§1ὅτι μὲν τοίνυν καὶ ὀφείλει τῷ δημοσίῳ Ἀριστογείτων οὑτοσὶ καὶ οὐκ ἔστιν ἐπίτιμος, καὶ οἱ νόμοι διαρρήδην ἀπαγορεύουσιν μὴ ἐξεῖναι λέγειν τοῖς τοιούτοις, φανερῶς ἐπιδέδεικται, ὦ ἄνδρες Ἀθηναῖοι.
アテナイの皆さん、アリストゲイトンが国庫に負債を抱え、市民権を剥奪されており、法律がこのような者たちに発言することを明確に禁じていることは、明らかに示されています。
δεῖ δʼ ὑμᾶς ἅπαντας μὲν ἀπείργειν καὶ κωλύειν τοὺς παρανομοῦντας, πολὺ δὲ μάλιστα τοὺς ἐν ταῖς ἀρχαῖς ὄντας καὶ τοὺς πολιτευομένους·
皆さんは法を犯す者を、そして何よりも公職にある者や政治に携わる者たちを、一丸となって阻止し防がねばなりません。
§2διὰ γὰρ τούτους τὰ κοινὰ καὶ βλάπτεσθαι πέφυκεν, ἐὰν ὦσι φαῦλοι, καὶ τὰ μέγιστα πάλιν ὠφελεῖσθαι, ἐὰν ὦσιν ἐπιεικεῖς καὶ θέλωσιν ἐμμένειν τοῖς νόμοις.
なぜなら、このような者たちが不届きであれば国政は本質的に害されますし、逆に彼らが穏健で法律に従おうとするなら、国政は最大の恩恵を受けるからです。
ὡς ἐὰν ἅπαξ δῶτε τοῖς ὑπὲρ τῶν κοινῶν ἐγχειροῦσί τι πράττειν τὸ παρανομεῖν καὶ καταφρονεῖν τῶν ὡρισμένων δικαίων, ἀναγκαῖόν ἐστιν ἅπαντας ἀπολαύειν τοὺς μετέχοντας τῆς πόλεως.
もし一度でも、公的な事柄に関わろうとする者たちに対して、違法行為を働き、定められた権利を軽んじることを許してしまえば、国家に参与するすべての者がその不利益を被らざるを得なくなります。
§3ὥσπερ γὰρ τῶν ἐν ταῖς ναυσὶν ἁμαρτημάτων ἃ συμβαίνει περὶ τοὺς πλοῦς, ὅταν μὲν τῶν ναυτῶν τις ἁμάρτῃ, βραχεῖαν τὴν βλάβην ἤνεγκεν, ὅταν δʼ ὁ κυβερνήτης ἀποσφαλῇ, κοινὴν τὴν ἀτυχίαν ἅπασι τοῖς ἐμπλέουσι παρεσκεύασεν, ὡσαύτως τὰ μὲν τῶν ἰδιωτῶν ἁμαρτήματα οὐκ εἰς τὸ πλῆθος, εἰς δʼ αὐτοὺς ἤνεγκε τὰς βλάβας, τὰ δὲ τῶν ἀρχόντων καὶ πολιτευομένων εἰς ἅπαντας ἀφικνεῖται.
というのも、航海中に船内で起きる過失において、船員の一人が過ちを犯した場合にはその被害は小さくて済みますが、操舵手が誤ちを犯した場合には乗船するすべての人々に共通の不幸をもたらすのと同様に、私人の過失は一般市民にではなく彼ら自身に被害をもたらすのに対し、公職者や政治家の過失はすべての人々に及ぶからです。
§4διὸ καὶ τὰς τιμωρίας ὁ Σόλων τοῖς μὲν ἰδιώταις ἐποίησε βραδείας, ταῖς δʼ ἀρχαῖς καὶ τοῖς δημαγωγοῖς ταχείας, ὑπολαμβάνων τοῖς μὲν ἐνδέχεσθαι καὶ παρὰ τὸν χρόνον τὸ δίκαιον λαβεῖν, τοῖς δʼ οὐκ ἐνεῖναι περιμεῖναι·
だからこそ、ソロンは私人に対する罰は遅くし、公職や民衆指導者に対する罰は速くしたのです。 なぜなら、私人の場合は時間をかけてでも正義を貫くことが可能ですが、公職者らの場合は待つ猶予がないと考えたからです。
τὸ γὰρ τιμωρησόμενον οὐχ ὑπέσται τῆς πολιτείας καταλυθείσης.
