§23ταύτας τοίνυν ἔχει τριάκοντα μνᾶς ἀπὸ τοῦ ἐργαστηρίου, καὶ τὸ ἔργον αὐτῶν ὀκτὼ ἐτῶν· ὃ ἂν ἐπὶ δραχμῇ τις τιθῇ μόνον, ἄλλας τριάκοντα μνᾶς εὑρήσει.
因此,他确实握有这三十米纳的作坊收益,以及八年来的利润;如果仅按一德拉克马的利率计算,就会发现另有三十米纳。
καὶ ταῦτα μὲν ἰδίᾳ μόνος εἴληφεν· ἃ συντεθέντα πρὸς τὴν προῖκα μάλιστα τέτταρα τάλαντα γίγνεται σὺν τοῖς ἀρχαίοις.
而这些财物是他个人独自收受的;与嫁妆相加,连同本金共计将近四个塔兰同。
ἃ δὲ μετὰ τῶν ἄλλων ἐπιτρόπων κοινῇ διήρπακεν, καὶ ὅσʼ ἔνια μηδὲ καταλειφθῆναι παντάπασιν ἠμφεσβήτηκεν, ταῦθʼ ὑμῖν ἤδη ἐπιδείξω καθʼ ἕκαστον.
至于他与其他监护人共同瓜分的财产,以及他声称根本没有遗留下来的某些财物,我马上向你们一一证明。
§24πρῶτον μὲν οὖν περὶ τῶν κλινοποιῶν, οὓς κατέλιπεν μὲν ὁ πατήρ, ἀφανίζουσι δʼ οὗτοι, τετταράκοντα μὲν μνῶν ὑποκειμένους, εἴκοσι δʼ ὄντας τὸν ἀριθμόν, ἐπιδείξω ὑμῖν ὡς λίαν ἀναιδῶς καὶ φανερῶς μʼ ἀποστεροῦσι.
首先,关于我父亲遗留下来、而这些人企图隐匿的那些制作卧榻的奴隶工匠——其抵当估值为四十米纳,人数为二十人——我将向你们证明,他们是如何极其厚颜无耻且公然地剥夺我的这些财产。
τούτους γὰρ καταλειφθῆναι μὲν οἴκοι παρʼ ἡμῖν πάντες ὁμολογοῦσιν, καὶ τὰς δώδεκα μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τῷ πατρὶ γίγνεσθαί φασιν· αὐτοὶ δὲ λῆμμα μὲν παρʼ αὐτῶν ἐν δέκʼ ἔτεσιν οὐδὲν ἐμοὶ γεγενημένον ἀποφαίνουσιν ἀλλʼ οὐδὲ μικρόν, ἀναλώματος δὲ κεφάλαιον εἰς αὐτοὺς οὗτος ὀλίγου δεῖν λογίζεται χιλίας· εἰς τοῦτʼ ἀναιδείας ἐλήλυθεν.
因为对于这些工匠被遗留在我们家中,他们所有人都承认,并且承认我父亲每年从中获得十二米纳的收益;但他们自己却申报在十年内这些工匠未给我带来任何收益,甚至连微不足道的一点都没有,反而此人还申报了将近一千德拉克马的费用用于他们身上;他竟无耻到了这种地步。
§25αὐτοὺς δὲ τοὺς ἀνθρώπους, εἰς οὓς ταῦτʼ ἀνηλωκέναι φησίν, οὐδαμοῦ μοι παραδεδώκασιν, ἀλλὰ πάντων κενότατον λόγον λέγουσιν, ὡς ὁ ὑποθεὶς τῷ πατρὶ τἀνδράποδα πονηρότατος ἀνθρώπων ἐστὶν καὶ ἐράνους τε λέλοιπε πλείστους καὶ ὑπέρχρεως γέγονε, καὶ τούτων οὐκ ὀλίγους κεκλήκασι κατʼ ἐκείνου μάρτυρας.
然而,他声称在其身上花了这些开支的工匠本人,他们从未向我交出,只是在说一个最空洞无物的借口:即把这些奴隶抵押给我父亲的那个人是人类中最卑劣的恶棍,他拖欠了极多合伙集资款(埃拉诺斯),债台高筑,他们还为此召集了不少针对该人的证人。
τὰ δʼ ἀνδράποδʼ ὅστις ἐστὶν ὁ λαβών, ἢ πῶς ἐκ τῆς οἰκίας ἐξῆλθεν, ἢ τίς ἀφείλετο, ἢ πρὸς τίνα δίκην ἥττηνται περὶ αὐτῶν, οὐκ ἔχουσιν εἰπεῖν.
但是,究竟是谁领走了这些奴隶,或者他们是如何离开那栋房子的,或者谁把他们夺走的,或者在什么诉讼中他们因这些奴隶而败诉,他们却根本说不上来。
§26καίτοι εἴ τι ἔλεγον ὑγιές, οὐκ ἂν κατὰ τῆς ἐκείνου πονηρίας παρείχοντο μάρτυρας, ἧς οὐδέν μοι προσήκει φροντίζειν, ἀλλὰ τούτων ἂν ἀντελαμβάνοντο καὶ τοὺς λαβόντας ἀπεδείκνυσαν καὶ οὐδὲν ἂν αὐτῶν παρέλειπον.
