Humanitext Reader

狄摩西尼 · 控诉阿里斯托格同二 §10-19

起诉尤佩里德斯的矛盾与政治危害

第 2 段,共 3 段 · 希腊语

内容简介

演说者通过援引阿里斯托革同过去起诉尤佩里德斯救国法令的往事,指出其自我矛盾,并论证其政治活动对国家百害而无一利。

§10καὶ ταῦτα πάνθʼ οὕτω διαφυλάττουσιν οὐδεπώποτʼ οὔθʼ ὑμῖν οὔτε τοῖς προγόνοις μετεμέλησεν.
而如此固守所有这一切,无论是你们还是你们的先祖都从未后悔过。
ἔστι γὰρ δημοκρατίας φυλακὴ τῶν μὲν ἐχθρῶν ἢ βουλευομένους ἢ μαχομένους περιεῖναι, τῶν δὲ νόμων ἢ προαιρουμένους ἢ συναναγκαζομένους ἡττᾶσθαι.
因为民主制的防卫,在于对敌人或是通过谋划或是通过战斗来予以压倒,而对法律或是出于自愿或是迫于无奈来予以顺从。
καὶ ταῦθʼ ὅτι τοῦτον τὸν τρόπον προσήκει πράττεσθαι, καὶ παρʼ αὐτοῦ τούτου συνωμολόγηται.
而这些事情应当以这种方式进行,也得到了他本人的赞同。
§11ὅτε γὰρ Ὑπερείδης ἔγραψε, τῶν περὶ Χαιρώνειαν ἀτυχημάτων τοῖς Ἕλλησι γενομένων, καὶ τῆς πόλεως ὑπὲρ αὐτῶν τῶν ἐδαφῶν εἰς κίνδυνον μέγιστον κατακεκλειμένης, εἶναι τοὺς ἀτίμους ἐπιτίμους, ἵνʼ ὁμονοοῦντες ἅπαντες ὑπὲρ τῆς ἐλευθερίας προθύμως ἀγωνίζωνται, ἐάν τις κίνδυνος τηλικοῦτος καταλαμβάνῃ τὴν πόλιν, τούτου τοῦ ψηφίσματος γραφὴν παρανόμων ἀπενέγκας ἠγωνίζετʼ ἐν τῷ δικαστηρίῳ.
因为当希腊人在喀罗尼亚遭遇不幸,城邦为其领土本身而陷入极大的危险之中时,尤佩里德斯曾提议,若有如此重大的危险降临城邦,应当恢复被剥夺公民权者的公民权,以便所有人能齐心协力、热忱地为自由而战;而这个男人(阿里斯托革同)却对该法令提出了违宪起诉,并在法廷上进行了抗辩。
§12καίτοι πῶς οὐ δεινὸν εἰς μὲν τὴν τῆς πατρίδος σωτηρίαν μηδενὶ τῶν πολιτῶν Ἀριστογείτονα τουτονὶ συγχωρῆσαι τυχεῖν τῆς ἐπιτιμίας, εἰς δὲ τὴν αὑτοῦ παρανομίαν παρὰ πάντων ὑμῶν ἀξιοῦν λαμβάνειν τὴν αὐτὴν δωρειάν;
然而,为了祖国的拯救,这个阿里斯托革同不容许任何公民获得公民权的恢复,而为了他自己的违法行为,却要求从你们所有人那里获得同样的恩赐,这难道不是很可怕吗?
καίτοι πολύ γε νομιμώτερον καὶ δικαιότερον τὸ ψήφισμʼ ἐκεῖνʼ ἦν οὗ σὺ νῦν ἀξιοῖς ψηφίσασθαί σοι τουτουσί.
然而,那一法令比你现在要求这些人为你投票通过的事情,要合法和公正得多。
§13τὸ μὲν γὰρ ἴσον καὶ κοινὸν ἅπασι τοῖς πολίταις ἦν, τὸ δʼ ἄνισον καὶ σοὶ μόνῳ τῶν ἐν τῇ πόλει τὴν πλεονεξίαν κατασκευάζον· καὶ τὸ μὲν ὑπὲρ τοῦ μὴ γενέσθαι τὴν εἰρήνην ἐφʼ ᾧ θʼ ἕνα κύριον τῆς ὅλης πολιτείας καταστῆναι, τὸ δʼ ὑπὲρ τοῦ τὰ τουτωνὶ δόγματα καὶ νόμιμα ἐκ παλαιοῦ παραδοθένθʼ ὑπὸ τῶν προγόνων σοὶ μόνῳ δεδόσθαι ἐξουσίαν ἀδεῶς παραβαίνοντι καὶ πράττοντι ὅ τι ἂν βουληθῇς.
因为前者对所有公民而言是平等且公有的,而后者则是不平等的,且仅为城邦中你一人谋取特权;而且,前者是为了不以一人成为整个政体至高主宰为条件来缔结和平,而后者则是为了使这些人的决定和由先祖世代相传的法律被废弃,从而仅赐予你一人肆无忌惮地加以违反并为所欲为的权力。
§14ἡδέως δʼ ἂν ἔγωγʼ αὐτὸν ἐρωτήσαιμι πότερʼ ἔννομον καὶ δικαίαν ἐποιήσατο τοῦ ψηφίσματος τὴν γραφὴν ἢ τοὐναντίον ἄδικον καὶ παράνομον.
我倒很想问问他,他当时对那一法令的起诉,究竟是合法的、公正的,还是相反,是不公正的、违法的。
εἰ μὲν γὰρ ἀσύμφερον καὶ τῷ δήμῳ βλαβεράν, διʼ αὐτὸ τοῦτο δικαίως ἂν ἀποθάνοι· εἰ δὲ συμφέρουσαν καὶ τοῖς πολλοῖς ὠφέλιμον, διὰ τί νῦν τἀναντίʼ οἷς αὐτὸς ἔγραψας ψηφίζεσθαι τούτους ἀξιοῖς;
因为如果那起诉是不利且对民众有害的,单凭这一点他就该被依法处死;但如果是于国有利、于大众有益的,那你现在为什么又要求这些人投票做出与你亲自写下的诉状相反的判决呢?
ἀλλʼ οὔτʼ ἐκεῖνα δίκαια οὔτε ταῦτʼ ἔννομʼ οὐδὲ συμφέροντʼ ἐστὶν ὑμῖν.
但是,既非先前那些事情是公正的,也非现在这些事情对你们而言是合法或有益的。
§15ὁρῶ δʼ ὑμᾶς ἔγωγʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτην ἔχοντας τὴν γνώμην καὶ περὶ ὑμῶν αὐτῶν· πολλὰς γὰρ ἐνδείξεις ἤδη κατεψηφίσασθʼ ἰδιωτῶν ἀνθρώπων.
