Humanitext Reader

デモステネス · 第十四弁論 シュンモリアーについて §18-25

艦隊と課税評価額を徴税区へ割り当てる具体策

3 / 5 箇所 · ギリシア語

要旨

デモステネスは、三百隻の軍船、課税評価額、未納艤装の回収、および軍港の配置を二十の徴税区へと系統的に割り当てる具体的な改革案を提示し、さらに、必要な時になれば市民が自発的に差し出すであろう潜在的な資金の存在について謎めいた予告をする。

§18τὰς δὲ τριήρεις πῶς;
では、軍船についてはどのようにすべきか。
τὸν ἅπαντʼ ἀριθμὸν κελεύω τριακοσίας ἀποδείξαντας, κατὰ πεντεκαιδεκαναΐαν εἴκοσι ποιῆσαι μέρη, τῶν πρώτων ἑκατὸν πέντε, καὶ τῶν δευτέρων ἑκατὸν πέντε, καὶ τῶν τρίτων ἑκατὸν πένθʼ ἑκάστῳ μέρει διδόντας, εἶτα συγκληρῶσαι συμμορίᾳ σωμάτων ἑκάστῃ τὴν πεντεκαιδεκαναΐαν, τὴν δὲ συμμορίαν ἑκάστῳ τῷ μέρει σφῶν αὐτῶν τρεῖς ἀποδοῦναι τριήρεις.
全体の数を三百隻と定めた上で、十五隻ずつの二十の部分を作り、それぞれの部分に、最初の百隻から五隻、二番目の百隻から五隻、三番目の百隻から五隻を与えることを提案する。 次いで、この十五隻のグループを、人員からなる徴税区のそれぞれに抽選で割り当て、そして徴税区が、自らの部分のそれぞれに三隻ずつの軍船を分配することを提案する。
§19ἐπειδὰν δὲ ταῦθʼ οὕτως ἔχονθʼ ὑπάρχῃ, κελεύω, ἐπειδὴ τὸ τίμημʼ ἐστὶ τῆς χώρας ἑξακισχιλίων ταλάντων, ἵνʼ ὑμῖν καὶ τὰ χρήματʼ ᾖ συντεταγμένα, διελεῖν τοῦτο καὶ ποιῆσαι καθʼ ἑξήκοντα τάλανθʼ ἑκατὸν μέρη, εἶτα πένθʼ ἑξηκονταταλαντίας εἰς ἑκάστην τῶν μεγάλων τῶν εἴκοσι συμμοριῶν ἐπικληρῶσαι, τὴν δὲ συμμορίαν ἑκάστῳ τῶν μερῶν μίαν ἑξηκονταταλαντίαν ἀποδοῦναι,
これらがそのように整えられたとき、資金もまた諸君のために組織されるようにするために、国土の課税評価額が六千タラントンであるから、これを分割して、それぞれ六十タラントンずつの百の部分にすることを私は提案する。 次いで、六十タラントンの部分を五つずつ、二十の大きな徴税区のそれぞれに抽選で割り当て、そして徴税区が、自らの各部分に一ずつの六十タラントンの部分を分配することを提案する。
§20ὅπως, ἂν μὲν ὑμῖν ἑκατὸν δέῃ τριήρων, τὴν μὲν δαπάνην ἑξήκοντα τάλαντα συντελῇ, τριήραρχοι δʼ ὦσι δώδεκα, ἂν δὲ διακοσίων, τριάκοντα μὲν ᾖ τάλαντα τὴν δαπάνην συντελοῦντα, ἓξ δὲ σώματα τριηραρχοῦντα, ἐὰν δὲ τριακοσίων, εἴκοσιν μὲν ᾖ τάλαντα τὴν δαπάνην διαλύοντα, τέτταρα δὲ σώματα τριηραρχοῦντα.
そうすれば、もし諸君に百隻の軍船が必要とされるなら、費用は六十タラントンの評価額に対して共同で支払われ、十二人が共同三段櫂船指揮官となり、もし二百隻が必要なら、三十タラントンの評価額がその費用を共同で支払い、六名が船を共同指揮することになり、もし三百隻が必要なら、二十タラントンの評価額がその費用を決済し、四名が共同で船を指揮することになる。
§21τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ νῦν ὀφειλόμενʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν σκευῶν ἐπὶ τὰς τριήρεις τιμήσαντας ἅπαντʼ ἐκ τοῦ διαγράμματος νεῖμαι κελεύω μέρη εἴκοσιν, ἔπειτα ταῖς μεγάλαις ἐπικληρῶσαι συμμορίαις μέρος ἓν χρήστων ἑκάστῃ, τὴν δὲ συμμορίαν ἑκάστην διανεῖμαι τῶν αὑτῆς μερῶν ἑκάστῳ τὸ ἴσον, τοὺς δὲ δώδεκα τοὺς ἐν ἑκάστῳ τῷ μέρει ταῦτʼ εἰσπράξαντας τὰς τριήρεις, ἃς ἂν ἕκαστοι λάχωσι, παρεσκευασμένας παρέχειν.
