§9ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω τὸν μὲν πόλεμον τὸν πρὸς βασιλέα χαλεπὸν τῇ πόλει, τὸν δʼ ἀγῶνα τὸν ἐκ τοῦ πολέμου ῥᾴδιον ἂν συμβῆναι.
アテナイの諸君、私は王に対する戦争そのものは都市にとって困難であるが、戦争から生じる決戦は容易なものになり得ると考えている。
διὰ τί;
なぜか。
ὅτι τοὺς μὲν πολέμους ἅπαντας ἀναγκαίως ἡγοῦμαι τριήρων καὶ χρημάτων καὶ τόπων δεῖσθαι, ταῦτα δὲ πάντʼ ἀφθονώτερʼ ἐκεῖνον ἔχονθʼ ἡμῶν εὑρίσκω·
すべての戦争は、必然的に三段櫂船と資金と拠点を必要とするが、これらすべてにおいて、あの王が我々よりも豊富に有しているのを私は見出すからである。
τοὺς δʼ ἀγῶνας οὐδενὸς οὕτω τῶν ἄλλων ὁρῶ δεομένους ὡς ἀνδρῶν ἀγαθῶν, τούτους δʼ ἡμῖν καὶ τοῖς μεθʼ ἡμῶν κινδυνεύουσι πλείους ὑπάρχειν νομίζω.
他方で、決戦は何よりも勇敢な戦士たちを必要とするものであり、そのような戦士たちは、我々と、我々とともに危険に立ち向かう者たちに、より多く存在していると私は考えるからである。
§10τὸν μὲν δὴ πόλεμον διὰ ταῦτα παραινῶ μηδʼ ἐξ ἑνὸς τρόπου προτέρους ἀνελέσθαι, ἐπὶ δὲ τὸν ἀγῶνα ὀρθῶς φημι παρεσκευασμένους ὑπάρχειν χρῆναι.
したがって、こうした理由から、私は戦争をいかなる方法によっても我々から先に始めることのないよう勧め、決戦に対しては正しく準備を整えておくべきであると主張する。
εἰ μὲν οὖν ἕτερος μὲν ἦν τις τρόπος δυνάμεως ᾗ τοὺς βαρβάρους οἷόν τʼ ἦν ἀμύνασθαι, ἕτερος δέ τις ᾗ τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθʼ ἀντιταττόμενοι·
もしも、野蛮人を退けることができる軍事力の方法と、ギリシア人を退けることができる方法とが別個のものであるならば、おそらく我々があの王に対抗して公然と立ち向かうことも当然であったろう。
§11ἐπεὶ δὲ πάσης ἐστὶ παρασκευῆς ὁ αὐτὸς τρόπος καὶ δεῖ ταὔτʼ εἶναι κεφάλαια τῆς δυνάμεως, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, τὰ ὑπάρχοντʼ ἀγαθὰ σῴζειν, τί τοὺς ὁμολογουμένως ἐχθροὺς ἔχοντες ἑτέρους ζητοῦμεν;
しかし、あらゆる準備の方法は同一であり、軍事力の主たる目的は、敵を退けることができること、現在の同盟国を救援すること、手元にある利益を守ることでなければならないのであるから、我々は公然たる敵を有していながら、なぜあえて別の敵を求めるのだろうか。
ἀλλὰ παρασκευασώμεθα μὲν πρὸς αὐτούς, ἀμυνούμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς ἀδικεῖν ἐπιχειρῇ.
むしろ、彼らに対して準備を整えようではないか。 そうすれば、もしあの王が我々に不正を行おうと企てたときにも、彼を退けることができるだろう。
§12καὶ νῦν μὲν καλεῖτε πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας·
そして今、諸君はギリシア人たちを自分たちのもとへ呼び集めようとしている。
ἂν δʼ ἃ κελεύουσιν οὗτοι μὴ ποιῆτε, οὐχ ἡδέως ἐνίων ὑμῖν ἐχόντων, πῶς χρὴ προσδοκᾶν τινʼ ὑπακούσεσθαι;
しかし、もし彼らの求めることを諸君が実行せず、一部の者が諸君に対して不快な感情を抱いているとしたら、誰かがこれに応じるなどとどうして期待できようか。
ὅτι νὴ Δίʼ ἀκούσονται παρʼ ἡμῶν ὡς ἐπιβουλεύει βασιλεὺς αὐτοῖς.
