Humanitext Reader

デモステネス · 第十七弁論 アレクサンドロスとの盟約について §9-16

ペレネの民主政転覆と協定違反の告発

2 / 4 箇所 · ギリシア語

要旨

弁者は、マケドニア側がペレネの民主政を覆し、協定が禁じる財産没収や追放を行い、武器を持った追放者を送り込むなど、共通の平和の数々の条項に違反している実態を非難する。

§9ἢ νομίζετε τὸν μὲν καιρόν ποτʼ ἰσχύειν καὶ ἄνευ τοῦ δικαίου τὸ συμφέρον πράττειν· νυνὶ δʼ, ὅτʼ εἰς ταὐτὸν τὸ δίκαιον ἅμα καὶ ὁ καιρὸς καὶ τὸ συμφέρον συνδεδράμηκεν, ἄλλον ἄρα τινὰ χρόνον ἀναμενεῖτε τῆς ἰδίας ἐλευθερίας ἅμα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἀντιλαβέσθαι;
あるいは、諸君は、好機というものはかつては正義がなくとも利益をもたらす力を持っていたと考え、しかし今、正義と好機と利益が同時に同じところに集まっているのに、自分自身の自由と同時に、他のギリシア人の自由をも手にするために、別のいかなる時期を待とうというのですか。
§10ἐπʼ ἄλλο δὲ δίκαιον ἔρχομαι τῶν κατὰ τὰς συνθήκας.
私は協定による別の正義の条項へと進みます。
ἔστι γὰρ γεγραμμένον, ἐάν τινες τὰς πολιτείας τὰς παρʼ ἑκάστοις οὔσας, ὅτε τοὺς ὅρκους τοὺς περὶ τῆς εἰρήνης ὤμνυσαν, καταλύωσι, πολεμίους εἶναι πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν.
というのも、もし誰かが、平和に関する誓約を立てた時点でそれぞれの国に存在していた国制を覆すならば、その者は平和に参加しているすべての人々にとっての敵である、と記されているからです。
σκέψασθε δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Ἀχαιοὶ μὲν οἱ ἐν Πελοποννήσῳ ἐδημοκρατοῦντο, τούτων δʼ ἐν Πελλήνῃ νῦν καταλέλυκε τὸν δῆμον ὁ Μακεδὼν ἐκβαλὼν τῶν πολιτῶν τοὺς πλείστους, τὰ δʼ ἐκείνων τοῖς οἰκέταις δέδωκε, Χαίρωνα δὲ τὸν παλαιστὴν τύραννον ἐγκατέστησεν.
アテナイの皆さん、よく考えてみてください。 ペロポネソスにいるアカイア人は民主政を行っていましたが、マケドニア人は現在、彼らのうちペレネの民政を覆し、市民の大部分を追放し、彼らの財産を奴隷たちに与え、格闘家のカイロンを僭主として据えたのです。
§11ἡμεῖς δὲ τῆς εἰρήνης μετέχομεν τῆς προσταττούσης πολεμίους ἡγεῖσθαι τοὺς ταῦτα πράττοντας.
そして私たちは、このようなことを行う者たちを敵とみなすように命じている平和に参加しています。
ἐκ δὴ τούτων πότερα πειθόμεθα τοῖς κοινοῖς προστάγμασι πολεμίοις αὐτοῖς χρώμενοι, ἢ βδελυρεύσεταί τις οὐ φάσκων, τούτων τῶν μισθοφορούντων παρὰ τοῦ Μακεδόνος, τῶν καθʼ ὑμῶν πεπλουτηκότων;
これらを踏まえて、私たちは彼らを敵として扱うことによって共通の命令に従うべきでしょうか、それとも、マケドニア人から報酬を受け取り、諸君を犠牲にして富を築いた者たちのうちの誰かが、それは違うと言って恥知らずな態度をとるでしょうか。
§12οὐ γὰρ δὴ λέληθέ γʼ αὐτοὺς οὐδὲν τούτων·
彼らにこれらのことが全く知られていないわけではありません。
ἀλλʼ εἰς τοῦθʼ ὕβρεως ἥκουσιν ὥστε δορυφορούμενοι τοῖς τοῦ τυράννου στρατοπέδοις ἐν μὲν τοῖς παραβεβασμένοις ὅρκοις ἐμμένειν ὑμῖν διακελεύονται, ὡς καὶ τῆς ἐπιορκίας αὐτοκράτορος ὄντος ἐκείνου, τοὺς δʼ ἰδίους ὑμᾶς νόμους ἀναγκάζουσι λύειν, τοὺς μὲν κεκριμένους ἐν τοῖς δικαστηρίοις ἀφιέντες, ἕτερα δὲ παμπληθῆ τοιαῦτα βιαζόμενοι παρανομεῖν.
しかし、彼らは僭主の軍勢に護衛されつつ、諸君に対して、違反された誓約を遵守するよう勧め、まるで彼が偽誓についても全権を握っているかのようであり、他方で、法廷で裁かれた者たちを放免し、他の多くの同様の違法行為を強要することによって、諸君に自分自身の法律を破るよう強いているのです。
§13εἰκότως·
それも当然です。
τοῖς γὰρ πεπρακόσιν ἑαυτοὺς εἰς τἀναντία τοῖς τῇ πατρίδι συμφέρουσιν οὐκ ἔνι μέλειν νόμων οὐδʼ ὅρκων·
