν γράφοντα τὴν μαρτυρίαν, ὃς τά τε γράμματʼ ἔμελλεν γνώσεσθαι τὰ ἑαυτοῦ καὶ τοῦτον ἐμνημόνευεν ἀκριβῶς μαρτυρήσαντα ταῦτα.
不仅如此,关于这些事,我也愿意交出写下证言的奴隶,他必然能认出自己的字迹,并且准确地记得此人曾作证过这些事。
καὶ ταῦτʼ ἤθελον οὐχὶ μαρτύρων ἀπορῶν οἳ παρῆσαν (ἦσαν γάρ), ἀλλʼ ἵνα μὴ τούτους αἰτιῷτο τὰ ψευδῆ μαρτυρεῖν, ἀλλὰ τὸ πιστὸν ἐκ τῆς βασάνου τούτοις ὑπάρχοι.
我愿意这样做,并不是因为缺少在场的证人(因为他们确实在场),而是为了不让他指责这些人作伪证,而是让拷问带来的可信度来支持他们。
καίτοι πῶς ἄξιόν ἐστι καταγνῶναι τῶν μαρτύρων διὰ τοῦτο, οἳ μόνοι τῶν πώποτʼ ἠγωνισμένων δίκην ἐν ὑμῖν τὸν διώκοντʼ αὐτὸν αὑτοῖς μάρτυρα τούτων ἐπιδεικνύουσιν γεγενημένον;
然而,怎么能因此就判决证人有罪呢? 在你们面前进行过诉讼的所有人中,只有他们证明了起诉者本人已成为他们这些事的证人。
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν πρόκλησιν καὶ τὴν μαρτυρίαν.
不过,为了证明我所言不虚,请拿挑战书和证词。
ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑ.
挑战书。 证词。
§22τηλικαῦτα τοίνυν δίκαια φυγὼν οὗτος, καὶ ἐκ τοσούτων τεκμηρίων ἐπιδεικνύμενος ὅτι συκοφαντεῖ, τοῖς μὲν αὑτοῦ μάρτυσιν ἀξιοῖ πιστεύειν ὑμᾶς, τοὺς δʼ ἐμοὺς διαβάλλει καί φησιν οὐ τἀληθῆ μαρτυρεῖν.
既然此人逃避了如此重大的合理途径,并且被如此多的证据证明他是在进行恶意诉讼,他却要求你们相信他自己的证人,同时诽谤我的证人,说他们没有提供真实的证言。
βούλομαι δὴ καὶ ἐκ τῶν εἰκότων περὶ αὐτῶν εἰπεῖν.
因此,我也希望从常理推测的角度来谈谈他们。
οἶδʼ οὖν ὅτι πάντες ἂν ὁμολογήσαιτε τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἢ κέρδεσιν διʼ ἀπορίαν ἐπαιρομένους ἢ διʼ ἑταιρίαν ἢ καὶ διʼ ἔχθραν τῶν ἀντιδίκων ἐθέλειν ἄν τι τοιοῦτον ποιῆσαι.
我知道,你们大家都会同意,那些作伪证的人,要么是因为贫困而受利益诱惑,要么是因为朋党关系,要么是因为对对手的敌意,才会愿意做出这种事。