国制が崩壊してしまえば、罰を下すべき主体そのものが存在しなくなってしまうからです。
καὶ τούτοις τοῖς δικαίοις οὐδεὶς οὕτως οὔτʼ ἀναιδὴς οὔθʼ ὑπὲρ ὑμᾶς φρονῶν ἐστὶν ὅστις ἀντιλέγειν ἐπιχειρήσει, πλὴν Ἀριστογείτονος τουτουὶ καὶ τῆς τούτου πονηρίας.
この正しい理に反論しようとするほど、恥知らずで、あるいは皆さんを侮る者など、このアリストゲイトンと彼の邪悪さを除けば、一人も存在しません。
ἀλλὰ πάσας καὶ τὰς ἀρχὰς καὶ τοὺς πολιτευομένους εὑρήσομεν, ἐπειδὰν ἅπαξ τι καταγνῶθʼ ὑμεῖς, τούτοις ἐμμένοντας.
しかし、その他のすべての公職者や政治家たちは、皆さんが一度でも何らかの有罪宣告を下せば、これらに従うことがわかります。
§5τοῦτο μὲν γὰρ ὅταν ἀποχειροτονηθῶσι τινες τῶν ἐν ταῖς ἀρχαῖς, παραχρῆμα πέπαυνται ἄρχοντες καὶ τοὺς στεφάνους περιῄρηνται·
一方で、公職にある者たちの何人かが解任されると、ただちに職を解かれ、花冠を剥ぎ取られます。
τοῦτο δʼ ὅσοις τῶν θεσμοθετῶν εἰς Ἄρειον πάγον οὐχ οἷόν τʼ ἐστὶν ἀνελθεῖν, παρέντες τὸ βιάζεσθαι στέργουσιν ταῖς ὑμετέραις γνώσεσι.
他方で、テスモテテスたちのうち、アレイオス・パゴスに登ることが許されなかった者たちは、実力行使をあきらめて、皆さんの決定に甘んじます。
καὶ τοῦτʼ εἰκότως·
それも当然のことです。
ὥσπερ γάρ, ὅταν ἄρχωσι, τοὺς ἰδιώτας οἴονται δεῖν αὑτοῖς πειθαρχεῖν, ὡσαύτως, ὅταν αὐτοὶ ἰδιῶται γένωνται πάλιν, τοῖς τῆς πόλεως ἄρχουσι νόμοις δικαίως ἂν ἀκολουθοῖεν.
なぜなら彼らは、公職にあるときには私人が自分たちに従うべきだとするのと同様に、自分たちが再び私人になったときには、国家を支配する法律に従うのが当然だからです。
§6ἔτι τοίνυν οἱ πολιτευόμενοι πάντες, ἐκ τῶν παλαιῶν εἰ βούλεσθʼ ἀρξάμενοι χρόνων θεωρεῖν, ὡσαύτως φαίνονται εἴκοντες τοῖς ὑμετέροις δικαίοις.
さらに、すべての政治家たちについて、皆さんが望むなら古代の時代から観察を始めるとしても、同様に彼らが皆さんの正義に屈しているのが見られます。
Ἀριστείδην μέν γέ φασιν ὑπὸ τῶν προγόνων μετασταθέντʼ ἐν Αἰγίνῃ διατρίβειν, ἕως ὁ δῆμος αὐτὸν κατεδέξατο, Μιλτιάδην δὲ καὶ Περικλέα ὀφλόντας, τὸν μὲν τριάκοντα, τὸν δὲ πεντήκοντα τάλαντα, ἐκτείσαντας οὕτω δημηγορεῖν.
アリステイデスは、先祖たちによって追放されたのち、民衆が彼を呼び戻すまでアイギナで暮らしたと言われています。 また、ミルティアデスとペリクレスは、それぞれ30タラントン、50タラントンの罰金を科され、それを支払い終えて初めて、民衆の前で演説を行ったのです。
§7ὃ καὶ δεινότατον ἂν εἴη συμβαῖνον, τοὺς μὲν πολλὰ καὶ μεγάλα ποιήσαντας ὑμᾶς ἀγαθὰ μὴ τυχεῖν ταύτης τῆς δωρειᾶς, ὥστε παρὰ τοὺς νόμους τι τοὺς κειμένους ὑμῖν πρᾶξαι, τὸν δὲ μηδὲν μὲν ἀγαθὸν εἰργασμένον, ὑπερπληθῆ δʼ ἐξημαρτηκότα, τοῦτον οὕτω προχείρως φαίνεσθαι καὶ παρὰ τὸ συμφέρον καὶ τὸ δίκαιον ἐξουσίαν παρʼ ὑμῶν τοῦ παρανομεῖν εἰληφότα.
