§10καὶ ταῦτα πάνθʼ οὕτω διαφυλάττουσιν οὐδεπώποτʼ οὔθʼ ὑμῖν οὔτε τοῖς προγόνοις μετεμέλησεν.
そして、これらすべてをこのように守り通していることについて、あなたがたにもあなたがたの先祖にも、一度として後悔されたことはありませんでした。
ἔστι γὰρ δημοκρατίας φυλακὴ τῶν μὲν ἐχθρῶν ἢ βουλευομένους ἢ μαχομένους περιεῖναι, τῶν δὲ νόμων ἢ προαιρουμένους ἢ συναναγκαζομένους ἡττᾶσθαι.
というのも、民主政を守ることとは、敵に対しては、謀略によってであれ戦闘によってであれ、これを圧倒することであり、法律に対しては、自発的にであれ強制されてであれ、これに屈することだからです。
καὶ ταῦθʼ ὅτι τοῦτον τὸν τρόπον προσήκει πράττεσθαι, καὶ παρʼ αὐτοῦ τούτου συνωμολόγηται.
そして、これらのことがこのように行われるべきであることは、この男自身によっても合意されているのです。
§11ὅτε γὰρ Ὑπερείδης ἔγραψε, τῶν περὶ Χαιρώνειαν ἀτυχημάτων τοῖς Ἕλλησι γενομένων, καὶ τῆς πόλεως ὑπὲρ αὐτῶν τῶν ἐδαφῶν εἰς κίνδυνον μέγιστον κατακεκλειμένης, εἶναι τοὺς ἀτίμους ἐπιτίμους, ἵνʼ ὁμονοοῦντες ἅπαντες ὑπὲρ τῆς ἐλευθερίας προθύμως ἀγωνίζωνται, ἐάν τις κίνδυνος τηλικοῦτος καταλαμβάνῃ τὴν πόλιν, τούτου τοῦ ψηφίσματος γραφὴν παρανόμων ἀπενέγκας ἠγωνίζετʼ ἐν τῷ δικαστηρίῳ.
というのも、カイロネイアでの不幸がギリシア人に降りかかり、国家が領土そのものを巡って最大の危機に追い込まれていたとき、イペレイデスが、万一これほどの危機が国家を襲うならば、すべての者が自由のために熱意をもって戦うよう、市民権を剥奪された者たちに市民権を回復させるという決議案を提案した際、この男(アリストゲイトン)はこの決議に対して違法告発を提出し、法廷で争ったからです。
§12καίτοι πῶς οὐ δεινὸν εἰς μὲν τὴν τῆς πατρίδος σωτηρίαν μηδενὶ τῶν πολιτῶν Ἀριστογείτονα τουτονὶ συγχωρῆσαι τυχεῖν τῆς ἐπιτιμίας, εἰς δὲ τὴν αὑτοῦ παρανομίαν παρὰ πάντων ὑμῶν ἀξιοῦν λαμβάνειν τὴν αὐτὴν δωρειάν;
それにしても、祖国の救済のためには、市民の誰一人として市民権の回復を得ることをこのアリストゲイトンが許さなかった一方で、彼自身の違法行為のためには、皆さん全員から同じ特権を受け取ることを要求するとは、どうして恐るべきことでないと言えましょうか。
καίτοι πολύ γε νομιμώτερον καὶ δικαιότερον τὸ ψήφισμʼ ἐκεῖνʼ ἦν οὗ σὺ νῦν ἀξιοῖς ψηφίσασθαί σοι τουτουσί.
しかしながら、あの決議案は、あなたが今、この人々(陪審員)にあなたのために議決するよう求めていることよりも、はるかに合法で公正なものでした。
§13τὸ μὲν γὰρ ἴσον καὶ κοινὸν ἅπασι τοῖς πολίταις ἦν, τὸ δʼ ἄνισον καὶ σοὶ μόνῳ τῶν ἐν τῇ πόλει τὴν πλεονεξίαν κατασκευάζον·
なぜなら、前者はすべての市民にとって平等で共通のものであったのに対し、後者は不平等であり、市内のあなた一人にだけ独占的な利益をもたらすものだからです。
καὶ τὸ μὲν ὑπὲρ τοῦ μὴ γενέσθαι τὴν εἰρήνην ἐφʼ ᾧ θʼ ἕνα κύριον τῆς ὅλης πολιτείας καταστῆναι, τὸ δʼ ὑπὲρ τοῦ τὰ τουτωνὶ δόγματα καὶ νόμιμα ἐκ παλαιοῦ παραδοθένθʼ ὑπὸ τῶν προγόνων σοὶ μόνῳ δεδόσθαι ἐξουσίαν ἀδεῶς παραβαίνοντι καὶ πράττοντι ὅ τι ἂν βουληθῇς.
