- 底本
- Demosthenes. Orationes, Vol. II, Part 2. Rennie, W., editor. Oxford: Clarendon Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg029.humanitext-grc2:15-22
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
アポボスの兄弟であるアイシオスや、叔父のデーモンが過去に本件について証言した事実、およびアポボスらが奴隷の拷問による検証を頑なに拒否した経緯を明かし、相手方の起訴がいかに根拠を欠くものであるかを主張する。
ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, ταύτην τὴν μαρτυρίαν ἐμαρτύρησεν ἁδελφὸς ὁ τούτου πρῶτος Αἴσιος, ὃς νῦν μὲν ἔξαρνός ἐστιν τούτῳ συναγωνιζόμενος, τότε δʼ ἐμαρτύρησεν ταῦτα μετὰ τῶν ἄλλων, οὔτʼ ἐπιορκεῖν οὔτʼ εὐθὺς παραχρῆμα δίκην ὀφλισκάνειν βουλόμενος. ὃν οὐκ ἂν1 δήπου, ψευδῆ μαρτυρίαν εἰ παρεσκευαζόμην, ἐνέγραψʼ ἂν εἰς τοὺς μάρτυρας, ὁρῶν μὲν Ἀφόβῳ χρώμενον μάλιστʼ ἀνθρώπων ἁπάντων, εἰδὼς δὲ συνεροῦντʼ αὐτῷ τὴν δίκην, ἔτι δʼ ἐμαυτοῦ ὄντʼ ἀντίδικον· οὐ γὰρ ἔχει λόγον τὸν ἑαυτοῦ διάφορον καὶ τούτου ἀδελφὸν μὴ ἀληθινῆς μαρτυρίας ἐγγράψαι μάρτυρα.
さらに、裁判員諸官よ、この証言を真っ先に証言したのは彼の兄弟であるアイシオスです。彼は今では彼と共闘してこれを否定していますが、当時は偽誓することも、その場ですぐに裁判に敗れて罰を被ることも望まなかったので、他の者たちとともにこれらを証言したのです。もし私が偽りの証言を用意していたとしたら、彼が誰よりもアポボスと親しくしているのを見、また彼のために裁判でともに弁護することを知っており、さらに私自身の敵対者であることを知りながら、彼を証人の中に書き加えることなど決してしなかったでしょう。なぜなら、自分に敵対し、しかも相手の兄弟である者を、真実でない証言の証人として登録することは、筋が通らないからです。
τούτων τοίνυν εἰσὶ μὲν πολλοὶ μάρτυρες, ἔτι δʼ οὐκ ἐλάττω τεκμήρια τῶν μαρτύρων. πρῶτον μὲν γάρ, εἴπερ ὡς ἀληθῶς ταῦτα μὴ ἐμαρτύρησεν, οὐκ ἂν νῦν ἔξαρνος ἦν, ἀλλὰ τότʼ εὐθὺς2 ἐπὶ τοῦ δικαστηρίου τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἡνίκα μᾶλλον ἂν αὐτὸν ἢ νῦν ὠφέλει. δεύτερον δʼ οὐκ ἂν ἡσυχίαν ἦγεν, ἀλλὰ δίκην ἄν μοι βλάβης ἔλαχεν, εἰ ψευδομαρτυρίων ὑπόδικον αὐτὸν ἐποίουν κατὰ τἀδελφοῦ οὐ προσῆκον, ἐν ᾗ καὶ περὶ χρημάτων καὶ περὶ ἀτιμίας ἄνθρωποι κινδυνεύουσιν.
さて、これらのことについては多くの証人がいますが、さらに、証拠もまた証人に劣らずあります。第一に、もし彼が本当にこれらのことを証言していなかったとしたら、今になって否定するのではなく、当時、裁判所で証言が読み上げられたその場で直ちに否定していたはずです、その時の方が今よりも彼の助けになったはずですから。第二に、もし私が、彼が関わるべきでもないのにその兄弟に不利な偽証で訴えられるような事態に陥れていたとしたら、彼は黙ってはいなかったでしょうし、金銭だけでなく市民権剥奪の危険にもさらされるような裁判において、私に対して損害賠償の訴訟を起こしていたはずです。
ἔτι δὲ τὸ πρᾶγμʼ ἂν ἐξελέγξαι ζητῶν, ἐξῄτησεν ἄν με τὸν παῖδα τὸν γράφοντα τὰς μαρτυρίας, ἵνʼ εἰ μὴ παρεδίδουν, μηδὲν δίκαιον λέγειν ἐδόκουν. νῦν δὲ τοσούτου ποιῆσαί τι τούτων ἐδέησεν,3 ὥστʼ οὐδʼ ἐμοῦ παραδιδόντος, ἐπειδὴ ταῦτʼ ἔξαρνος ἐγένεθʼ οὗτος, παραλαβεῖν ἠθέλησεν, ἀλλʼ ὁμοίως φαίνονται καὶ περὶ τούτων φεύγοντες τὰς βασάνους.
