§17οὐκοῦν εἰ δεῖ πείθεσθαι ταῖς κοιναῖς ὁμολογίαις, καθάπερ οὗτοί φασιν, ἔκσπονδοι ἡμῖν εἰσιν αὗται αἱ πόλεις αἱ ταῦτα διαπεπραγμέναι.
因而,如果必须服从共同的协议,正如这些人所说的那样,那么这些实施了上述行为的城市对我们而言就被排除在协定之外。
εἰ μὲν οὖν δεῖ ἐπικρύπτεσθαι τἀληθῆ, οὐδὲν δεῖ λέγειν ὅτι εἰσὶν αἱ Μακεδονικαί· εἰ δʼ οὐκ ἀνιᾶσιν οἱ καθʼ ὑμῶν τῷ Μακεδόνι ὑπηρέται προστάττοντες πράττειν τὰ ἐν ταῖς κοιναῖς ὁμολογίαις, πεισθῶμεν αὐτοῖς, ἐπειδὴ τὰ δίκαια λέγουσι, καί, καθάπερ κελεύει ὁ ὅρκος, ἐκσπόνδους αὐτοὺς ποιήσαντες βουλευσώμεθα πῶς δεῖ χρῆσθαι τοῖς δεσποτικῶς καὶ ἀσελγῶς διακειμένοις καὶ διὰ τέλους τὰ μὲν ἐπιβουλεύουσι, τὰ δʼ ἐπιτάττουσι, καὶ καταγελῶσι τῆς κοινῆς εἰρήνης.
如果确实应当隐瞒真相,那就完全没必要说它们是属于马其顿的城市;但如果那些损害你们、为马其顿人服务的仆役不停止命令我们履行共同协议中的条款,那么就让我们服从他们,因为他们说的是公正的。 并且,让我们按照誓言的命令将他们排除在协定之外,然后审议我们应当如何对待那些态度专横且放肆、始终一方面图谋不轨、另一方面发号施令并嘲弄共同和平的人。
§18διὰ τί γὰρ οὐ φήσουσιν οὗτοι δεῖν ταῦθʼ οὕτως ἔχειν;
因为这些人为什么会说事情不该如此呢?
ἢ ὁμολογίαν τὴν μὲν κατὰ τῆς πόλεως οὖσαν βεβαίαν ἀξιοῦσιν εἶναι, τὴν δὲ σῴζουσαν οὐ συγχωρήσουσιν;
难道他们要求对国家不利的协定必须有效,而能挽救国家的协定却不予承认吗?
ἆρα δίκαιον ταῦτα γίγνεσθαι;
难道这样做是公正的吗?
κἂν μέν τι ᾖ πρὸς τῶν ἐχθρῶν κατὰ τῆς πόλεως ἐν τοῖς ὅρκοις, τοῦτο μὲν ἰσχυρὸν ἀεὶ ποιήσουσιν· ἐὰν δέ τι ἡμέτερον ᾖ κατʼ ἐκείνων ἅμα δίκαιον καὶ συμφέρον, πρὸς τοῦτο δὲ μαχομένους οὐδέποτε παύσασθαι οἰήσονται δεῖν ἑαυτούς;
如果誓言中有任何有利于敌人、不利于国家的内容,他们就会使其永远有效;但如果有任何有利于我们、对付他们,并且既公正又有利的内容,难道他们认为自己绝不应该停止反对它吗?
§19ἵνα δʼ εἰδῆτʼ ἔτι σαφέστερον ὅτι οὐδεὶς ὑμῖν ἐγκαλεῖ ποτε τῶν Ἑλλήνων ὡς ἄρα παρέβητέ τι τῶν κοινῇ ὁμολογηθέντων, ἀλλὰ καὶ χάριν ἕξουσιν ὅτι μόνοι ἐξηλέγξατε τοὺς ταῦτα ποιοῦντας, μικρὰ ἐπιδραμοῦμαι περὶ αὐτῶν πολλῶν ὄντων.
为了让你们更加清楚地知道,希腊人绝不会指责你们违反了任何共同达成的协议,反而会感激你们独自揭露了做出这些行为的人,尽管事实很多,但我将简要地列举一下。
ἔστι γὰρ δήπου ἐν ταῖς συνθήκαις τὴν θάλατταν πλεῖν τοὺς μετέχοντας τῆς εἰρήνης, καὶ μηδένα κωλύειν αὐτοὺς μηδὲ κατάγειν πλοῖον μηδενὸς τούτων· ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, πολέμιον εἶναι πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν.
