§1οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι προαιρεῖσθαι κεχαρισμένον, οὐ μὴν συμφέροντά γʼ ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν·
アテナイの諸君、我々の先祖を称賛する人々は、好ましい弁舌を選ぶように私には思われるが、彼らが賛美する人々に対して有益なことを行っているとは思われない。
περὶ γὰρ πραγμάτων ἐγχειροῦντες λέγειν ὧν οὐδʼ εἷς ἀξίως ἐφικέσθαι τῷ λόγῳ δύναιτο, αὐτοὶ μὲν τοῦ δοκεῖν δύνασθαι λέγειν δόξαν ἐκφέρονται, τὴν δʼ ἐκείνων ἀρετὴν ἐλάττω τῆς ὑπειλημμένης παρὰ τοῖς ἀκούουσιν φαίνεσθαι ποιοῦσιν.
なぜなら、言葉をもってしては誰も十分に達することのできない事柄について語ろうと企てることで、彼ら自身は雄弁であると思われる評判を勝ち取るものの、先祖の徳を、それを聞く人々の心に抱かれているものよりも小さく見せてしまうからである。
ἐγὼ δʼ ἐκείνων μὲν ἔπαινον τὸν χρόνον ἡγοῦμαι μέγιστον, οὗ πολλοῦ γεγενημένου μείζω τῶν ὑπʼ ἐκείνων πραχθέντων οὐδένες ἄλλοι παραδείξασθαι δεδύνηνται·
しかし、私は彼らに対する最大の賛辞は「時間」であると考えている。 なぜなら、多くの時間が経過したにもかかわらず、彼らによって成し遂げられたことよりも偉大な業績を示すことができた者は、他の誰もいないからである。
§2αὐτὸς δὲ πειράσομαι τὸν τρόπον εἰπεῖν ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρασκευάσασθαι.
私自身は、諸君が最もよく準備を整えることができると私に思われる方法を述べるよう努めよう。
καὶ γὰρ οὕτως ἔχει·
というのも、事態は次のようになっているからである。
εἰ μὲν ἡμεῖς ἅπαντες οἱ μέλλοντες λέγειν δεινοὶ φανείημεν ὄντες, οὐδὲν ἂν τὰ ὑμέτερʼ εὖ οἶδʼ ὅτι βέλτιον σχοίη·
もし我々演説をしようとする者全員が雄弁であると判明したとしても、諸君の事態は少しも良くはならないことを私はよく知っている。
εἰ δὲ παρελθὼν εἷς ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει, πᾶς ὁ παρὼν φόβος λελύσεται.
しかし、演説台に立つ者のうち誰か一人が、どのような準備が、どれほどの規模で、どこから調達されて都市に有益となるかを教え、説得することができるなら、現在の恐怖はすべて解消されるだろう。
ἐγὼ δὲ τοῦτʼ, ἂν ἄρʼ οἷός τʼ ὦ, πειράσομαι ποιῆσαι, μικρὰ προειπὼν ὑμῖν ὡς ἔχω γνώμης περὶ τῶν πρὸς τὸν βασιλέα.
私は、もし私にそれができるなら、王に対する事柄について私が抱いている意見を諸君に短く述べた上で、これを行うよう努めるつもりである。
§3ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων εἶναι βασιλέα, οὐ μὴν διὰ τοῦτο παραινέσαιμʼ ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν ἄρασθαι·
私は、王は全ギリシア人の共通の敵であると考えている。 しかし、だからといって、他を差し置いて諸君だけで彼に対して戦争を起こすよう勧めるつもりはない。
οὐδὲ γὰρ αὐτοὺς τοὺς Ἕλληνας ὁρῶ κοινοὺς ἀλλήλοις ὄντας φίλους, ἀλλʼ ἐνίους μᾶλλον ἐκείνῳ πιστεύοντας ἤ τισιν αὑτῶν.
なぜなら、ギリシア人自身がお互いに共通の友であるとは見えず、むしろ一部の者は身内の誰かよりもあの王を信頼しているのを目にするからである。
ἐκ δὴ τῶν τοιούτων νομίζω συμφέρειν ὑμῖν τὴν μὲν ἀρχὴν τοῦ πολέμου τηρεῖν ὅπως ἴση καὶ δικαία γενήσεται, παρασκευάζεσθαι δʼ ἃ προσήκει πάντα καὶ τοῦθʼ ὑποκεῖσθαι.
まさにこのような状況から、私としては、諸君にとって、戦争の始まりが対等で正義にかなったものとなるよう監視し、必要なものをすべて準備し、これを大前提とすることが有益であると考える。
§4ἡγοῦμαι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς Ἕλληνας, εἰ μὲν ἐναργὲς γένοιτο καὶ σαφὲς ὡς βασιλεὺς αὐτοῖς ἐπιχειρεῖ, κἂν συμμαχῆσαι καὶ χάριν μεγάλην ἔχειν τοῖς πρὸ αὐτῶν καὶ μετʼ αὐτῶν ἐκεῖνον ἀμυνομένοις·
アテナイの諸君、私がそう考えるのは、もし王が彼らを攻撃しようとしていることが明白かつ確実になれば、ギリシア人たちは進んで同盟を結び、自らの前で、また自らとともにあの王を退ける者たちに対して大きな感謝を抱くであろうと思うからである。
εἰ δʼ ἔτʼ ἀδήλου τούτου καθεστηκότος προαπεχθησόμεθʼ ἡμεῖς, δέδιʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τούτοις μετʼ ἐκείνου πολεμεῖν ἀναγκασθῶμεν, ὑπὲρ ὧν προνοούμεθα.
