§9ἀλλʼ ἀνάγκη μεγάλη τὰ καταλειφθέντα, πολλῷ πλείονʼ ὄντα τούτων, πάνθʼ ὑμᾶς ἔχειν ἐστίν, ἃ φανερῶς ὅτι διηρπάκατʼ ἐξελεγχόμενοι τοιαῦτα πλάττεσθαι τολμᾶτε.
しかし、これらよりはるかに多い、遺された財産はすべてあなた方が持っているに違いないのであって、あなた方はそれを公然と略奪したことが暴かれているからこそ、このような作り話をあえてするのです。
καὶ τοτὲ μὲν εἰς ἀλλήλους ἀναφέρετε, πάλιν δʼ εἰληφέναι κατʼ ἀλλήλων μαρτυρεῖτε.
そして、ある時は互いに責任を転嫁し、またある時は互いに受け取ったと証言し合っています。
φάσκοντες δʼ οὐ πολλὰ λαβεῖν μεγάλων ἀναλωμάτων λόγους ἀπενηνόχατε.
そして、多くは受け取っていないと主張しながら、多額の支出の報告書を提出しているのです。
§10πάντες δὲ κοινῇ μʼ ἐπιτροπεύσαντες ἰδίᾳ μετὰ ταῦθʼ ἕκαστος μηχανᾶσθε.
また、あなた方全員が共同で私の後見人を務めたのに、その後は各自が私的な利益のために策略を巡らせています。
καὶ τὴν μὲν διαθήκην ἠφανίκατε, ἐξ ἧς ἦν εἰδέναι περὶ πάντων τὴν ἀλήθειαν, φαίνεσθε δʼ οὐδέποτε ταὐτὰ περὶ ἀλλήλων λέγοντες.
そして、すべてについての真実を知ることができたはずの遺言書を隠滅し、互いについて決して同じことを言わないのが見て取れます。
λαβὲ δὴ τὰς μαρτυρίας καὶ ἀνάγνωθʼ αὐτοῖς πάσας ἐφεξῆς, ἵνα μνησθέντες καὶ τῶν μεμαρτυρημένων καὶ τῶν εἰρημένων ἀκριβέστερον διαγιγνώσκωσι περὶ αὐτῶν.
さあ、証言書を受け取って、それらすべてを順に彼らに読み上げてください。 彼らが、証言されたことと述べられたことの両方を思い出し、これらについてより正確に判断できるように。
ΜΑΡΤΥΡIΑΙ. §11ταῦθʼ οὗτοι πρὸς πεντεκαιδεκαταλάντους οἴκους συνετιμήσανθʼ ὑπὲρ ἐμοῦ·
ΜΑΡΤΥΡIΑΙ. これらを、彼らは私のために15タラントンの財産の規模に合わせて査定したのです。
μνῶν δʼ οὐδʼ ἑβδομήκοντʼ ἀξίαν μοι παραδεδώκασι τὴν οὐσίαν τρεῖς ὄντες.
しかし、3人いる彼らが私に引き渡した財産は、70ミナの価値すらありません。
λέγε τὰς ἐφεξῆς.
次のものを読みなさい。
ΜΑΡΤΥΡΙΑΙ.
ταύτην τὴν προῖκα οἵ τʼ ἐπίτροποι καταμαρτυροῦσιν αὐτὸν λαβεῖν, ἄλλοι τε πρὸς οὓς ἔχειν ὡμολόγησεν.
ΜΑΡΤΥΡΙΑΙ. この持参金について、後見人たち自身が彼が受け取ったと証言しており、彼がそれを持っていると認めた他の人々も同様です。
ταύτην οὔτʼ αὐτὴν οὔτε τὸν σῖτον ἀποδέδωκεν.
彼はこの持参金自体も、その養育費も返還していません。
λαβὲ τὰς ἄλλας καὶ ἀναγίγνωσκε.
