Humanitext Reader

デモステネス · 第二十八弁論 アポボス弾劾 第二演説 §1-8

祖父の国庫債務という口実への反駁と遺言書の隠蔽

1 / 3 箇所 · ギリシア語

要旨

アポボスが原告の祖父の国庫債務を口実に遺産の賃貸を行わなかったと主張するのに対し、原告は祖父にそのような債務はなく、被告らが遺言書を隠蔽していることを指摘して反論する。

§1πολλὰ καὶ μεγάλʼ ἐψευσμένου πρὸς ὑμᾶς Ἀφόβου, τοῦτʼ αὐτὸν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφʼ ᾧ μάλιστʼ ἠγανάκτησα τῶν ῥηθέντων.
アポボスがあなた方に対して多くの、かつ重大な嘘をついているので、私はまず、彼の言葉の中で私が最も憤慨したこの点について、彼の嘘を暴くよう試みます。
εἶπεν γὰρ ὡς ὁ πάππος ὤφειλε τῷ δημοσίῳ, καὶ διὰ ταῦθʼ ὁ πατὴρ οὐκ ἐβούλετο μισθωθῆναι τὸν οἶκον, ἵνα μὴ κινδυνεύσῃ.
彼は、私の祖父が国庫に負債を負っており、そのために私の父は危険を避けるために財産を賃貸することを望まなかったと言いました。
καὶ τὴν μὲν πρόφασιν ποιεῖται ταύτην, ὡς δʼ ὀφείλων ἐτελεύτησεν ἐκεῖνος, οὐδεμίαν παρέσχετο μαρτυρίαν·
彼はこれを口実としていますが、祖父が債務を負ったまま亡くなったという証拠は一切示していません。
ἀλλʼ ὡς μὲν ὦφλεν, ἐνεβάλετο τηρήσας τὴν τελευταίαν ἡμέραν, ταύτην δʼ εἰς τὸν ὕστερον λόγον ὑπελίπετο, ὡς διαβαλεῖν τὸ πρᾶγμʼ ἐξ αὐτῆς δυνησόμενος.
ただ、債務を宣告されたという証拠だけを、最終日を待って提出し、この件を後から中傷するために、後半の弁論へと残しておいたのです。
§2ἐὰν οὖν ἀναγνῷ, προσέχετʼ αὐτῇ τὸν νοῦν·
ですから、もし彼がそれを読み上げさせたら、それに注意を向けてください。
εὑρήσετε γὰρ οὐχ ὡς ὀφείλει μεμαρτυρημένην, ἀλλʼ ὡς ὦφλεν.
なぜなら、彼が債務を負っていると証言されているのではなく、債務を宣告されたと証言されているにすぎないことがわかるからです。
τοῦτʼ οὖν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφʼ ᾧ φρονεῖ μάλιστα· ὃ καὶ ἡμεῖς ἀμφισβητοῦμεν.
したがって、私はまず、彼が最も自信を持っているこの点、すなわち私たちも異議を唱えている点について、彼の嘘を暴くよう試みます。
εἰ μὲν οὖν τότʼ ἐξεγένετο καὶ μὴ τῷ χρόνῳ τοῦτʼ ἐνηδρεύθημεν, παρεσχόμεθʼ ἂν μάρτυρας ὡς ἐξετείσθη τὰ χρήματα καὶ πάντʼ αὐτῷ διελέλυτο τὰ πρὸς τὴν πόλιν·
もし当時それが可能であり、時間によって陥れられたのでなければ、私たちはその金が支払われ、彼と国家との間のあらゆる関係が解決されていたという証言を提示できたでしょう。
νῦν δὲ τεκμηρίοις μεγάλοις ἐπιδείξομεν ὡς οὔτʼ ὤφειλεν οὔτʼ ἦν κίνδυνος οὐδεὶς ἡμῖν φανερὰ κεκτημένοις τὰ ὄντα.
しかし、今や私たちは、彼が債務を負っていなかったこと、また私たちが公然と財産を所有していても何の危険もなかったことを、確たる証拠をもって示しましょう。
§3πρῶτον μὲν γὰρ Δημοχάρης, ἔχων ἀδελφὴν τῆς ἐμῆς μητρός, θυγατέρα δὲ Γύλωνος, οὐκ ἀποκέκρυπται τὴν οὐσίαν, ἀλλὰ χορηγεῖ καὶ τριηραρχεῖ καὶ τὰς ἄλλας λῃτουργίας λῃτουργεῖ καὶ οὐδὲν τῶν τοιούτων δέδοικεν.
第一に、私の母の姉妹を妻とする、すなわちギロンの娘を妻とするデモカレスは、財産を隠しておらず、合唱奉仕や三段橈船奉仕などの公共奉仕を務め、そのような危険を全く恐れていません。
ἔπειτʼ αὐτὸς ὁ πατὴρ τήν τʼ ἄλλην οὐσίαν καὶ τέτταρα τάλαντα καὶ τρισχιλίας φανερὰς ἐποίησεν, ἃς οὗτοι γραφῆναί τʼ ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατʼ ἀλλήλων καταμαρτυροῦσιν.
第二に、父自身もその他の財産と4タラントン3000ドラクメを公然のものとしており、彼ら自身が、これらが遺言書に記載され、彼ら自身がそれを受け取ったと互いに対して不利な証言をしています。
§4ἔτι δὲ καὶ αὐτὸς Ἄφοβος μετὰ τῶν συνεπιτρόπων τῇ πόλει τὸ πλῆθος τῶν καταλειφθέντων χρημάτων ἐμφανὲς ἐποίησεν, ἡγεμόνα με τῆς συμμορίας καταστήσας οὐκ ἐπὶ μικροῖς τιμήμασιν, ἀλλʼ ἐπὶ τηλικούτοις ὥστε κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας εἰσφέρειν.
さらにアポボス自身も、共同後見人たちとともに、残された財産の総額を国家に対して明白にしました。 彼は私を、少額の査定額ではなく、25ミナあたり500ドラクメを納めるほどの高額な査定額に基づいて納税組合の指導者に据えたのです。