また、前者は、一人の者が国制全体の支配者となるという条件で平和が結ばれることを防ぐためのものであったのに対し、後者は、先祖から古くから伝えられたこの人々(市民)の決定や慣習を犠牲にして、あなた一人にだけ、何ら恐れることなくこれを侵し、望むことを行う権限を与えるためのものだからです。
§14ἡδέως δʼ ἂν ἔγωγʼ αὐτὸν ἐρωτήσαιμι πότερʼ ἔννομον καὶ δικαίαν ἐποιήσατο τοῦ ψηφίσματος τὴν γραφὴν ἢ τοὐναντίον ἄδικον καὶ παράνομον.
私は彼に、あの決議に対する違法告発を、合法で公正なものとして行ったのか、それとも逆に不公正で違法なものとして行ったのか、喜んで尋ねたいものです。
εἰ μὲν γὰρ ἀσύμφερον καὶ τῷ δήμῳ βλαβεράν, διʼ αὐτὸ τοῦτο δικαίως ἂν ἀποθάνοι·
なぜなら、もしその告発が不利益で民衆に有害なものであったなら、まさにそのために彼は当然死罪に処されるべきだからです。
εἰ δὲ συμφέρουσαν καὶ τοῖς πολλοῖς ὠφέλιμον, διὰ τί νῦν τἀναντίʼ οἷς αὐτὸς ἔγραψας ψηφίζεσθαι τούτους ἀξιοῖς;
しかし、もし有益で大衆に役立つものであったなら、なぜ今、あなた自身が書いたことと反対のことを、この人々が議決するよう求めるのですか。
ἀλλʼ οὔτʼ ἐκεῖνα δίκαια οὔτε ταῦτʼ ἔννομʼ οὐδὲ συμφέροντʼ ἐστὶν ὑμῖν.
しかし、あれらのことも公正ではなく、これらのこともあなたがたにとって合法でも有益でもありません。
§15ὁρῶ δʼ ὑμᾶς ἔγωγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτην ἔχοντας τὴν γνώμην καὶ περὶ ὑμῶν αὐτῶν·
アテナイの皆さん、私は皆さんが、ご自身についてもこのような考えを持っているのを目にしています。
πολλὰς γὰρ ἐνδείξεις ἤδη κατεψηφίσασθʼ ἰδιωτῶν ἀνθρώπων.
というのも、皆さんはすでに、私人に対する多くの告発において有罪判決を下してきたからです。
καίτοι πῶς οὐ δεινὸν ἐφʼ ὑμῶν μὲν αὐτῶν ἐξετάζεσθαι ἀκριβῶς τοὺς νόμους, ἐπὶ δὲ τῶν περιεργαζομένων τι καὶ κοινῇ πάντας ἐνοχλούντων καὶ προσποιουμένων ὑπὲρ τοὺς ἄλλους εἶναι ῥᾳθύμως οὕτως ἔχειν;
それにしても、ご自身については厳格に法律が吟味される一方で、お節介を焼き、共同体全体を煩わせ、他者より優れているかのように装う者たちについては、これほど無関心でいるとは、どうして恐るべきことでないと言えましょうか。
§16οὐ γὰρ δή τινες ὑμῶν οὕτως ἔχουσιν, ὡς προσῆκον μὲν ταῦθʼ οὕτως ἔχειν ὡς ἐγὼ λέγω, διὰ δὲ τὴν ἐπιείκειαν τὴν Ἀριστογείτονος καὶ τὸ χρήσιμον αὐτὸν ὑμῖν εἶναι παροπτέον τι καὶ παρανομοῦντʼ αὐτόν.
まさか、皆さんのうちの誰かが次のように考えているわけではないでしょう。 すなわち、事態が私の言う通りであるべきなのは当然だが、アリストゲイトンの温厚さや、彼が皆さんに役立つ存在であるという理由から、彼が違法行為を行っているとしても多少のことは見逃してやるべきだ、などと。
ὅτι μὲν γὰρ πονηρὸς καὶ τὸν τρόπον δεινῶς ἄδικος, ἱκανῶς ὑμῖν, ὡς ἔγωγʼ οἶμαι, ἐκ τῶν προειρημένων Λυκοῦργος ἐπιδέδειχεν·
なぜなら、彼が邪悪であり、その性格が恐ろしく不当であることは、私の考えるところ、先ほどの弁論からリュクルゴスが十分に皆さんに示したからです。
ὅτι δʼ οὐδὲ χρήσιμος, ἐξ αὐτῶν τῶν πολιτευμάτων ἄν τις αὐτοῦ θεωρήσειεν.