他のものを受け取って読みなさい。
ΜΑΡΤΥΡΙΑΙ. §12δύʼ ἔτη τὸ ἐργαστήριον διοικήσας Θηριππίδῃ μὲν ἀποδέδωκε τὴν μίσθωσιν·
ΜΑΡΤΥΡΙΑΙ. 彼は作業場を2年間管理し、テリピデスには賃貸料を支払いました。
ἐμοὶ δέ, δυοῖν ἐτοῖν λαβὼν τὴν πρόσοδον, τριάκοντα μνᾶς, οὔτʼ αὐτὰς οὔτε τὸ ἔργον ἀποδέδωκεν.
しかし私には、2年分の収益である30ミナを受け取りながら、そのお金自体も元手も返還していません。
λάβʼ ἑτέραν καὶ ἀνάγνωθι.
別のものを受け取って読みなさい。
ΜΑΡΤΥΡΙΑ.
ταῦτα τἀνδράποδʼ ὡς αὑτὸν λαβὼν οὗτος, καὶ τἄλλα τὰ μετὰ τούτων ὑποτεθένθʼ ἡμῖν, ἀνάλωμα μὲν εἰς αὐτὰ τοσοῦτο λελόγισται, λῆμμα δʼ ἀπʼ αὐτῶν οὐδʼ ὁτιοῦν, καὶ αὐτοὺς δὲ τοὺς ἀνθρώπους ἠφάνικεν, οἳ δώδεκα μνᾶς ἀτελεῖς ἑκάστου τοῦ ἐνιαυτοῦ προσέφερον.
ΜΑΡΤΥΡΙΑ. この奴隷たちを自分のものとして受け取り、彼らとともに私たちに担保として与えられていた他のものについても、彼はそれらに対してこれほど多額の支出を計上する一方で、それらからの収入は全く計上していません。 そして、毎年(諸税を差し引いても)純利益として12ミナをもたらしていたその奴隷たち自身をも、彼は行方不明にしてしまいました。
λέγʼ ἑτέραν.
別のものを読みなさい。
ΜΑΡΤΥΡΙΑ §13τοῦτον τὸν ἐλέφαντα καὶ τὸν σίδηρον πεπρακὼς οὐδὲ καταλειφθῆναί φησιν, ἀλλὰ καὶ τούτων τὴν τιμὴν ἀποστερεῖ με, μάλιστα τάλαντον.
ΜΑΡΤΥΡΙΑ この象牙と鉄を彼は売却しておきながら、遺されなかったとさえ主張し、これらの代金、ほぼ1タラントンを私から奪っています。
λέγε ταυτασί.
これらを読みなさい。
ΜΑΡΤΥΡΙΑΙ.
ταῦθʼ οὗτος τρία τάλαντα καὶ χιλίας ἔχει χωρὶς τῶν ἄλλων.
ΜΑΡΤΥΡΙΑΙ. 他は別として、彼はこの3タラントン1000ドラクメを持っています。
τοῦ μὲν οὖν ἀρχαίου πέντε τάλανθʼ ἃ εἴληφεν· σὺν δὲ τοῖς ἔργοις, ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, πλέον ἢ δέκα τάλαντʼ ἔχει.
彼が受け取った元本は5タラントンですが、仮に(月)1ドラクマの利率で計算するだけでも、利息を合わせれば彼は10タラントン以上を所有していることになります。
λέγε τὰς ἐφεξῆς.
次のものを読みなさい。
ΜΑΡΤΥΡΙΑΙ. §14ταῦθʼ οὗτοι γραφῆναι μὲν ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατʼ ἀλλήλων μαρτυροῦσιν.
ΜΑΡΤΥΡΙΑΙ. 彼らは、これらが遺言書に記載され、彼ら自身が受け取ったと、互いに対して不利な証言をしています。
οὗτος δὲ καὶ μεταπεμφθῆναι φάσκων ὑπὸ τοῦ πατρός, καὶ ἐλθὼν εἰς τὴν οἰκίαν, εἰσελθεῖν μὲν οὔ φησιν ὡς τὸν μεταπεμψάμενον, οὐδʼ ὁμολογῆσαι περὶ τούτων οὐδέν, Δημοφῶντος δʼ ἀκοῦσαι γραμματεῖον ἀναγιγνώσκοντος καὶ Θηριππίδου λέγοντος ὡς ἐκεῖνος ταῦτα διέθετο, καὶ προεισεληλυθὼς καὶ ἅπαντα διωμολογημένος πρὸς τὸν πατέρα, ὅσαπερ ἐκεῖνος γράψας κατέλιπεν.