καίτοι εἴ τι τούτων ἦν ἀληθές, οὐδὲν ἂν αὐτῶν ἐποίησεν, ἀλλὰ πάντʼ ἂν ηὐλαβήθη.
しかし、もしこれらの主張が少しでも真実であったなら、彼はそのようなことは何一つせず、万事を警戒したはずです。
νῦν δὲ καὶ Δημοχάρης καὶ ὁ πατὴρ καὶ αὐτοὶ οὗτοι φαίνονται φανερὰ ποιοῦντες, καὶ οὐδένα τοιοῦτον κίνδυνον δεδιότες.
ところが実際には、デモカレスも父も、そして彼ら自身も財産を公開しており、そのような危険を全く恐れていなかったことが明らかです。
§5πάντων δʼ ἀτοπώτατόν ἐστιν, λέγοντας ὡς ὁ πατὴρ οὐκ εἴα μισθοῦν τὸν οἶκον, τὴν μὲν διαθήκην μηδαμοῦ ταύτην ἀποφαίνειν, ἐξ ἧς ἦν εἰδέναι τἀκριβές, τηλικαύτην δʼ ἀνελόντας μαρτυρίαν οὕτως οἴεσθαι δεῖν εἰκῇ πιστεύεσθαι παρʼ ὑμῖν.
しかし何よりも奇妙なのは、父が財産の賃貸を許さなかったと主張しながら、正確な事実を知り得たはずのその遺言書をどこにも提示せず、これほど重大な証拠を握りつぶしておきながら、このように根拠もなくあなた方に信じてもらえると思っていることです。
ἀλλʼ ἐχρῆν, ἐπειδὴ τάχιστʼ ἐτελεύτησεν ὁ πατήρ, εἰσκαλέσαντας μάρτυρας πολλοὺς παρασημήνασθαι κελεῦσαι τὰς διαθήκας, ἵνʼ εἴ τι ἐγίγνετʼ ἀμφισβητήσιμον, ἦν εἰς τὰ γράμματα ταῦτʼ ἐπανελθεῖν καὶ τὴν ἀλήθειαν πάντων εὑρεῖν.
むしろ、父が亡くなるとすぐに、多くの証人を呼び出して遺言書に封印させるよう彼らに命じるべきでした。 そうすれば、何か争いが生じた場合にも、これらの書面に立ち返ってすべての真実を見出すことができたはずです。
§6νῦν δʼ ἕτερα μὲν παρασημήνασθαι ἠξίωσαν, ἐν οἷς πολλὰ τῶν καταλειπομένων οὐκ ἐγέγραπτο, ὑπομνήματα δʼ ἦν· αὐτὴν δὲ τὴν διαθήκην, διʼ ἧς τούτων ὧν ἐσημήναντο γραμμάτων καὶ τῶν ἄλλων ἁπάντων χρημάτων ἐγίγνοντο κύριοι, καὶ τοῦ μὴ μισθοῦν τὸν οἶκον τῆς αἰτίας ἀπελέλυντο, ταύτην δʼ οὐκ ἐσημήναντο, οὐδʼ αὐτὴν ἀπέδοσαν.
ところが彼らは、遺された財産の多くが記載されておらず単なる覚書にすぎない他の書類には封印することを求めながら、一方で、封印した書類に書かれた財産やその他すべての財産の管理権を彼らに与え、また財産を賃貸しなかった責任から彼らを免除するはずの遺言書そのものには封印せず、提示もしなかったのです。
ἄξιόν γε πιστεύειν αὐτοῖς ὅ τι ἂν περὶ τούτων λέγωσιν.
彼らがこれらのことについて言うことを、どうして信じる価値があるでしょうか。
§7ἀλλʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι τοῦτʼ ἔστιν.
しかし、私にはこれがどういうことか分かりません。
οὐκ εἴα μισθοῦν τὸν οἶκον οὐδʼ ἐμφανῆ τὰ χρήματα ποιεῖν ὁ πατήρ.
父が財産を賃貸することも、公にすることも許さなかったというのです。
πότερον ἐμοί;
それは私に対してですか、それとも国家に対してですか。
ἢ τῇ πόλει; φαίνεσθε γὰρ τοὐναντίον ἐκείνῃ μὲν φανερὰ ποιήσαντες, ἐμοὶ δὲ παντάπασιν ἀφανῆ πεποιηκότες, καὶ οὐδὲ ταῦτʼ ἀποφαίνοντες ἐξ ὧν τιμησάμενοι τὰς εἰσφορὰς εἰσεφέρετε.
なぜなら、あなた方は全く逆のことをしており、国家に対しては財産を公開しながら、私に対しては完全に隠蔽し、あなた方が査定を行って納税していた根拠となる書類すら提示していないからです。
δείξατε γὰρ ταύτην τὴν οὐσίαν, τίς ἦν καὶ ποῦ παρέδοτέ μοι καὶ τίνος ἐναντίον.
その財産がどのようなものであったか、どこで誰の立ち会いのもとで私に引き渡したのか、示しなさい。
§8τὰ μὲν γὰρ δύο τάλαντα καὶ τὰς ὀγδοήκοντα μνᾶς ἀπὸ τῶν τεττάρων ταλάντων καὶ τρισχιλίων ἐλάβετε, ὥστʼ οὐδὲ ταύτας ὑπὲρ ἐμοῦ εἰς τὸ δημόσιον ἐτιμήσασθε·
なぜなら、4タラントン3000ドラクメのうちの2タラントン80ミナはあなた方が受け取ったものであり、したがってあなた方は私のためにこの分を国庫に査定・納税したわけではないからです。
ὑμέτεραι γὰρ ἦσαν ἐν ἐκείνοις τοῖς χρόνοις.
その時点では、それはあなた方のものだったのですから。
ἀλλὰ μὴν ἔκ γε τῆς οἰκίας καὶ τῶν τεττάρων καὶ δέκʼ ἀνδραπόδων καὶ τῶν τριάκοντα μνῶν, ἅ μοι παρεδώκατε, τὴν εἰσφορὰν οὐχ οἷόν τε γενέσθαι τοσαύτην ὅσην ὑμεῖς συνετάξασθε πρὸς τὴν συμμορίαν.
しかし、あなた方が私に引き渡した家屋、14人の奴隷、そして30ミナだけからは、あなた方が納税組合と合意したほど高額の納税を行うことは不可能なのです。