雅典的公民们,我看到你们对自己也有着同样的看法;因为你们此前已经对普通人的许多指控做出了有罪判决。
καίτοι πῶς οὐ δεινὸν ἐφʼ ὑμῶν μὲν αὐτῶν ἐξετάζεσθαι ἀκριβῶς τοὺς νόμους, ἐπὶ δὲ τῶν περιεργαζομένων τι καὶ κοινῇ πάντας ἐνοχλούντων καὶ προσποιουμένων ὑπὲρ τοὺς ἄλλους εἶναι ῥᾳθύμως οὕτως ἔχειν;
然而,对你们自己,法律被严格执行,而对那些多管闲事、骚扰所有人并自命不凡、凌驾于他人之上的人,你们却如此漫不经心,这难道不是很可怕吗?
§16οὐ γὰρ δή τινες ὑμῶν οὕτως ἔχουσιν, ὡς προσῆκον μὲν ταῦθʼ οὕτως ἔχειν ὡς ἐγὼ λέγω, διὰ δὲ τὴν ἐπιείκειαν τὴν Ἀριστογείτονος καὶ τὸ χρήσιμον αὐτὸν ὑμῖν εἶναι παροπτέον τι καὶ παρανομοῦντʼ αὐτόν.
因为你们当中绝不会有人这样认为:虽然事情理应如我所说的那样,但由于阿里斯托革同的温厚及其对你们的实用性,即使他违法了也应当予以宽容。
ὅτι μὲν γὰρ πονηρὸς καὶ τὸν τρόπον δεινῶς ἄδικος, ἱκανῶς ὑμῖν, ὡς ἔγωγʼ οἶμαι, ἐκ τῶν προειρημένων Λυκοῦργος ἐπιδέδειχεν· ὅτι δʼ οὐδὲ χρήσιμος, ἐξ αὐτῶν τῶν πολιτευμάτων ἄν τις αὐτοῦ θεωρήσειεν.
因为他的邪恶以及品格上的极不公正,正如我所认为的,吕库古在此前的陈述中已经向你们做了充分的证明;而他甚至毫无用处,人们从他自身的政治活动中就能看得清清楚楚。
§17τίνα γὰρ παραγαγὼν εἰς τὸ δικαστήριον, ὧν ᾐτιᾶτο, τούτων καὶ ᾕρηκεν;
因为在他所指控的人当中,他把谁传唤到了法庭并使之定罪了呢?
ἢ ποῖον πόρον ὑμῖν πεπόρικεν;
或者他为你们开辟过什么财源?
ἢ τί ψήφισμα γέγραφεν ᾧ πεισθέντες ὑμεῖς οὐ πάλιν μετανοῆσαι προείλεσθε; καὶ γὰρ ταῦτα·
又或者他起草过什么法案,使得你们在听信之后没有在事后选择后悔呢?
οὕτω σκαιός ἐστι καὶ βάρβαρος τὸν τρόπον ὥστε, ὅταν ὑμᾶς ἴδῃ πρός τινας ὀργισθέντας τι καὶ μᾶλλον τοῦ δέοντος παροξυνθέντας, τηνικαῦτα παρὰ τὴν ὀργὴν ὑμῶν τὰ βουλήματα λαβὼν τοῖς καιροῖς ἐναντιοῦται.
事实上正是如此:他在性格上是如此粗野和粗鲁,以至于每当看到你们对某些人生气、并且受到了超过必要程度的激怒时,就在那个时刻,他顺应你们的怒火迎合你们的心意,进而与时机背道而驰。
§18δεῖ δὲ τὸν πολιτευόμενον ὑπὲρ ὑμῶν οὐχὶ τοῖς ἐξαίφνης μετʼ ὀργῆς πάθεσιν ὑμῖν συμπίπτουσιν ἐπακολουθεῖν, ἀλλὰ τοῖς λογισμοῖς καὶ τοῖς πράγμασι καὶ τοῖς ὑπάρχουσι καιροῖς· τὰ μὲν γὰρ ταχὺ μεταπίπτειν εἴθισται, τὰ δὲ διαμένειν καὶ πλείω χρόνον ὑπάρχειν· ὧν οὗτος οὐδὲν ἐνθυμούμενος ἐλέγχει τἀπόρρητα τῆς πολιτείας, ὥστε ταὔτʼ ἀναγκάζεσθαι καὶ κύρια καὶ πάλιν ἄκυρα ποιεῖν.
但是,为你们效力的政治家不应该顺从你们突发怒火时所产生的冲动,而应该顺从理性的权衡、事实以及现有的时机;因为前者往往变化迅速,而后者则能持久并存在更长的时间;这个男人对此毫无顾及,泄露了城邦的机密,致使你们不得不对完全相同的事情一会儿确立为有效,一会儿又宣布为无效。
§19ἀλλʼ ἴσως ὅτι πρὸς ἅπαντας ἀεὶ προαιρεῖται λοιδορεῖσθαι καὶ διαβοᾶσθαι καὶ μέμφεσθαι τὰ λεγόμενα, διὰ ταῦτα περιποιῆσαι νῦν αὐτὸν ἁρμόττει.
但也可能,正是因为他总是选择辱骂所有人、大声诽谤并指摘他人的言论,为了这些缘故,现在才适宜去庇护他。
ἀλλὰ ταῦτά γε νὴ τὴν Ἀθηνᾶν ὄνειδός ἐστιν, ἄνδρες δικασταί, τῇ πόλει γιγνόμενʼ ἐπὶ τοῦ βήματος, καὶ διὰ τὰς τούτων ἀπονοίας ἐπονείδιστον ἤδη τὸ πολιτεύεσθαι παρὰ τοῖς ἐπιεικέσιν ὑμῶν ἐστιν.
但是,陪审员们,凭雅典娜发誓,演坛上发生这些事情对城邦而言是耻辱,而且由于这些人的疯狂,在你们那些正派的人当中,参与政治已经成了一件可耻的事。
εἰ δʼ οὖν τινι τοῦθʼ ὑμῶν ἐν ἡδονῇ συμβέβηκεν, οὐκ ἀπορήσετε τῶν τοιαῦτα ποιησόντων, ἐπεὶ καὶ νῦν μεστὸν τὸ βῆμʼ ἐστίν.
即便如果这在你们某些人看来是件乐事,你们也绝不会缺少去做这种事情的人,因为即使是现在,演坛上也早已人满为患。
οὐ γὰρ ἐπιτιμᾶν τοῖς συμβεβουλευμένοις χαλεπόν, ἀλλὰ συμβουλεῦσαι καὶ πεῖσαί τι τῶν δεόντων ὑμᾶς ψηφίσασθαι.
因为指责已有的建言并不困难,困难的是提出建言并说服你们投票通过某些必要的措施。