一方で彼は、父に呼び出されて家に行ったと主張しながらも、呼び出した父のところへ入ったわけではなく、これらのことについて何も合意しなかったと言い、ただデモポンが書面を読み上げるのを聞き、テリピデスが「彼はそのように遺言した」と言うのを聞いたにすぎないと主張しています。 しかし実際には、彼はあらかじめ中に入り、父が書いて残したすべてのことについて、父と完全に合意していたのです。
§15ὁ γὰρ πατήρ, ὦ ἄνδρες δικασταί, ὡς ᾔσθετο τὴν νόσον οὐκ ἀποφευξόμενος, συγκαλέσας τούτους τρεῖς ὄντας, καὶ συμπαρακαθισάμενος Δήμωνα τὸν ἀδελφόν, τὰ σώμαθʼ ἡμῶν εἰς τὰς χεῖρας ἐνέθηκεν παρακαταθήκην ἐπονομάζων, τὴν μὲν ἀδελφὴν Δημοφῶντι καὶ δύο τάλαντα προῖκα διδοὺς εὐθύς, καὶ γυναῖκʼ αὐτῷ ταύτην ἐγγυῶν, ἐμὲ δὲ πᾶσιν κοινῇ μετὰ τῶν χρημάτων παρακατατιθέμενος, καὶ ἐπισκήπτων μισθῶσαί τε τὸν οἶκον καὶ συνδιασῷσαί μοι τὴν οὐσίαν,
裁判員の方々、私の父は病から逃れられないと悟ったとき、3人である彼らを呼び寄せ、自分の兄弟であるデモンを傍らに座らせて、私たちの身を彼らの手に委ね、それを「寄託」と呼びました。 私の姉妹をデモポンに与え、すぐに2タラントンの持参金を添えて彼女を彼の妻として婚約させ、私については彼ら全員に共同で、財産とともに委ねました。 そして、財産を賃貸し、私の財産を共同で維持保護するよう命じました。
§16διδοὺς ἅμα τε Θηριππίδῃ τὰς ἑβδομήκοντα μνᾶς, καὶ τούτῳ τήν τʼ ἐμὴν μητέρʼ ἐγγυῶν ἐπὶ ταῖς ὀγδοήκοντα μναῖς, κἄμʼ εἰς τὰ τούτου γόνατα τιθείς·
同時に、テリピデスには70ミナを与え、この男には私の母を80ミナの持参金とともに婚約させ、私をこの男の膝の上に置いたのです。
ὧν οὗτος ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος οὐδένα λόγον ἐποιήσατο, κύριος τῶν ἐμῶν γενόμενος ἐπὶ τούτοις, ἀλλὰ τὰ χρήματά με πάντʼ ἀπεστερηκὼς μετὰ τῶν συνεπιτρόπων, ἐλεεῖσθαι νῦν ὑφʼ ὑμῶν ἀξιώσει, μνῶν οὐδʼ ἑβδομήκοντʼ ἄξια τρίτος αὐτὸς ἀποδεδωκώς, εἶτα καὶ τούτοις αὐτοῖς πάλιν ἐπιβεβουλευκώς.
これらすべてについて、あらゆる人間の中で最も不届きなこの男は、これらの条件のもとで私の財産の管理人となったにもかかわらず、全く顧みず、共同後見人たちとともに私からすべての財産を奪いました。 それなのに、彼は3人のうちの1人として、70ミナの価値もない財産を返還しただけで、さらにその返還した財産自体にさえ再び悪だくみを働いておきながら、今になってあなた方に同情されることを要求するつもりなのです。