「ゼウスにかけて、王が彼らを狙っているということを彼らが我々から聞くからだ」と言うのか。
αὐτοὺς δʼ οὐ προορᾶν, ὦ πρὸς τοῦ Διός, οἴεσθε τοῦτο;
ゼウスにかけて、彼ら自身がこのことを見通していないと諸君は思うのか。
ἐγὼ μὲν γὰρ οἶμαι.
私は彼らが見通していると思う。
ἀλλʼ οὔπω μείζων ἔσθʼ ὁ φόβος τῶν πρὸς ὑμᾶς καὶ πρὸς ἀλλήλους ἐνίοις διαφορῶν.
しかし、一部の者にとっては、諸君に対する敵意や、お互いの間の紛争の方が、未だあの恐怖よりも大きいのである。
οὐδὲν οὖν ἀλλʼ ἢ ῥαψῳδήσουσιν οἱ πρέσβεις περιιόντες.
したがって、使節たちが国々を巡り歩いても、ただ空しく語り聞かせるだけのことになるだろう。
§13τότε δʼ, ἂν ἄρʼ ἃ νῦν οἰόμεθʼ ἡμεῖς πράττηται, οὐδεὶς δήπου τῶν πάντων Ἑλλήνων τηλικοῦτον ἐφʼ αὑτῷ φρονεῖ, ὅστις ὁρῶν ὑμῖν χιλίους μὲν ἱππέας, ὁπλίτας δʼ ὅσους ἂν ἐθέλῃ τις, ναῦς δὲ τριακοσίας, οὐχ ἥξει καὶ δεήσεται, μετὰ τούτων ἀσφαλέστατʼ ἂν ἡγούμενος σωθῆναι.
しかしその時、もし我々が今想定している事態が実際に起こるならば、全ギリシア人のうち誰一人として、諸君が千人の騎兵、望む限りの重装歩兵、そして三百隻の軍船を有しているのを見て、彼らとともにあれば最も安全に救われると考えて、自らやって来て懇願しないほど傲慢な者はいないだろう。
οὐκοῦν ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητʼ ἀφαμαρτεῖν, ἐκ δὲ τοῦ μετὰ τοῦ παρεσκευάσθαι τὰ ὑμέτερʼ αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντάς ἐστιν.
したがって、今呼び集めることは、たとえ失敗したとしても懇願を逃すことになるが、諸君自身の準備を整えた上で待機することは、救いを求めて彼らが懇願してくることになり、全員がやって来ることを確信できるのである。
§14ἐγὼ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτά τε καὶ παραπλήσια τούτοις λογιζόμενος λόγον μὲν οὐδένʼ ἐβουλόμην θρασὺν οὐδʼ ἔχοντα μάταιον μῆκος εὑρεῖν·
アテナイの諸君、それゆえ私は、これらやこれらに類することを考慮して、不遜な言葉や無駄に長い演説を編み出そうとは望まなかった。
τὴν μέντοι παρασκευήν, ὅπως ὡς ἄριστα καὶ τάχιστα γενήσεται, πάνυ πολλὰ πράγματʼ ἔσχον σκοπῶν.
しかしながら、準備がいかにして最も良く、かつ迅速になされ得るかについて、非常に多くの労力を費やして熟考してきた。
οἴομαι δὴ δεῖν ἀκούσαντας ὑμᾶς αὐτήν, ἂν ὑμῖν ἀρέσκῃ, ψηφίσασθαι.