祖国の利益に反して自らを売り渡した者たちにとって、法律や誓約を気にかける余裕などないからです。
τοῖς δʼ ὀνόμασι μόνον αὐτῶν ἀποχρώμενοι παρακρούονται τοὺς παρέργως ἐνταυθὶ ἀλλʼ οὐκ ἐξεταστικῶς ἐκκλησιάζοντας, καὶ νομίζοντας τὴν παραυτίχʼ ἡσυχίαν οὐκ ἔσεσθαί ποτʼ αἰτίαν ταραχῆς ἀτόπου.
彼らはただその名前だけを悪用して、ここで吟味することなく適当に会議に参加し、目先の平穏が将来異様な混乱の原因になることはないと信じている人々を欺いているのです。
§14κελεύω δʼ ἔγωγε, καθάπερ ἐν ἀρχῇ προεῖπον, πείθεσθαι τούτοις τοῖς φάσκουσι δεῖν ἐν ταῖς κοιναῖς ὁμολογίαις ἐμμένειν, εἰ μὴ ἐκεῖνο νομίζουσιν, ὅταν μὲν λέγωσιν ὡς ἐμμενετέον τοῖς ὅρκοις, οὐ λέγειν αὐτοὺς τὸ μηδὲν ἀδικεῖσθαι, οὐδένα δʼ οἴονται αἰσθήσεσθαι, τυραννίδων ἀντὶ δημοκρατιῶν καθισταμένων καὶ τῶν πολιτειῶν καταλυομένων.
しかし私は、最初に述べたように、共通の合意を遵守すべきだと主張するこれらの人々に従うことを勧めます。 ただし、もし彼らが次のように考えていないのであればですが。 すなわち、誓約を守るべきだと言うとき、自分たちが何の不正も受けてはならないと言っているのではなく、また、民主政の代わりに僭主政が確立され、国制が転覆されていることに誰も気づかないだろうと思っているのではない、というのであればです。
§15τὸ δʼ ἔτι καταγελαστότερον·
さらに馬鹿げていることがあります。
ἔστι γὰρ ἐν ταῖς συνθήκαις ἐπιμελεῖσθαι τοὺς συνεδρεύοντας καὶ τοὺς ἐπὶ τῇ κοινῇ φυλακῇ τεταγμένους ὅπως ἐν ταῖς κοινωνούσαις πόλεσι τῆς εἰρήνης μὴ γίγνωνται θάνατοι καὶ φυγαὶ παρὰ τοὺς κειμένους ταῖς πόλεσι νόμους, μηδὲ χρημάτων δημεύσεις, μηδὲ γῆς ἀναδασμοί, μηδὲ χρεῶν ἀποκοπαί, μηδὲ δούλων ἀπελευθερώσεις ἐπὶ νεωτερισμῷ.
協定には、評議員たちと共同の守備を任された者たちが、平和を共有する都市において、都市に制定された法律に反する処刑や追放、財産の没収、土地の再分配、負債の帳消し、革命のための奴隷解放が行われないように配慮することが定められています。
οἱ δὲ τοσούτου δέουσι τούτων τι κωλύειν ὥστε καὶ συγκατασκευάζουσιν·
それなのに、彼らはこれらのことを防ぐどころか、むしろそれらを共同で引き起こしているのです。
οὓς πῶς οὐ προσήκει ἀπολωλέναι;
これほど甚大な災厄を諸都市にもたらしている彼らが、滅ぼされるのが当然ではないでしょうか。
οἳ τηλικαύτας συμφορὰς παρασκευάζουσιν ἐν ταῖς πόλεσιν, ἃς διὰ τὸ μέγεθος αὐτοῖς τοσούτοις οὖσι μὴ περιορᾶν ἐπέταξαν.
その災厄の甚大さゆえに、協定はこれほど多くの役職を担う彼ら自身に対して、それを見過ごしてはならないと命じたのです。
§16ἔτι δʼ ἕτερον δείξω τὸ λελυκὸς τὰς συνθήκας.
さらに、協定を破棄した別の事実を示しましょう。
ἔστι γὰρ γεγραμμένον, ἐκ τῶν πόλεων τῶν κοινωνουσῶν τῆς εἰρήνης μὴ ἐξεῖναι φυγάδας ὁρμήσαντας ὅπλʼ ἐπιφέρειν ἐπὶ πολέμῳ ἐπὶ μηδεμίαν πόλιν τῶν μετεχουσῶν τῆς εἰρήνης·
平和を共有する都市から、追放者たちが武器を手に出撃して、平和に参加しているいかなる都市に対しても戦争を仕掛けてはならない。
εἰ δὲ μή, ἔκσπονδον εἶναι τὴν πόλιν ἐξ ἧς ἂν ὁρμήσωσιν.
もしそうしたなら、彼らが出撃した元の都市は協定から除外される、と記されているからです。
οὕτω τοίνυν ῥᾳδίως ἐπήνεγκε τὰ ὅπλʼ ὁ Μακεδὼν ὥστʼ οὐδὲ κατέθετο πώποτε, ἀλλʼ ἔτι καὶ νῦν ἔχων περιέρχεται καθʼ ὅσον δύναται, καὶ τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον, ὅσῳ ἐκ προστάγματος ἄλλους θʼ ἑτέρωσε καὶ τὸν παιδοτρίβην εἰς Σικυῶνα κατήγαγεν.
しかし、マケドニア人は極めて容易に武器を持ち出し、それを一度も置くことなく、今でもなおそれを手にしたまま可能な限り徘徊しています。 そして、命令によって他の人々を他の場所へ、また体育教師をシキオンへと帰還させた今となっては、以前よりもいっそうその傾向が強いのです。