語釈・文法注

  1. 1πολλὰ καὶ μεγάλʼ ἐψευσμένου πρὸς ὑμᾶς Ἀφόβου — 属格絶対(genitive absolute)。動詞 ψεύδομαι の完了中・受動分詞 ἐψευσμένου が主語の Ἀφόβου を伴って属格で用いられ、主節の前に置かれて原因を表している。
  2. 1ταύτην δʼ εἰς τὸν ὕστερον λόγον ὑπελίπετο — ταύτην は前述の μαρτυρίαν(罰金刑の宣告に関する証言資料)を指す。εἰς τὸν ὕστερον λόγον は「後の(あるいは第二の)弁論のために」という意味で、アテナイの法廷劇において原告が二度のスピーチを行う制度(第二の弁論 δεύτερος λόγος)を踏まえている。
  3. 2εὑρήσετε γὰρ οὐχ ὡς ὀφείλει μεμαρτυρημένην, ἀλλʼ ὡς ὦφλεν — μεμαρτυρημένην は分詞で εὑρήσετε の知的知覚を表す補語(述語分詞)。先行する αὐτῇ(証言)にかかる女性単数対格。ὡς ὀφείλει(現在時制「債務があること」)と ὡς ὦφλεν(アオリスト「債務を負った/罰金刑を宣告されたこと」)の時制の違いが、債務が未解決であるというアポボスの主張を論破する鍵となる。
  4. 4ὥστε κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας εἰσφέρειν — 結果の ὥστε に続く不定詞構文。κατὰ は分配の意味(〜につき)で、「25ミナごとに」を意味する。πεντακοσίας(500)の単位はドラクメ(1ミナ = 100ドラクメなので、25ミナ = 2500ドラクメに対して500ドラクメ、すなわち5分の1の納税率となる)。
  5. 5λέγοντας ὡς ὁ πατὴρ οὐκ εἴα μισθοῦν τὸν οἶκον, τὴν μὲν διαθήκην μηδαμοῦ ταύτην ἀποφαίνειν — 文頭の非人称構文 πάντων δʼ ἀτοπώτατόν ἐστιν(すべての中で最も奇妙なのは〜である)に続く主語となる対格不定詞(accusative with infinitive)の構造。λέγοντας(主張しながら)は後見人たち(対格複数)を修飾し、不定詞 ἀποφαίνειν(提示しないこと)の主語を兼ねる。

この箇所を引用する

デモステネス, 第二十八弁論 アポボス弾劾 第二演説 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg028.humanitext-grc2:1-8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。