Humanitext Reader

狄摩西尼 · 控诉阿波布斯二 §9-16

监护人掠夺财产的证据与父亲临终托付

第 2 段,共 3 段 · 希腊语

内容简介

德摩斯梯尼通过证词证实了监护人们掠夺遗产的事实,并叙述了父亲临终前将家人和财产庄严托付给他们的经过,以此强烈谴责他们的背叛行为。

§9ἀλλʼ ἀνάγκη μεγάλη τὰ καταλειφθέντα, πολλῷ πλείονʼ ὄντα τούτων, πάνθʼ ὑμᾶς ἔχειν ἐστίν, ἃ φανερῶς ὅτι διηρπάκατʼ ἐξελεγχόμενοι τοιαῦτα πλάττεσθαι τολμᾶτε.
但你们显然必须拥有所有遗留下来的、远多于此的财产。 正因为你们被彻底证实公开掠夺了这些财产,你们才敢编造出这样的谎言。
καὶ τοτὲ μὲν εἰς ἀλλήλους ἀναφέρετε, πάλιν δʼ εἰληφέναι κατʼ ἀλλήλων μαρτυρεῖτε.
你们时而互相推卸责任,时而又互相证明对方拿走了财产。
φάσκοντες δʼ οὐ πολλὰ λαβεῖν μεγάλων ἀναλωμάτων λόγους ἀπενηνόχατε.
你们声称没有拿到多少财产,却呈报了巨额开支的账目。
§10πάντες δὲ κοινῇ μʼ ἐπιτροπεύσαντες ἰδίᾳ μετὰ ταῦθʼ ἕκαστος μηχανᾶσθε.
你们所有人共同担任我的监护人,之后却各自私下里耍弄心机。
καὶ τὴν μὲν διαθήκην ἠφανίκατε, ἐξ ἧς ἦν εἰδέναι περὶ πάντων τὴν ἀλήθειαν, φαίνεσθε δʼ οὐδέποτε ταὐτὰ περὶ ἀλλήλων λέγοντες.
你们隐匿了那份本可以让我们知道一切真相的遗嘱,而且显然你们在谈到彼此时从未统一过口径。
λαβὲ δὴ τὰς μαρτυρίας καὶ ἀνάγνωθʼ αὐτοῖς πάσας ἐφεξῆς, ἵνα μνησθέντες καὶ τῶν μεμαρτυρημένων καὶ τῶν εἰρημένων ἀκριβέστερον διαγιγνώσκωσι περὶ αὐτῶν.
请拿取证词并向他们依次宣读全部内容,以便他们能同时记住被证实的和被陈述的内容,从而对这些事做出更准确的判决。
ΜΑΡΤΥΡIΑΙ. §11ταῦθʼ οὗτοι πρὸς πεντεκαιδεκαταλάντους οἴκους συνετιμήσανθʼ ὑπὲρ ἐμοῦ· μνῶν δʼ οὐδʼ ἑβδομήκοντʼ ἀξίαν μοι παραδεδώκασι τὴν οὐσίαν τρεῖς ὄντες.
ΜΑΡΤΥΡIΑΙ. 这些是他们为我向相当于十五个塔兰同的家产规模进行估税的;然而,他们三个监护人交还给我的财产却连七十米纳的价值都不到。
λέγε τὰς ἐφεξῆς.
读下一个。
ΜΑΡΤΥΡΙΑΙ. ταύτην τὴν προῖκα οἵ τʼ ἐπίτροποι καταμαρτυροῦσιν αὐτὸν λαβεῖν, ἄλλοι τε πρὸς οὓς ἔχειν ὡμολόγησεν.
ΜΑΡΤΥΡΙΑΙ. 关于这笔嫁妆,监护人自己以及他向其承认拥有这笔钱的其他人都作证他已收下。
ταύτην οὔτʼ αὐτὴν οὔτε τὸν σῖτον ἀποδέδωκεν.
但他既没有归还这笔嫁妆本身,也没有支付其利息。
λαβὲ τὰς ἄλλας καὶ ἀναγίγνωσκε.
拿取其他证词并宣读。
ΜΑΡΤΥΡΙΑΙ. §12δύʼ ἔτη τὸ ἐργαστήριον διοικήσας Θηριππίδῃ μὲν ἀποδέδωκε τὴν μίσθωσιν· ἐμοὶ δέ, δυοῖν ἐτοῖν λαβὼν τὴν πρόσοδον, τριάκοντα μνᾶς, οὔτʼ αὐτὰς οὔτε τὸ ἔργον ἀποδέδωκεν.