また、彼がまったく役に立たない存在であることも、彼自身の政治活動そのものから観察できるでしょう。
§17τίνα γὰρ παραγαγὼν εἰς τὸ δικαστήριον, ὧν ᾐτιᾶτο, τούτων καὶ ᾕρηκεν;
なぜなら、彼が告発した者のうち、誰を法廷に引き出して有罪にしたというのでしょうか。
ἢ ποῖον πόρον ὑμῖν πεπόρικεν;
あるいは、皆さんにどのような財源をもたらしたというのでしょうか。
ἢ τί ψήφισμα γέγραφεν ᾧ πεισθέντες ὑμεῖς οὐ πάλιν μετανοῆσαι προείλεσθε;
あるいは、どのような決議案を起草し、皆さんがそれに従って後から悔い改めることを選ばずに済んだというのでしょうか。
καὶ γὰρ ταῦτα·
実のところ、こういうことなのです。
οὕτω σκαιός ἐστι καὶ βάρβαρος τὸν τρόπον ὥστε, ὅταν ὑμᾶς ἴδῃ πρός τινας ὀργισθέντας τι καὶ μᾶλλον τοῦ δέοντος παροξυνθέντας, τηνικαῦτα παρὰ τὴν ὀργὴν ὑμῶν τὰ βουλήματα λαβὼν τοῖς καιροῖς ἐναντιοῦται.
彼の性格は非常に不器用で野蛮であるため、皆さんが誰かに対して激しく怒り、必要以上に憤慨しているのを見ると、その瞬間に、皆さんの怒りに乗じて皆さんの意図を誘導し、好機に逆行した行動をとるのです。
§18δεῖ δὲ τὸν πολιτευόμενον ὑπὲρ ὑμῶν οὐχὶ τοῖς ἐξαίφνης μετʼ ὀργῆς πάθεσιν ὑμῖν συμπίπτουσιν ἐπακολουθεῖν, ἀλλὰ τοῖς λογισμοῖς καὶ τοῖς πράγμασι καὶ τοῖς ὑπάρχουσι καιροῖς·
しかし、皆さんのために政治活動を行う者は、突発的な怒りとともに湧き起こる感情に従うべきではなく、熟慮と事実、そして直面している好機に従うべきです。
τὰ μὲν γὰρ ταχὺ μεταπίπτειν εἴθισται, τὰ δὲ διαμένειν καὶ πλείω χρόνον ὑπάρχειν·
なぜなら、前者は急速に移り変わるのが常であるのに対し、後者は長続きし、より長い時間持続するものだからです。
ὧν οὗτος οὐδὲν ἐνθυμούμενος ἐλέγχει τἀπόρρητα τῆς πολιτείας, ὥστε ταὔτʼ ἀναγκάζεσθαι καὶ κύρια καὶ πάλιν ἄκυρα ποιεῖν.
この男はこれらをまったく考慮せず、国制の機密を暴き出し、その結果、皆さんは同じ事柄を一度は有効にし、再び無効にせざるを得なくなっているのです。
§19ἀλλʼ ἴσως ὅτι πρὸς ἅπαντας ἀεὶ προαιρεῖται λοιδορεῖσθαι καὶ διαβοᾶσθαι καὶ μέμφεσθαι τὰ λεγόμενα, διὰ ταῦτα περιποιῆσαι νῦν αὐτὸν ἁρμόττει.
しかし、もしかしたら、彼が常にすべての人を罵倒し、大声で非難し、語られたことに不平を言うことを好むからという理由で、今彼を救うのが相応しいとでも言うのでしょうか。
ἀλλὰ ταῦτά γε νὴ τὴν Ἀθηνᾶν ὄνειδός ἐστιν, ἄνδρες δικασταί, τῇ πόλει γιγνόμενʼ ἐπὶ τοῦ βήματος, καὶ διὰ τὰς τούτων ἀπονοίας ἐπονείδιστον ἤδη τὸ πολιτεύεσθαι παρὰ τοῖς ἐπιεικέσιν ὑμῶν ἐστιν.
しかし、陪審員の皆さん、アテナにかけて、演壇の上でこのようなことが国家に生じるのは恥辱であり、彼らの狂気のために、皆さんのうちの良識ある人々の間では、政治に携わることがすでに不名誉なこととなっているのです。
εἰ δʼ οὖν τινι τοῦθʼ ὑμῶν ἐν ἡδονῇ συμβέβηκεν, οὐκ ἀπορήσετε τῶν τοιαῦτα ποιησόντων, ἐπεὶ καὶ νῦν μεστὸν τὸ βῆμʼ ἐστίν.
仮に皆さんのうちの誰かにとってこれが快楽となっているとしても、そのようなことを行う者たちに事欠くことはないでしょう。 なぜなら、今でも演壇は彼らで満ちているからです。
οὐ γὰρ ἐπιτιμᾶν τοῖς συμβεβουλευμένοις χαλεπόν, ἀλλὰ συμβουλεῦσαι καὶ πεῖσαί τι τῶν δεόντων ὑμᾶς ψηφίσασθαι.
なぜなら、提案された助言を批判することは難しくありませんが、有益な助言を行い、皆さんに必要なことを議決するよう説得することは困難だからです。