§17οὐκοῦν εἰ δεῖ πείθεσθαι ταῖς κοιναῖς ὁμολογίαις, καθάπερ οὗτοί φασιν, ἔκσπονδοι ἡμῖν εἰσιν αὗται αἱ πόλεις αἱ ταῦτα διαπεπραγμέναι.
したがって、もし彼らが言うように、共通の合意に従わねばならないとするならば、これらのことを行った都市は、我々にとって協定から除外された存在です。
εἰ μὲν οὖν δεῖ ἐπικρύπτεσθαι τἀληθῆ, οὐδὲν δεῖ λέγειν ὅτι εἰσὶν αἱ Μακεδονικαί·
もし真実を隠さねばならないなら、それらがマケドニアの都市であると言う必要は全くありません。
εἰ δʼ οὐκ ἀνιᾶσιν οἱ καθʼ ὑμῶν τῷ Μακεδόνι ὑπηρέται προστάττοντες πράττειν τὰ ἐν ταῖς κοιναῖς ὁμολογίαις, πεισθῶμεν αὐτοῖς, ἐπειδὴ τὰ δίκαια λέγουσι, καί, καθάπερ κελεύει ὁ ὅρκος, ἐκσπόνδους αὐτοὺς ποιήσαντες βουλευσώμεθα πῶς δεῖ χρῆσθαι τοῖς δεσποτικῶς καὶ ἀσελγῶς διακειμένοις καὶ διὰ τέλους τὰ μὲν ἐπιβουλεύουσι, τὰ δʼ ἐπιτάττουσι, καὶ καταγελῶσι τῆς κοινῆς εἰρήνης.
しかし、諸君を害してマケドニア人に仕える者たちが、共通の合意にあることを実行せよと命じるのを止めない(緩めない)のであれば、彼らは正しいことを言っているのですから、彼らに従おうではありませんか。 そして誓約が命じているように、彼らを協定から除外した上で、主人のように不遜な態度をとり、常に一方では陰謀を企て他方では命令を下し、共通の平和を嘲笑っている者たちをどのように扱うべきか、審議しようではありませんか。
§18διὰ τί γὰρ οὐ φήσουσιν οὗτοι δεῖν ταῦθʼ οὕτως ἔχειν;
なぜなら、なぜ彼らは、これらのことがそのようでなければならないと言わないのでしょうか。
ἢ ὁμολογίαν τὴν μὲν κατὰ τῆς πόλεως οὖσαν βεβαίαν ἀξιοῦσιν εἶναι, τὴν δὲ σῴζουσαν οὐ συγχωρήσουσιν;
あるいは、国家に不利な合意は有効であることを要求する一方で、国家を救う合意は認めないというのでしょうか。
ἆρα δίκαιον ταῦτα γίγνεσθαι;
このようなことが行われるのは正しいことでしょうか。
κἂν μέν τι ᾖ πρὸς τῶν ἐχθρῶν κατὰ τῆς πόλεως ἐν τοῖς ὅρκοις, τοῦτο μὲν ἰσχυρὸν ἀεὶ ποιήσουσιν· ἐὰν δέ τι ἡμέτερον ᾖ κατʼ ἐκείνων ἅμα δίκαιον καὶ συμφέρον, πρὸς τοῦτο δὲ μαχομένους οὐδέποτε παύσασθαι οἰήσονται δεῖν ἑαυτούς;
そして、もし誓約の中に敵に有利で国家に不利な何かがあるならば、彼らはこれを常に有効にするでしょうが、もし敵に対して我々に有利で、かつ正しく有益な何かがあるならば、これに反対して戦うことを、自分たちは決してやめるべきではないと彼らは考えるのでしょうか。
§19ἵνα δʼ εἰδῆτʼ ἔτι σαφέστερον ὅτι οὐδεὶς ὑμῖν ἐγκαλεῖ ποτε τῶν Ἑλλήνων ὡς ἄρα παρέβητέ τι τῶν κοινῇ ὁμολογηθέντων, ἀλλὰ καὶ χάριν ἕξουσιν ὅτι μόνοι ἐξηλέγξατε τοὺς ταῦτα ποιοῦντας, μικρὰ ἐπιδραμοῦμαι περὶ αὐτῶν πολλῶν ὄντων.
諸君が、ギリシア人の誰も、諸君が共同で合意された事項のどれかを犯したなどと非難することは決してなく、むしろ、このようなことを行っている者たちを諸君だけが弾劾したことに対して感謝さえするであろうことを、いっそうはっきりと知るために、私は、多くある事柄のうちのほんの少しについて、かいつまんで説明しましょう。
ἔστι γὰρ δήπου ἐν ταῖς συνθήκαις τὴν θάλατταν πλεῖν τοὺς μετέχοντας τῆς εἰρήνης, καὶ μηδένα κωλύειν αὐτοὺς μηδὲ κατάγειν πλοῖον μηδενὸς τούτων·
というのも、平和に参加している者たちが海を航行すること、また、それらの者の誰も、彼らを妨げたり船を強制入港させたりしてはならないことが、協定に規定されていることは確実だからです。
ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, πολέμιον εἶναι πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν.