語釈・文法注

  1. §9τῆς ἰδίας ἐλευθερίας ἅμα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἀντιλαβέσθαι — 動詞 ἀντιλαμβάνομαι は中動態で「(属格)をしっかりと掴む、獲得する、擁護する」という意味になり、ここでは属格 τῆς ἰδίας ἐλευθερίας および τῆς τῶν ἄλλων Ἑλλήνων(ἐλευθερίας の省略)を支配している。
  2. §10ἔστι γὰρ γεγραμμένον... πολεμίους εἶναι — 非人称表現 ἔστι γεγραμμένον(〜と書かれている)の主語として、条件節 ἐάν τινες... καταλύωσι を伴った対格不定詞句 πολεμίους εἶναι(彼らが敵であることを意味する)が続いている。
  3. §12ὡς καὶ τῆς ἐπιορκίας αὐτοκράτορος ὄντος ἐκείνου — 接続詞 ὡς(〜であるかのように、〜という名目で)を伴った属格絶対(τῆς ἐπιορκίας αὐτοκράτορος ὄντος ἐκείνου)であり、主観的な理由や見做しを表す。
  4. §14εἰ μὴ ἐκεῖνο νομίζουσιν, ὅταν μὲν λέγωσιν ὡς ἐμμενετέον τοῖς ὅρκοις, οὐ λέγειν αὐτοὺς τὸ μηδὲν ἀδικεῖσθαι, οὐδένα δʼ οἴονται αἰσθήσεσθαι — 全体として「彼らが次の2点(οὐ λέγειν... および οὐδένα... αἰσθήσεσθαι)を考えているのでない限りは」という二重の条件・否定的な構文である。νομίζουσιν の目的語としての ἐκεῖνο(それ)が、続く2つの不定詞節によって説明されている。親マケドニア派の主張の論理的矛盾を突くためのアイロニカルな表現。
  5. §15οἱ δὲ τοσούτου δέουσι τούτων τι κωλύειν — 慣用表現 τοσούτου δέω(〜から程遠い)に不定詞 κωλύειν(防ぐこと)が続いた形。直訳すると「彼らはこれらを防ぐことからこれほど遠く離れている」となり、「防ぐどころかむしろ〜」という意味を表す。

この箇所を引用する

デモステネス, 第十七弁論 アレクサンドロスとの盟約について §9-16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg017.humanitext-grc2:9-16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。