もし、皆さんに数多くの偉大な功績をもたらした者たちが、定められた法律に違反する行為を行うというこの特権を得られなかった一方で、何の功績もなく、過ちばかりを繰り返してきたこの男が、皆さんから、有益さにも正義にも反して、違法行為を行う特権をこれほど容易に得ているように見えるとするなら、これこそ最も恐るべき事態でしょう。
καὶ τί δεῖ λέγειν περὶ τῶν παλαιῶν;
それに、昔の者たちについて語る必要がどこにあるでしょうか。
ἀλλὰ τοὺς ἐφʼ ὑμῶν αὐτῶν ἀναλογίσασθε, εἴ τις οὕτως ἀναιδὴς γέγονεν πώποτε·
皆さんの同時代の者たちを思い起こしてみてください。 これほど恥知らずな者がかつて一人でもいたでしょうか。
οὐδένα γὰρ ἂν εὕροιτε, εἰ βουλήσεσθʼ ἀκριβῶς ἐξετάζειν.
入念に調べるなら、一人も見いだせないでしょう。
§8χωρὶς τοίνυν τούτων, ὅταν τις ψηφίσματος ἢ νόμου γραφὴν ἀπενέγκῃ πρὸς τοὺς θεσμοθέτας, ὁ μὲν νόμος ἢ τὸ ψήφισμʼ ἄκυρόν ἐστιν, ὁ δὲ θεὶς ἢ γράψας οὐδὲν ἀναισχυντεῖ βιαζόμενος, ἀλλʼ ὅ τι ἂν ὑμεῖς ψηφίσησθε, τούτῳ ἐμμένει, κἂν ᾖ πρῶτος τῷ δύνασθαι λέγειν ἢ πράττειν ἐν ὑμῖν.
そのうえ、誰かが決議や法律の違法告発をテスモテテスの前に行うと、その法律や決議は効力を失いますが、提案者や起草者は不当に居丈高になることはなく、皆さんが議決したことに従います。 たとえその者が、皆さんの間で弁舌や行動において第一人者であったとしてもです。
καίτοι πῶς οὐκ ἄτοπον, ἃ μὲν ἅπαντες ὑμεῖς συλλεγέντες ἐψηφίσασθε, διὰ τοὺς νόμους ἄκυρʼ εἶναι, τὴν δʼ Ἀριστογείτονος βούλησιν εἰς τὸ παρανομεῖν κυριωτέραν οἴεσθαι δεῖν τῶν νόμων αὐτῶν καταστῆσαι;
しかしながら、皆さん全員が集まって議決したことが法律によって効力を失う一方で、アリストゲイトンの違法行為への欲望を、法律そのものよりも強力なものとして確立すべきだと考えるのは、どうして奇妙でないと言えるでしょうか。
§9πάλιν τοίνυν ὅταν τις ἐπεξιὼν μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, ἐφʼ οἷς οἱ νόμοι κελεύουσι τὸ λοιπὸν μὴ γράφεσθαι μηδʼ ἀπάγειν μηδʼ ἐφηγεῖσθαι, τὸν αὐτὸν τρόπον παρὰ ταῦτʼ οὐδεὶς οἴεται δεῖν πράττειν τῶν ἐνόχων ὄντων τούτοις τοῖς ἐπιτιμίοις.
また、告訴を行った者が5分の1を得られなかった場合、それ以降、告訴や告発、あるいは引き立てを行うことを法律が禁じていることに対しても、同様に、これらの罰則の適用を受ける者で、これに背いて行動しようとする者は一人もいません。
Ἀριστογείτονι δέ, ὡς ἔοικε, μόνῳ τῶν ἁπάντων οὐδὲν οὔτε δικαστήριον οὔτε νόμος κυριώτερόν ἐστι τῆς αὑτοῦ βουλήσεως.
しかし、アリストゲイトンにだけは、どうやらすべての人の中で唯一、いかなる法廷も法律も、自らの欲望より強力なものとして存在しないかのようです。