もし誰かがこれに反することを行うならば、その者は平和に参加しているすべての人々にとっての敵であるとされています。
§20οὐκοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐναργέστατα ἑοράκατε τοῦθʼ ὑπὸ τῶν Μακεδόνων γεγενημένον·
それゆえ、アテナイの皆さん、諸君はこのことがマケドニア人によって行われたのを、極めて明白に目撃しました。
εἰς τοῦτο γὰρ ὑπεροψίας ἦλθον ὥστε εἰς Τένεδον ἅπαντα τὰ ἐκ τοῦ Πόντου πλοῖα κατήγαγον, καὶ σκευωρούμενοι περὶ αὐτὰ οὐ πρότερον ἀνεῖσαν, πρὶν ὑμεῖς ἐψηφίσασθε τριήρεις ἑκατὸν πληροῦν καὶ καθέλκειν εὐθὺς τότε, καὶ στρατηγὸν ἐπʼ αὐταῖς ἐτάξατε Μενεσθέα.
というのも、彼らは、ポントスから来るすべての船をテネドスへと連行し、それらを不当に扱い、諸君が当時ただちに百隻の三段櫂船を艤装して進水させることを決議し、その艦隊の指揮官としてメネステウスを任命するまで、決して拿捕をやめないほどの傲慢さに達したからです。
§21πῶς οὖν οὐκ ἄτοπον τοσαῦτα μὲν εἶναι καὶ τηλικαῦτα τὰ ἡμαρτημένʼ ἑτέροις, τοὺς δʼ ἐνταῦθα φίλους αὐτῶν μὴ ἐκείνους ἀποτρέπειν τοὺς παραβαίνοντας, ἀλλʼ ὑμῖν συμβουλεύειν ἐμμένειν τοῖς οὕτως ὠλιγωρημένοις;
そうであるなら、他者による過ちがこれほど多く、また甚大であるにもかかわらず、ここにいる彼らの友人たちが、違反している彼らを制止するのではなく、そのように無視されている協定を遵守するよう諸君に勧告するのは、おかしなことではないでしょうか。
ὥσπερ καὶ τούτου προσγεγραμμένου, τοῖς μὲν ἐξεῖναι πλημμελεῖν, τοῖς δὲ μηδʼ ἀμύνεσθαι.
まるで、一方の者たちには違法行為を行うことが許され、他方の者たちには自衛することさえ許されないということが、協定に追加で記されているかのようにです。
§22πῶς δʼ οὐχ ἅμα τε παρενόμουν ἐκεῖνοι καὶ ἀναίσθητοι ἦσαν, οἵ γε τηλικοῦτον παρέβησαν τῶν ὅρκων, ὃ παρʼ ἐλάχιστον ἐποίησεν αὐτοὺς ἀφαιρεθῆναι δικαίως τὴν κατὰ θάλατταν ἡγεμονίαν;
また、あれほど甚だしく誓約に違反し、その違反のせいで、自分たちの海上での覇権を正当に剥奪される寸前にまで至った彼らは、違法行為を行うと同時に、愚かでもあったのではないでしょうか。
καὶ νῦν ἔτι παραδεδώκασι τοῦτο τὸ δίκαιον ἀνεγκλήτως ἡμῖν, ὅταν βουληθῶμεν πράττειν·
そして今なお、彼らは我々がそれを行使しようと望むときには、非難されることなく我々にこの権利を委ねているのです。
οὐ γὰρ ὅτι ἐπαύσαντʼ ἐξαμαρτάνοντες, ἧττόν τι δήπου παραβεβήκασι τὰς κοινὰς ὁμολογίας.
なぜなら、彼らが過ちを犯すのをやめたからといって、共通の合意に違反したという事実が少しでも軽くなるわけではないからです。
§23ἀλλʼ εὐτυχοῦσιν, ὅτι ἐναποχρῶνται τῇ ὑμετέρᾳ ῥᾳθυμίᾳ τῇ οὐδὲ τῶν δικαίων ἀπολαύειν προαιρουμένῃ.
しかし彼らが幸運なのは、自分たちの権利を享受することさえ望まない、諸君の怠慢を彼らがとことん利用しているからです。
ὃ καὶ ὑβριστικώτατον συμβέβηκεν, εἰ οἱ μὲν ἄλλοι Ἕλληνες καὶ βάρβαροι ἅπαντες τὴν πρὸς ὑμᾶς ἔχθραν φοβοῦνται, οὗτοι δʼ οἱ νεόπλουτοι μόνοι καταφρονεῖν ὑμᾶς ὑμῶν αὐτῶν ἀναγκάζουσι, τὰ μὲν πείθοντες, τὰ δὲ βιαζόμενοι, ὥσπερ ἐν Ἀβδηρίταις ἢ Μαρωνείταις, ἀλλʼ οὐκ ἐν Ἀθηναίοις πολιτευόμενοι.
そしてこれが極めて屈辱的な事態となっているのは、他のすべてのギリシア人や異民族が諸君への敵意を恐れている一方で、これらの成金どもだけが、諸君に自分自身を軽蔑するよう強制し、一方では説得し他方では強制して、まるでアブデラやマロネイアの市民の間で政治を行っているかのようであり、アテナイ市民の間で行っているのではないかのようだからです。