さらに、事の真相を究明しようとするなら、彼は、もし私が引き渡さない場合に私の言うことが正当でないと見なされるようにするために、証言を書き留めた奴隷を私に引き渡すよう要求したはずです。しかし実際には、彼はこれらのことを行うには程遠く、この男がそれらを否定したときに、私が引き渡そうとしたにもかかわらず、受け取ろうとはしませんでした。むしろ彼らは、これらの件についても同様に拷問を逃れていることが明らかです。
καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ἔν τε τοῖς μάρτυσιν μεμαρτυρηκὼς οὐκ ἠρνήθη ταῦτʼ ἐπὶ τοῦ δικαστηρίου τούτῳ παρεστηκὼς τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἐμοῦ τʼ ἐκδιδόντος τὸν παῖδα περὶ ἁπάντων τούτων βασανίζειν αὐτοῖς οὐκ ἠθέλησε παραλαβεῖν, καθʼ ἕκαστον ὑμῖν παρέξομαι τοὺς μάρτυρας. καί μοι κάλει δεῦρʼ αὐτούς. ΜΑΡΤΥΡΕΣ. ὃ τοίνυν, ὦ ἄνδρες δικασταί, πάντων τῶν εἰρημένων οἶμαι μέγιστον ὑμῖν ἐρεῖν σημεῖον τοῦ ταῦτʼ ἀποκρίνασθαι τοῦτον, βούλομαι διελθεῖν. ἐπειδὴ γὰρ ἐξῄτει με τὸν ἄνθρωπον ταῦθʼ ὡμολογηκὼς ἃ μεμαρτύρηται, βουλόμενος καὶ τότʼ αὐτὸν ἐξελέγξαι τεχνάζοντα τί ποιῶ;
そして、私がこれらを真実として語っていること、また彼が証人の一人として証言したこと、さらに裁判所でこの男の傍らに立ち、証言が読み上げられたときにそれを否定しなかったこと、そして私がこれらのすべての点について拷問にかけるために奴隷を引き渡そうとしたときに、彼らがそれを受け取ろうとしなかったこと、これらについて個々の証人をあなた方に提示しましょう。どうぞ、私に彼らをここに呼んでください。 〔証人〕そこで裁判員諸官よ、これまで述べられたすべてのことのうちで、この男がこのように答えたことの最も大きな証拠であると私が考えるものを説明したいと思います。彼がその証言された事柄を認めておきながら、私にその人を引き渡すよう要求したとき、私は当時も彼が策を弄しているのを暴こうとして、何をしたでしょうか。
προσκαλοῦμαι κατὰ Δήμωνος εἰς μαρτυρίαν, ὄντος αὐτῷ θείου καὶ κοινωνοῦ τῶν ἀδικημάτων, καὶ συγγράψας ταῦτʼ ἐκέλευον μαρτυρεῖν, ἃ νῦν διώκει τῶν ψευδομαρτυρίων. οὗτος δὲ τὸ μὲν πρῶτον ἀπηναισχύντει, τοῦ δὲ διαιτητοῦ κελεύοντος μαρτυρεῖν ἢ ἐξομνύειν ἐμαρτύρησεν πάνυ μόγις. καίτοι εἴ γʼ ἦν δοῦλος ἅνθρωπος καὶ μὴ προωμολόγητο πρὸς τοῦδʼ ἐλεύθερος εἶναι, τί μαθὼν4 ἐμαρτύρησεν, ἀλλʼ οὐκ ἐξομόσας ἀπηλλάγη τοῦ πράγματος;
私は、彼の叔父であり不正行為の共犯者でもあるデーモンを証言のために召喚し、書面に認めた上で、彼が今偽証として起訴しているその内容を証言するよう求めました。この男は最初、破廉恥にも拒んでいましたが、仲裁人が証言するか、さもなければ宣誓して拒否するかを命じたため、極めて不承不承ながらも証言したのです。しかし、もしその人が奴隷であり、この男によってあらかじめ自由人であると認められていなかったのであれば、彼はどうして証言などしたのでしょうか。むしろ宣誓して拒否し、この事態から逃れればよかったのではないでしょうか。