然而,如果他们说的是真话,他们就不会提供关于那个人的卑劣品行的证人(这根本不关我的事),而是会主张这些奴隶的权利,指明是谁领走了他们,绝不会对此有任何遗漏。
νῦν δʼ ὠμότατʼ ἀνθρώπων, ὁμολογοῦντες καταλειφθῆναι καὶ λαβόντες ὡς αὑτοὺς καὶ καρπωσάμενοι δέκʼ ἔτη τοὺς ἀνθρώπους, ἄρδην ὅλον τὸ ἐργαστήριον ἀφανίζουσι.
但现在,作为最冷酷无情的人,他们虽然承认工匠被遗留下来,且将其收归己有,并享受了他们十年的收益,却彻底将整个作坊隐匿得无影无踪。
καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας καὶ ἀναγίγνωσκε.
为了证明我所言属实,请拿取证词并予以宣读。
ΜΑΡΤΥΡΙΑΙ. §27ὅτι τοίνυν οὐκ ἄπορος ἦν ὁ Μοιριάδης, οὐδʼ ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδʼ ἠλιθίως συμβεβλημένον, μεγίστῳ τεκμηρίῳ γνώσεσθε· λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον, ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε, καὶ δέον αὐτόν, εἰ καί τις ἄλλος ἐβούλετʼ εἰς ταῦτα συμβαλεῖν, τοῦτον διακωλύειν ἐπίτροπόν γʼ ὄντα, αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν, ἃς ὀρθῶς καὶ δικαίως παρʼ ἐκείνου κεκομίσθαι ὡμολόγηκεν.
ΜΑΡΤΥΡΙΑΙ. 因此,莫伊里亚德并非毫无资产,我父亲就这些奴隶与他签订这一契约也并非愚蠢之举,你们将通过最大的证据得知这一点:因为阿福博斯将这个作坊据为己有,正如你们自己从证人那里听到的一样,而且作为监护人,即使有其他人想要就这些财产签订契约,他也应当予以阻止,但他自己却以这些奴隶为担保,借给莫伊里亚德五百德拉克马,并且已经承认已从那人处正当且合法地收回了这笔钱。
§28καίτοι πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμʼ ἀπʼ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντʼ ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δʼ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖʼ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμίʼ ἀπορία γέγονεν;
然而,这难道不恶劣吗? 对于先签订契约的我们来说,不仅没有从中获得任何收益,连抵押物本身都丧失了;而对于把钱贷给我们的财产、并在这么长时间内行使权利的他,利息和本金却都从我们的财产中得到了偿还,没有出现任何困难。
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.
诚然,为了证明我所言属实,请拿取证词并予以宣读。
ΜΑΡΤΥΡΙΑ. §29σκέψασθε τοίνυν ὅσον ἀργύριον οὗτοι παρὰ τοὺς κλινοποιοὺς κλέπτουσι, τετταράκοντα μὲν μνᾶς αὐτὸ τὸ ἀρχαῖον, δέκα δʼ ἐτῶν τὸ ἔργον αὐτῶν δύο τάλαντα· δώδεκα γὰρ μνᾶς ἑκάστου τοῦ ἐνιαυτοῦ τὴν πρόσοδον αὐτῶν ἐλάμβανον.
ΜΑΡΤΥΡΙΑ. 那么请看,这些人在这些制作卧榻的工匠身上偷走了多少钱:本金本身为四十米纳,他们十年的收益为两个塔兰同——因为他们每年从工匠身上获得十二米纳的收益。
ἆρα μικρόν τι καὶ ἐξ ἀφανοῦς ποθεν καὶ παραλογίσασθαι.
这难道是从什么不起眼的地方产生的、容易被蒙混过关的微小金额吗?
ῥᾴδιον, ἀλλʼ οὐ φανερῶς οὑτωσὶ μικροῦ δεῖν τρία τάλαντα ταῦτʼ ἀνηρπάκασιν;
不,他们不是这样公然夺走了将近三个塔兰同吗?
ὧν κοινῇ διαπεφορημένων τὸ τρίτον δήπου μέρος παρὰ τούτου μοι προσήκει κεκομίσθαι.
由于这些财产是被共同瓜分的,我理应从这个人身上收回其中的三分之一。
§30καὶ μήν, ὦ ἄνδρες δικασταί, καὶ τὰ περὶ τοῦ ἐλέφαντος καὶ σιδήρου τοῦ καταλειφθέντος παραπλήσιά πως τούτοις πεποιήκασιν· οὐδὲ γὰρ ταῦτʼ ἀποφαίνουσιν.
此外,裁判员诸位,关于遗留下的象牙和铁,他们的所作所为也与这些情况大致相似:因为他们也未申报这些东西。
καίτοι κεκτημένον μὲν τοσούτους κλινοποιούς, κεκτημένον δὲ μαχαιροποιοὺς οὐχ οἷόν τε μὴ οὐχὶ καὶ σίδηρον καὶ ἐλέφαντα καταλιπεῖν, ἀλλʼ ἀνάγκη ταῦτά γʼ ὑπάρχειν· τί γὰρ ἂν ἠργάζοντο τούτων μὴ ὑπαρξάντων.
然而,既然拥有如此多的制作卧榻的工匠,又拥有制作刀具的工匠,就不可能没有留下铁和象牙,这些材料的存在必然是事实;因为如果没有这些材料,他们又怎么能工作呢?