词汇与语法注释

  1. §10διαφυλάττουσιν — 与格复数现在分词,与前方的代词 ὑμῖν(你们)和名词 τοῖς προγόνοις(先祖)一致。起定语修饰作用,意为“对于如此坚守这一切的你们及先祖而言”。
  2. §10περιεῖναι... ἡττᾶσθαι — 这两个不定式都支配属格。περιεῖναι(战胜)支配 τῶν ἐχθρῶν(敌人),ἡττᾶσθαι(顺从)支配 τῶν νόμων(法律)。宾格分词(βουλευομένους、μαχομένους、προαιρουμένους、συναναγκαζομένους)则作为这些不定式的逻辑主语(即一般公民)。
  3. §13ἐφʼ ᾧ θʼ — ἐφ' ᾧ τε 加上不定式(此处为 καταστῆναι)的结构,表示“在……的条件下”这一条件关系。在此由于受到前文否定小词 μὴ 的影响,表示否定的目的与条件,即“不以一人成为整个政体的主宰为条件”。
  4. §14ἀσύμφερον... συμφέρουσαν — 省略成分的补全。这些是阴性单数宾格的形容词和分词(ἀσύμφερον 作为二尾形容词在此作阴性用),修饰或指代前句中的 τὴν γραφήν(违宪起诉)。因此,句意为“如果[他使该起诉]不利且有害……但如果[使之]有利……”。

引用这一段

狄摩西尼, 控诉阿里斯托格同二 §10-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg026.humanitext-grc2:10-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。