しかし、このことが未だ不透明であるうちに我々が先に敵意を向けられるならば、アテナイの諸君、我々が配慮しているまさにその人々が王とともに立ち、彼らと戦うことを強制されはしないかと私は恐れるのである。
§5ὁ μὲν γὰρ ἐπισχὼν ὧν ὥρμηκεν, εἰ ἄρʼ ἐγχειρεῖν ἔγνωκε τοῖς Ἕλλησι, χρήματα δώσει τισὶν αὐτῶν καὶ φιλίαν προτενεῖται, οἱ δὲ τοὺς ἰδίους πολέμους ἐπανορθῶσαι βουλόμενοι καὶ τοῦτον τὸν νοῦν ἔχοντες τὴν κοινὴν ἁπάντων σωτηρίαν παρόψονται.
なぜなら、王は自らの企て(もしギリシア人を攻撃しようと決意しているならば)を一時的に思いとどまり、その一部の者に資金を与え、友好を申し出るであろうが、他方で、当の彼らは自らの個別的な戦争を解決したいと望んでそのような意図を抱くがゆえに、全員の共通の安全を無視するであろうからである。
εἰς δὲ τὴν ταραχὴν ταύτην καὶ τὴν ἀγνωμοσύνην παραινῶ μὴ προκαθεῖναι τὴν πόλιν ἡμῶν.
我々の都市が、このような混乱と無分別の中に自ら進んで引きずり込まれることがないよう、私は勧告する。
§6οὐδὲ γὰρ οὐδʼ ἀπʼ ἴσης ὁρῶ τοῖς τʼ ἄλλοις Ἕλλησι καὶ ὑμῖν περὶ τῶν πρὸς τὸν βασιλέα τὴν βουλὴν οὖσαν, ἀλλʼ ἐκείνων μὲν πολλοῖς ἐνδέχεσθαί μοι δοκεῖ τῶν ἰδίᾳ τι συμφερόντων διοικουμένοις τῶν ἄλλων Ἑλλήνων ἀμελῆσαι, ὑμῖν δʼ οὐδʼ ἀδικουμένοις παρὰ τῶν ἀδικούντων καλόν ἐστιν λαβεῖν ταύτην τὴν δίκην, ἐᾶσαί τινας αὐτῶν ὑπὸ τῷ βαρβάρῳ γενέσθαι.
というのも、王に対する方針に関して、他のギリシア人と諸君とでは、考慮すべき前提が対等ではないと私は見ているからである。 他国の多くの者たちにとっては、自らの個別的な利益を何とか処理するために、他のギリシア人を無視することは許容されると私には思われる。 しかし諸君にとっては、たとえ不正を行う者たちから不正な扱いを受けたとしても、その報復として、彼らの何割かが野蛮人の支配下に置かれるのを容認することは、不名誉なことなのである。
§7ὅτε δʼ οὕτω ταῦτʼ ἔχει, σκεπτέον ὅπως μήθʼ ἡμεῖς ἐν τῷ πολέμῳ γενησόμεθʼ οὐκ ἴσοι, μήτʼ ἐκεῖνος, ὃν ἡμεῖς ἐπιβουλεύειν ἡγούμεθα τοῖς Ἕλλησι, τὴν τοῦ φίλος αὐτοῖς δοκεῖν εἶναι πίστιν λήψεται.
事態がこのようである以上、我々が戦争において不対等な立場に置かれることのないよう、また、我々がギリシア人に対して陰謀を企てていると見なしているあの王が、彼らにとって友人であると思われる信頼を勝ち得ることのないよう、いかにすべきかを考えなければならない。
πῶς οὖν ταῦτʼ ἔσται;
では、どのようにすればそれが可能になるだろうか。
ἂν ἡ μὲν δύναμις τῆς πόλεως ἐξητασμένη καὶ παρεσκευασμένη πᾶσιν ᾖ φανερά, φαίνηται δὲ δίκαιʼ ἐπὶ ταύτῃ φρονεῖν αἱρουμένη.
都市の軍事力が点検され準備を整えた状態で誰の目にも明らかになり、その力に基づいて都市が正義にかなった考えを選ぶ意志を明確に示すなら、それが可能となるだろう。
§8τοῖς δὲ θρασυνομένοις καὶ σφόδρʼ ἑτοίμως πολεμεῖν κελεύουσιν ἐκεῖνο λέγω, ὅτι οὐκ ἔστιν χαλεπὸν οὔθʼ ὅταν βουλεύεσθαι δέῃ, δόξαν ἀνδρείας λαβεῖν, οὔθʼ ὅταν κίνδυνός τις ἐγγὺς ᾖ, δεινὸν εἰπεῖν φανῆναι, ἀλλʼ ἐκεῖνο καὶ χαλεπὸν καὶ προσῆκον, ἐπὶ μὲν τῶν κινδύνων τὴν ἀνδρείαν ἐνδείκνυσθαι, ἐν δὲ τῷ συμβουλεύειν φρονιμώτερα τῶν ἄλλων εἰπεῖν ἔχειν.
勇ましい態度をとり、極めて性急に戦争を勧める人々に対しては、私は次のように言う。 熟議が必要なときに勇気があるという評判を得ることも、危険が間近に迫っているときに弁が立つように見えることも困難ではない。 しかし、真に困難であり、かつ求められるのは、危険のただ中で勇気を示し、熟議の場においては他者よりも賢明な提案を行えることなのである。