§23ταύτας τοίνυν ἔχει τριάκοντα μνᾶς ἀπὸ τοῦ ἐργαστηρίου, καὶ τὸ ἔργον αὐτῶν ὀκτὼ ἐτῶν·
このように、彼は工房からこれら30ミナと、8年間のそれらの収益を握っています。
ὃ ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, ἄλλας τριάκοντα μνᾶς εὑρήσει.
もしそれを単に1ドラクマで計算するだけでも、さらに30ミナになることがわかるでしょう。
καὶ ταῦτα μὲν ἰδίᾳ μόνος εἴληφεν·
そして、これらのものは彼が個人的に一人で受け取ったものです。
ἃ συντεθέντα πρὸς τὴν προῖκα μάλιστα τέτταρα τάλαντα γίγνεται σὺν τοῖς ἀρχαίοις.
これらが持参金と合算されると、元本とともにほぼ4タラントンになります。
ἃ δὲ μετὰ τῶν ἄλλων ἐπιτρόπων κοινῇ διήρπακεν, καὶ ὅσʼ ἔνια μηδὲ καταλειφθῆναι παντάπασιν ἠμφεσβήτηκεν, ταῦθʼ ὑμῖν ἤδη ἐπιδείξω καθʼ ἕκαστον.
一方、彼が他の後見人たちと共同で略奪した財産、そしてそもそも全く遺されなかったと彼が主張しているいくつかのものについて、それらを今からあなたがたに一つずつ証明しましょう。
§24πρῶτον μὲν οὖν περὶ τῶν κλινοποιῶν, οὓς κατέλιπεν μὲν ὁ πατήρ, ἀφανίζουσι δʼ οὗτοι, τετταράκοντα μὲν μνῶν ὑποκειμένους, εἴκοσι δʼ ὄντας τὸν ἀριθμόν, ἐπιδείξω ὑμῖν ὡς λίαν ἀναιδῶς καὶ φανερῶς μʼ ἀποστεροῦσι.
まず第一に、父が遺したものの、この者たちが隠匿している寝台職人たち――評価額は40ミナ、数は20人――について、彼らがどれほど極めて破廉恥にかつ明白に私からそれらを奪っているかを、あなたがたに証明いたしましょう。
τούτους γὰρ καταλειφθῆναι μὲν οἴκοι παρʼ ἡμῖν πάντες ὁμολογοῦσιν, καὶ τὰς δώδεκα μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τῷ πατρὶ γίγνεσθαί φασιν·
というのも、これらの職人が私たちの家(邸内)に遺されたことについては、彼ら全員が認めており、毎年12ミナが父に入っていたと言っているからです。
αὐτοὶ δὲ λῆμμα μὲν παρʼ αὐτῶν ἐν δέκʼ ἔτεσιν οὐδὲν ἐμοὶ γεγενημένον ἀποφαίνουσιν ἀλλʼ οὐδὲ μικρόν, ἀναλώματος δὲ κεφάλαιον εἰς αὐτοὺς οὗτος ὀλίγου δεῖν λογίζεται χιλίας·
しかし彼らは、10年間において彼らから私に生じた利益を、微々たるものさえ何一つ申告せず、それどころかこの男は、彼らに対する経費の総額として、1,000ドラクマ近くを計上しているのです。
εἰς τοῦτʼ ἀναιδείας ἐλήλυθεν.
彼はこれほどの破廉恥さに達しています。
§25αὐτοὺς δὲ τοὺς ἀνθρώπους, εἰς οὓς ταῦτʼ ἀνηλωκέναι φησίν, οὐδαμοῦ μοι παραδεδώκασιν, ἀλλὰ πάντων κενότατον λόγον λέγουσιν, ὡς ὁ ὑποθεὶς τῷ πατρὶ τἀνδράποδα πονηρότατος ἀνθρώπων ἐστὶν καὶ ἐράνους τε λέλοιπε πλείστους καὶ ὑπέρχρεως γέγονε, καὶ τούτων οὐκ ὀλίγους κεκλήκασι κατʼ ἐκείνου μάρτυρας.
しかし、この男がこれらの経費を費やしたと主張する当の職人たちを、彼らは一度も私に引き渡しておらず、ただ、極めて中身のない言い訳を口にしているだけです。 すなわち、父にそれらの奴隷を抵当に入れた男は、人類で最も下劣な男であり、極めて多くの無尽の支払いを滞らせ、過剰な負債を抱えていた、というもので、その男に不利な証人を少なからず召喚しています。
τὰ δʼ ἀνδράποδʼ ὅστις ἐστὶν ὁ λαβών, ἢ πῶς ἐκ τῆς οἰκίας ἐξῆλθεν, ἢ τίς ἀφείλετο, ἢ πρὸς τίνα δίκην ἥττηνται περὶ αὐτῶν, οὐκ ἔχουσιν εἰπεῖν.
しかし、それらの奴隷を一体誰が引き取ったのか、あるいはどのように家から出て行ったのか、あるいは誰が奪い去ったのか、あるいは誰とのどのような裁判で彼らがそれらをめぐって敗訴したのかについては、彼らは言うことができません。
§26καίτοι εἴ τι ἔλεγον ὑγιές, οὐκ ἂν κατὰ τῆς ἐκείνου πονηρίας παρείχοντο μάρτυρας, ἧς οὐδέν μοι προσήκει φροντίζειν, ἀλλὰ τούτων ἂν ἀντελαμβάνοντο καὶ τοὺς λαβόντας ἀπεδείκνυσαν καὶ οὐδὲν ἂν αὐτῶν παρέλειπον.