諸君はそれを聞き、もし気に入ったならば決議すべきであると私は考える。
ἔστι τοίνυν πρῶτον μὲν τῆς παρασκευῆς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μέγιστον, οὕτω διακεῖσθαι τὰς γνώμας ὑμᾶς ὡς ἕκαστον ἑκόντα προθύμως ὅ τι ἂν δέῃ ποιήσοντα.
アテナイの諸君、準備において第一であり、かつ最大であるのは、必要とされることを誰もが自発的に、かつ熱意を持って実行するよう、諸君の心がそのような状態にあることである。
§15ὁρᾶτε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι, ὅσα μὲν πώποθʼ ἅπαντες ἐβουλήθητε καὶ μετὰ ταῦτα τὸ πράττειν αὐτὸς ἕκαστος ἑαυτῷ προσήκειν ἡγήσατο, οὐδὲν πώποθʼ ὑμᾶς ἐξέφυγεν, ὅσα δʼ ἐβουλήθητε μέν, μετὰ ταῦτα δʼ ἀπεβλέψατʼ εἰς ἀλλήλους ὡς αὐτὸς μὲν ἕκαστος οὐ ποιήσων, τὸν δὲ πλησίον πράξοντα, οὐδὲν πώποθʼ ὑμῖν ἐγένετο.
アテナイの諸君、というのも、諸君がかつて望み、かつその後で、それを実行することが自分自身に課せられた義務であると各々が考えたことはすべて、かつて一度も諸君の手から逃れたことはなかったが、他方で、諸君が望みはしたものの、その後で自分自身は実行せず隣人が行うだろうとお互いに顔を見合わせるだけに終わったことはすべて、かつて一度も諸君にとって実現しなかったのを諸君は目にしているからである。
§16ἐχόντων δʼ ὑμῶν οὕτω καὶ παρωξυμμένων, τοὺς διακοσίους καὶ χιλίους ἀναπληρῶσαί φημι χρῆναι καὶ ποιῆσαι δισχιλίους, ὀκτακοσίους αὐτοῖς προσνείμαντας·
諸君がこのような態度をとり、奮い立っているときに、私は千二百人を補充して、八百人をそれらに加えることで二千人にすべきであると主張する。
ἐὰν γὰρ τοῦτʼ ἀποδείξητε τὸ πλῆθος, ἡγοῦμαι, τῶν ἐπικλήρων καὶ τῶν ὀρφανῶν καὶ τῶν κληρουχικῶν καὶ τῶν κοινωνικῶν καὶ εἴ τις ἀδύνατος ἀφαιρεθέντων, ἔσεσθαι χίλια καὶ διακόσια ταῦθʼ ὑμῖν σώματα.
なぜなら、もし諸君がこの数を割り当てるなら、女子相続人、孤児、植民地市民、結社、および支払能力のない者を除外したとしても、諸君には千二百の兵員が確保されると私は考えるからである。
§17ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας εἴκοσιν, ὥσπερ νῦν εἰσιν, ἑξήκοντα σώματʼ ἔχουσαν ἑκάστην.
したがって、これらから、現在そうであるように、それぞれが六十人の人員を擁する二十の徴税区を作るべきであると私は考える。
τούτων δὲ τῶν συμμοριῶν ἑκάστην διελεῖν κελεύω πέντε μέρη κατὰ δώδεκʼ ἄνδρας, ἀνταναπληροῦντας πρὸς τὸν εὐπορώτατον ἀεὶ τοὺς ἀπορωτάτους.
そして、これらの徴税区のそれぞれを、十二人ずつの五つのグループに分割し、最も富裕な者に対して最も貧困な者たちを常に補完的に組み合わせるよう提案する。
καὶ τὰ μὲν σώμαθʼ οὕτω συντετάχθαι φημὶ δεῖν·
そして、人員は以下のように組織されるべきであると私は主張する。
διʼ ὃ δʼ, εἴσεσθε, ἐπειδὰν ὅλον τὸν τρόπον τῆς συντάξεως ἀκούσητε.
なぜそのようにするのかは、組織の全体像を聞いた後で理解されるだろう。