ΜΑΡΤΥΡΙΑΙ. 他管理了作坊两年,向塞里皮德斯支付了租金;但对我,他收了两年共三十米纳的收益,却既没有归还这笔钱,也没有归还作坊。
λάβʼ ἑτέραν καὶ ἀνάγνωθι.
拿取另一份证词并宣读。
ΜΑΡΤΥΡΙΑ. ταῦτα τἀνδράποδʼ ὡς αὑτὸν λαβὼν οὗτος, καὶ τἄλλα τὰ μετὰ τούτων ὑποτεθένθʼ ἡμῖν, ἀνάλωμα μὲν εἰς αὐτὰ τοσοῦτο λελόγισται, λῆμμα δʼ ἀπʼ αὐτῶν οὐδʼ ὁτιοῦν, καὶ αὐτοὺς δὲ τοὺς ἀνθρώπους ἠφάνικεν, οἳ δώδεκα μνᾶς ἀτελεῖς ἑκάστου τοῦ ἐνιαυτοῦ προσέφερον.
ΜΑΡΤΥΡΙΑ. 这个人把这些奴隶据为己有,连同其他与他们一起抵押给我们的财产,他为这些奴隶计报了如此多的开支,却没有任何收益,而且他还使这些奴隶本身失踪了,而他们每年能带来十二米纳的净收益。
λέγʼ ἑτέραν.
读另一份。
ΜΑΡΤΥΡΙΑ §13τοῦτον τὸν ἐλέφαντα καὶ τὸν σίδηρον πεπρακὼς οὐδὲ καταλειφθῆναί φησιν, ἀλλὰ καὶ τούτων τὴν τιμὴν ἀποστερεῖ με, μάλιστα τάλαντον.
ΜΑΡΤΥΡΙΑ 他卖掉了这些象牙和铁,却说这些东西根本就没有留下,从而剥夺了这些东西的价值,大约有一个塔兰同。
λέγε ταυτασί.
读这些。
ΜΑΡΤΥΡΙΑΙ. ταῦθʼ οὗτος τρία τάλαντα καὶ χιλίας ἔχει χωρὶς τῶν ἄλλων.
ΜΑΡΤΥΡΙΑΙ. 除了其他财产外,他手里有这三塔兰同和一千德拉克马。
τοῦ μὲν οὖν ἀρχαίου πέντε τάλανθʼ ἃ εἴληφεν· σὺν δὲ τοῖς ἔργοις, ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, πλέον ἢ δέκα τάλαντʼ ἔχει.
因此,他拿走的本金是五塔兰同;而加上利息,如果仅按一德拉克马的利率计算,他手里也有超过十个塔兰同。
λέγε τὰς ἐφεξῆς.
读接下来的证词。
ΜΑΡΤΥΡΙΑΙ. §14ταῦθʼ οὗτοι γραφῆναι μὲν ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατʼ ἀλλήλων μαρτυροῦσιν.
ΜΑΡΤΥΡΙΑΙ. 监护人们互相作证说,这些内容已写在遗嘱中,并且他们自己也分得了这些财产。
οὗτος δὲ καὶ μεταπεμφθῆναι φάσκων ὑπὸ τοῦ πατρός, καὶ ἐλθὼν εἰς τὴν οἰκίαν, εἰσελθεῖν μὲν οὔ φησιν ὡς τὸν μεταπεμψάμενον, οὐδʼ ὁμολογῆσαι περὶ τούτων οὐδέν, Δημοφῶντος δʼ ἀκοῦσαι γραμματεῖον ἀναγιγνώσκοντος καὶ Θηριππίδου λέγοντος ὡς ἐκεῖνος ταῦτα διέθετο, καὶ προεισεληλυθὼς καὶ ἅπαντα διωμολογημένος πρὸς τὸν πατέρα, ὅσαπερ ἐκεῖνος γράψας κατέλιπεν.
而这个人一方面声称自己被我父亲召见并来到了家里,却又说自己没有进到召见他的父亲那里,也没有就这些事情达成任何协议,只是听到德摩丰在读一份文件,并听到塞里皮德斯说父亲是这样安排遗产的;然而实际上,他早就提前进去了,并且与我父亲就父亲写下并留下的所有内容达成了一切协议。