因为协定中确实规定,参与和平的人可以航海,任何人不得阻拦他们,也不得扣留他们中任何人的船只;如果有人违反这些规定,他将成为所有参与和平者的公敌。
§20οὐκοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐναργέστατα ἑοράκατε τοῦθʼ ὑπὸ τῶν Μακεδόνων γεγενημένον· εἰς τοῦτο γὰρ ὑπεροψίας ἦλθον ὥστε εἰς Τένεδον ἅπαντα τὰ ἐκ τοῦ Πόντου πλοῖα κατήγαγον, καὶ σκευωρούμενοι περὶ αὐτὰ οὐ πρότερον ἀνεῖσαν, πρὶν ὑμεῖς ἐψηφίσασθε τριήρεις ἑκατὸν πληροῦν καὶ καθέλκειν εὐθὺς τότε, καὶ στρατηγὸν ἐπʼ αὐταῖς ἐτάξατε Μενεσθέα.
因此,雅典的公民们,你们极其明白地目睹了马其顿人做出的这种行径;因为他们嚣张到了如此地步,以至于将所有来自黑海的船只连行至特内多斯,并对它们进行百般刁难,直到你们投票决定艤装一百艘三段桨战船并立即下水,且任命梅内斯特乌斯为这支舰队的将军,他们才放行。
§21πῶς οὖν οὐκ ἄτοπον τοσαῦτα μὲν εἶναι καὶ τηλικαῦτα τὰ ἡμαρτημένʼ ἑτέροις, τοὺς δʼ ἐνταῦθα φίλους αὐτῶν μὴ ἐκείνους ἀποτρέπειν τοὺς παραβαίνοντας, ἀλλʼ ὑμῖν συμβουλεύειν ἐμμένειν τοῖς οὕτως ὠλιγωρημένοις;
那么,既然别人的过错如此繁多和严重,而他们在这里的朋友却不劝阻那些违约者,反而建议你们遵守这些如此被轻视的协定,这难道不是很荒谬吗?
ὥσπερ καὶ τούτου προσγεγραμμένου, τοῖς μὲν ἐξεῖναι πλημμελεῖν, τοῖς δὲ μηδʼ ἀμύνεσθαι.
仿佛协定里还额外写着这一条:允许一方犯规,而另一方甚至不能自卫。
§22πῶς δʼ οὐχ ἅμα τε παρενόμουν ἐκεῖνοι καὶ ἀναίσθητοι ἦσαν, οἵ γε τηλικοῦτον παρέβησαν τῶν ὅρκων, ὃ παρʼ ἐλάχιστον ἐποίησεν αὐτοὺς ἀφαιρεθῆναι δικαίως τὴν κατὰ θάλατταν ἡγεμονίαν;
此外,他们既违法又愚蠢,因为他们严重违反了誓言,这险些使他们被公正地剥夺海上霸权。
καὶ νῦν ἔτι παραδεδώκασι τοῦτο τὸ δίκαιον ἀνεγκλήτως ἡμῖν, ὅταν βουληθῶμεν πράττειν· οὐ γὰρ ὅτι ἐπαύσαντʼ ἐξαμαρτάνοντες, ἧττόν τι δήπου παραβεβήκασι τὰς κοινὰς ὁμολογίας.
直到现在,只要我们愿意行使,他们依然将这一权利毫无争议地交给了我们;因为绝不能因为他们停止了犯法,就意味着他们对共同协议的违反程度有所减轻。
§23ἀλλʼ εὐτυχοῦσιν, ὅτι ἐναποχρῶνται τῇ ὑμετέρᾳ ῥᾳθυμίᾳ τῇ οὐδὲ τῶν δικαίων ἀπολαύειν προαιρουμένῃ.
然而他们是幸运的,因为他们充分利用了你们的怠惰——这种甚至不愿享受自身正当权利的怠惰。
ὃ καὶ ὑβριστικώτατον συμβέβηκεν, εἰ οἱ μὲν ἄλλοι Ἕλληνες καὶ βάρβαροι ἅπαντες τὴν πρὸς ὑμᾶς ἔχθραν φοβοῦνται, οὗτοι δʼ οἱ νεόπλουτοι μόνοι καταφρονεῖν ὑμᾶς ὑμῶν αὐτῶν ἀναγκάζουσι, τὰ μὲν πείθοντες, τὰ δὲ βιαζόμενοι, ὥσπερ ἐν Ἀβδηρίταις ἢ Μαρωνείταις, ἀλλʼ οὐκ ἐν Ἀθηναίοις πολιτευόμενοι.
这也造成了极大的侮辱,如果所有其他希腊人和异族都害怕与你们为敌,而唯独这些成金迫使你们轻视自己,他们有时进行劝说,有时进行强迫,仿佛他们是在阿布德拉人或马罗尼亚人之中进行政治活动,而不是在雅典人之中。