しかしながら、もし彼らがまともなことを言っているのなら、私が気にする必要のまったくないその男の不品行についての証人を提示するのではなく、これらの奴隷の権利を主張し、引き取った者を明らかにし、何一つ怠ることはなかったはずです。
νῦν δʼ ὠμότατʼ ἀνθρώπων, ὁμολογοῦντες καταλειφθῆναι καὶ λαβόντες ὡς αὑτοὺς καὶ καρπωσάμενοι δέκʼ ἔτη τοὺς ἀνθρώπους, ἄρδην ὅλον τὸ ἐργαστήριον ἀφανίζουσι.
ところが現実には、最も非情な人々として、それらが遺されたことを認め、自分たちのもとに引き取り、10年間その職人たちから収益を得ておきながら、工房全体を根こそぎ消し去っているのです。
καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας καὶ ἀναγίγνωσκε.
そして、私の言うことが真実であることを証明するために、証言を受け取って読み上げてください。
ΜΑΡΤΥΡΙΑΙ. §27ὅτι τοίνυν οὐκ ἄπορος ἦν ὁ Μοιριάδης, οὐδʼ ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδʼ ἠλιθίως συμβεβλημένον, μεγίστῳ τεκμηρίῳ γνώσεσθε·
ΜΑΡΤΥΡΙΑΙ. したがって、モイリアデスが無資力ではなく、父がこれらの奴隷を抵当に取るこの契約を愚かにも結んだわけではないということは、最大の証拠によってお分かりいただけるでしょう。
λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον, ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε, καὶ δέον αὐτόν, εἰ καί τις ἄλλος ἐβούλετʼ εἰς ταῦτα συμβαλεῖν, τοῦτον διακωλύειν ἐπίτροπόν γʼ ὄντα, αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν, ἃς ὀρθῶς καὶ δικαίως παρʼ ἐκείνου κεκομίσθαι ὡμολόγηκεν.
というのも、アフォボスは、あなたがたが証人からお聞きになったように、この工房を自分自身のもとに引き取り、後見人である以上、たとえ他の誰かがこれらに融資しようとしてもそれを阻止すべき立場にありながら、彼自身がこれらの奴隷を担保にしてモイリアデスに500ドラクマを貸し、それをその男から正当かつ適法に回収したと認めているからです。
§28καίτοι πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμʼ ἀπʼ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντʼ ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δʼ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖʼ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμίʼ ἀπορία γέγονεν;
それにしても、先に契約を結んだ私たちにとっては、そこからの利益が皆無であったことに加えて、抵当に入れられたもの自体までもが失われてしまったというのに、私たちの財産を担保に金を貸し、これほど長い間管理した彼に対しては、利息も元本も私たちの財産から支払われ、何の支障も生じなかったというのは、いかにも不当なことではないでしょうか。
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.
さて、私の言うことが真実であることを証明するために、証言を受け取って読み上げてください。
ΜΑΡΤΥΡΙΑ. §29σκέψασθε τοίνυν ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι, τετταράκοντα μὲν μνᾶς αὐτὸ τὸ ἀρχαῖον, δέκα δʼ ἐτῶν τὸ ἔργον αὐτῶν δύο τάλαντα·
ΜΑΡΤΥΡΙΑ. それでは、彼らが寝台職人たちをめぐってどれほど多額の金を盗んでいるかを考えてみてください。 元本自体が40ミナ、10年間の彼らの稼ぎが2タラントンです。
δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον.
というのも、彼らは毎年12ミナを彼らからの収益として受け取っていたからです。
ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς ποθεν καὶ παραλογίσασθαι.
これは、何かしら目立たないところから生じた、だまし取るのが容易な、わずかな額でしょうか。
ῥᾴδιον, ἀλλʼ οὐ φανερῶς οὑτωσὶ μικροῦ δεῖν τρία τάλαντα ταῦτʼ ἀνηρπάκασιν;
それどころか、このように明白に、彼らはほぼ3タラントンもの額を奪い去ったのではないでしょうか。
ὧν κοινῇ διαπεφορημένων τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι.
これらが共同で分配された以上、当然その3分の1を、私はこの男から回収すべきなのです。
§30καὶ μήν, ὦ ἄνδρες δικασταί, καὶ τὰ περὶ τοῦ ἐλέφαντος καὶ σιδήρου τοῦ καταλειφθέντος παραπλήσιά πως τούτοις πεποιήκασιν·
さらに、裁判員諸官、遺された象牙と鉄に関する件についても、彼らはこれらとおおむね同様のことを行いました。
οὐδὲ γὰρ ταῦτʼ ἀποφαίνουσιν.
というのも、これらをも彼らは申告していないからです。
καίτοι κεκτημένον μὲν τοσούτους κλινοποιούς, κεκτημένον δὲ μαχαιροποιοὺς οὐχ οἷόν τε μὴ οὐχὶ καὶ σίδηρον καὶ ἐλέφαντα καταλιπεῖν, ἀλλʼ ἀνάγκη ταῦτά γʼ ὑπάρχειν·
しかしながら、これほど多くの寝台職人を所有し、また刃物職人を所有していたからには、鉄や象牙が遺されないはずはなく、これらがあらかじめ存在していたことは不可避です。
τί γὰρ ἂν ἠργάζοντο τούτων μὴ ὑπαρξάντων.
なぜなら、これらが存在しなかったとしたら、彼らは一体何をして働いたというのでしょうか。