ἀλλὰ μὴν καὶ περὶ τούτων ἤθελον παραδοῦναι τὸν παῖδα τὸν γράφοντα τὴν μαρτυρίαν, ὃς τά τε γράμματʼ ἔμελλεν γνώσεσθαι τὰ ἑαυτοῦ καὶ τοῦτον ἐμνημόνευεν ἀκριβῶς μαρτυρήσαντα ταῦτα. καὶ ταῦτʼ ἤθελον οὐχὶ μαρτύρων ἀπορῶν οἳ παρῆσαν (ἦσαν γάρ), ἀλλʼ ἵνα μὴ τούτους αἰτιῷτο τὰ ψευδῆ μαρτυρεῖν, ἀλλὰ τὸ πιστὸν ἐκ τῆς βασάνου τούτοις ὑπάρχοι. καίτοι πῶς ἄξιόν ἐστι καταγνῶναι τῶν μαρτύρων διὰ τοῦτο, οἳ μόνοι τῶν πώποτʼ ἠγωνισμένων δίκην ἐν ὑμῖν τὸν διώκοντʼ αὐτὸν αὑτοῖς μάρτυρα τούτων ἐπιδεικνύουσιν γεγενημένον;5 ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν πρόκλησιν καὶ τὴν μαρτυρίαν. ΠΡΟΚΛΗΣΙΣ. ΜΑΡΤΥΡΙΑ. τηλικαῦτα τοίνυν δίκαια φυγὼν οὗτος, καὶ ἐκ τοσούτων τεκμηρίων ἐπιδεικνύμενος ὅτι συκοφαντεῖ, τοῖς μὲν αὑτοῦ μάρτυσιν ἀξιοῖ πιστεύειν ὑμᾶς, τοὺς δʼ ἐμοὺς διαβάλλει καί φησιν οὐ τἀληθῆ μαρτυρεῖν. βούλομαι δὴ καὶ ἐκ τῶν εἰκότων περὶ αὐτῶν εἰπεῖν. οἶδʼ οὖν ὅτι πάντες ἂν ὁμολογήσαιτε τοὺς τὰ ψευδῆ μαρτυροῦντας ἢ κέρδεσιν διʼ ἀπορίαν ἐπαιρομένους ἢ διʼ ἑταιρίαν ἢ καὶ διʼ ἔχθραν τῶν ἀντιδίκων ἐθέλειν ἄν τι τοιοῦτον ποιῆσαι.
しかしさらに、私はこれらのことについても、その証言を書き留めた奴隷を引き渡そうとしました。その奴隷は自分自身の書いた文字を識別できたでしょうし、この男が確かにこれを証言したのを正確に覚えていたのです。そして私がこのようにしようとしたのは、その場にいた証人に事欠いていたからではなく(実際彼らはいました)、この男が彼らを偽証していると非難することができないようにし、また拷問による信頼性が彼らの証言を裏付けるようにするためでした。それにしても、これによって証人たちを有罪とするのがどうして正当でしょうか。彼らは、あなた方の前でこれまでに裁判を戦った者たちの中で唯一、起訴した相手自身が自分たちのためにこれらのことの証人となったことを示しているのです。さて、私が真実を述べていることを示すために、挑戦状と証言の書面を受け取ってください。 〔挑戦〕〔証言〕このように重大な正当性からこの男が逃げ、これほど多くの証拠によって彼が中傷を行っていることが示されているのに、彼はあなた方に自分の証人たちを信じるよう求める一方で、私の証人たちを誹謗し、真実を証言していないと言っています。そこで私は、妥当な推測からも彼らについて述べたいと思います。そもそも、偽りの証言を行う者たちは、困窮のために利得に駆られるか、あるいは派閥のため、あるいは相手方に対する敵意のために、そのような行為を望むものであることを、あなた方全員が認められることでしょう。
- 15ὃν οὐκ ἂν δήπου... ἐνέγραψʼ ἂν
関係代名詞 ὃν(アイシオスを指す)が文頭に置かれ、直後の条件節(εἰ παρεσκευαζόμην)を挟んで、帰結節の動詞 ἐνέγραψα ἄν の直接目的語となっている(倒置・関係詞の継続用法)。
- 16οὐκ ἂν νῦν ἔξαρνος ἦν, ἀλλὰ τότʼ εὐθὺς
条件節「εἴπερ... μὴ ἐμαρτύρησεν」(過去に対する反実)に対して、帰結節の前半は「οὐκ ἂν νῦν ἔξαρνος ἦν」と現在における反実(直説法未完了+ἄν)を述べ、後半は「ἀλλὰ τότʼ εὐθὺς...」と過去における反実的な帰結(アオリストの動詞の省略)を対比させている、混成反実仮想の構造である。
- 17τοσούτου... ἐδέησεν
非人称動詞 δεῖ(不足する)の過去形(ἐδέησεν)に、不足の程度を示す属格(τοσούτου)と不定詞(ποιῆσαι)が組み合わさった慣用表現。「これらのことを行うことからは程遠かった(決してこれらを行おうとしなかった)」を意味し、後続の結果節(ὥστε)を導く。
- 20τί μαθὼν
疑問代名詞 τί と μανθάνω のアオリスト分詞 μαθών が結合した慣用的な疑問表現。「何を知って」「どういうつもりで」「どうしてあえて」という意味を表す。
- 21οἳ μόνοι... ἐπιδεικνύουσιν γεγενημένον
関係代名詞 οἵ が導く関係節。動詞 ἐπιδεικνύουσιν(示す)は補語として分詞を取るため、分詞 γεγενημένον(なったこと)が置かれ、その意味上の主語として対格の τὸν διώκοντα αὐτόν(起訴者自身が)が置かれている(対格不定詞に類する構造)。