§15ὁ γὰρ πατήρ, ὦ ἄνδρες δικασταί, ὡς ᾔσθετο τὴν νόσον οὐκ ἀποφευξόμενος, συγκαλέσας τούτους τρεῖς ὄντας, καὶ συμπαρακαθισάμενος Δήμωνα τὸν ἀδελφόν, τὰ σώμαθʼ ἡμῶν εἰς τὰς χεῖρας ἐνέθηκεν παρακαταθήκην ἐπονομάζων, τὴν μὲν ἀδελφὴν Δημοφῶντι καὶ δύο τάλαντα προῖκα διδοὺς εὐθύς, καὶ γυναῖκʼ αὐτῷ ταύτην ἐγγυῶν, ἐμὲ δὲ πᾶσιν κοινῇ μετὰ τῶν χρημάτων παρακατατιθέμενος, καὶ ἐπισκήπτων μισθῶσαί τε τὸν οἶκον καὶ συνδιασῷσαί μοι τὴν οὐσίαν,
诸位陪审员,我的父亲在意识到自己无法从疾病中康复时,召集了他们三个人,并让他的兄弟德蒙坐在一旁,把我们姐弟交到他们手里,称之为信托。 他当即将我的姐姐许配给德摩丰,并立即赠予两塔兰同的嫁妆,而将我连同财产一起共同托付给他们所有人,并叮嘱他们出租家产,共同为我维护和保存这份产业。
§16διδοὺς ἅμα τε Θηριππίδῃ τὰς ἑβδομήκοντα μνᾶς, καὶ τούτῳ τήν τʼ ἐμὴν μητέρʼ ἐγγυῶν ἐπὶ ταῖς ὀγδοήκοντα μναῖς, κἄμʼ εἰς τὰ τούτου γόνατα τιθείς·
他在将七十米纳赠予塞里皮德斯的同时,也将我的母亲连同八十米纳的嫁妆许配给这个人,并将我放在这个人的膝盖上。
ὧν οὗτος ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος οὐδένα λόγον ἐποιήσατο, κύριος τῶν ἐμῶν γενόμενος ἐπὶ τούτοις, ἀλλὰ τὰ χρήματά με πάντʼ ἀπεστερηκὼς μετὰ τῶν συνεπιτρόπων, ἐλεεῖσθαι νῦν ὑφʼ ὑμῶν ἀξιώσει, μνῶν οὐδʼ ἑβδομήκοντʼ ἄξια τρίτος αὐτὸς ἀποδεδωκώς, εἶτα καὶ τούτοις αὐτοῖς πάλιν ἐπιβεβουλευκώς.
对于这些,这个世上最不虔敬的人,尽管在这些条件下成为了我财产的主管人,却根本不予理会,而是与共同监护人一起掠夺了我所有的钱财,现在他竟然还要求得到你们的怜悯,尽管他作为三名监护人之一只交还了价值连七十米纳都不到的财产,而且此后竟然还再次对这仅有的财产施展阴谋。

词汇与语法注释

  1. §9ἃ φανερῶς ὅτι διηρπάκατʼ ἐξελεγχόμενοι — 关系代词 `ἃ`(作为 `διηρπάκατε` 的直接宾语)与引导分词 `ἐξελεγχόμενοι`(“被证实……”)补足从句的连词 `ὅτι` 相结合的特殊紧缩结构。
  2. §11πρὸς πεντεκαιδεκαταλάντους οἴκους — 意为“与价值十五个塔兰同的家产相称”。介词 `πρὸς` 表示比例或基准,表明监护人们当时所申报的纳税估定额(`συνετιμήσανθʼ`)对应于总值达十五塔兰同的富裕家产。
  3. §14καὶ προεισεληλυθὼς καὶ ἅπαντα διωμολογημένος — 修饰主语(阿福布斯)的充当谓语性成分的完成时分词。用以与阿福布斯本人的辩解(“声称没有进去……也没有合意”)形成强烈对比,指出他实际上早已提前进入并达成了一切协议。

引用这一段

狄摩西尼, 控诉阿波布斯二 §9-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg028.humanitext-grc2:9-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。