アテナイの諸君、同様の方法で、現在台帳に基づいて軍船に対して未納となっているすべての艤装の価値を査定した上で、これらを二十の部分に分割することを提案する。 次いで、大徴税区のそれぞれに、未納の債務のひとつの部分を抽選で割り当て、そして各徴税区が、自らの部分のそれぞれに同等に配分し、各部分の十二人が、これを徴収した上で、それぞれが抽選で割り当てられた軍船を、艤装を整えた状態で提供することを提案する。
§22τὴν μὲν δαπάνην καὶ τὰ σκάφη καὶ τοὺς τριηράρχους καὶ τὴν τῶν σκευῶν εἴσπραξιν οὕτως ἂν ἄρισθʼ ἡγοῦμαι καὶ πορισθῆναι καὶ παρασκευασθῆναι·
費用、船体、三段櫂船指揮官、および艤装の徴収は、このようにすれば最も良く調達され、準備されると私は考える。
πλήρωσιν δʼ, ἣ καὶ σαφὴς ἔσται καὶ ῥᾳδία, μετὰ ταῦτα λέγω.
乗組員の補充について、明確かつ容易に行える方法を、次に述べよう。
φημὶ τοὺς στρατηγοὺς δεῖν διανεῖμαι τόπους δέκα τῶν νεωρίων, σκεψαμένους ὅπως ὡς ἐγγύτατʼ ἀλλήλων κατὰ τριάκοντʼ ὦσι νεώσοικοι, ἐπειδὰν δὲ τοῦτο ποιήσωσι, δύο συμμορίας καὶ τριάκοντα τριήρεις τούτων ἑκάστῳ προσνεῖμαι τῶν τόπων, εἶτʼ ἐπικληρῶσαι τὰς φυλάς·
私は、将軍たちが軍港の十の区域を分割すべきであると主張する。 その際、できるだけ互いに近接した三十ずつの船首からなるように考慮した上で。 そしてこれを実行したときには、これら各区域に二つの徴税区と三十隻の軍船を割り当て、次いで、部族を抽選で割り当てるべきである。
§23τὸν δὲ ταξίαρχον ἕκαστον, ὃν ἂν ἡ φυλὴ τόπον λάχῃ, διελεῖν τρίχα καὶ τὰς ναῦς ὡσαύτως, εἶτʼ ἐπικληρῶσαι τὰς τριττῦς, ὅπως ἂν τῶν μὲν ὅλων νεωρίων ἓν ἑκάστῃ μέρος ᾖ τῶν φυλῶν, τοῦ δὲ μέρους ἑκάστου τὸ τρίτον μέρος ἡ τριττὺς ἔχῃ, εἰδῆτε δʼ, ἄν τι δέῃ, πρῶτον μὲν τὴν φυλήν, ὅπου τέτακται, μετὰ ταῦτα δὲ τὴν τριττύν, εἶτα τριήραρχοι τίνες καὶ τριήρεις ποῖαι.
そして、部族が割り当てられた区域を、各部族の歩兵指揮官が三つに分割し、船についても同様にし、次いで、三文区を抽選で割り当てるべきである。 そうすれば、軍港全体のうちの一つの部分を各部族が所有し、その各部分の三分の一を三文区が所有することになり、また、もし何らかの必要が生じたときには、諸君がまず、部族がどこに配置されているか、次いで三文区がどこか、さらに指揮官が誰で、どのような軍船があるかを把握できるようになる。
ἐὰν γὰρ ταῦθʼ οὕτως εἰς ὁδὸν καταστῇ, εἴ τι καὶ παραλείπομεν νῦν (πάντα γὰρ ἴσως εὑρεῖν οὐ ῥᾴδιον), αὐτὸ τὸ πρᾶγμʼ ἑαυτῷ εὑρήσει, καὶ μία σύνταξις καὶ πασῶν τῶν νεῶν καὶ μέρους ἔσται.
なぜなら、もしこれらがそのように軌道に乗るならば、たとえ我々が今何かを見落としているとしても(すべてのことを発見するのはおそらく容易ではないから)、事態そのものが自ら解決策を見出すであろうし、すべての船、およびその一部分についての組織が一本化されることになるからである。
§24ὑπὲρ δὲ χρημάτων καὶ πόρου φανεροῦ τινὸς ἤδη παράδοξον μὲν οἶδα λόγον ὃν μέλλω λέγειν, ὅμως δʼ εἰρήσεται·
しかし、資金と、今すぐ利用できる何らかの明白な財源については、私がこれから語ろうとすることが逆説的であることを承知しているが、それでも語られるべきである。
πιστεύω γάρ, ἐάν τις ὀρθῶς σκοπῇ, μόνος τἀληθῆ καὶ τὰ γενησόμενʼ εἰρηκὼς φανεῖσθαι.
なぜなら、正しく考察するならば、私だけが真実と、これから起こるであろうことを語った者として現れると確信しているからである。
ἐγώ φημι χρῆναι μὴ λέγειν νυνὶ περὶ χρημάτων·
私は、今は資金について語るべきではないと主張する。
εἶναι γὰρ πόρον, ἂν δέῃ, μέγαν καὶ καλὸν καὶ δίκαιον, ὃν ἂν μὲν ἤδη ζητῶμεν, οὐδʼ εἰς τόθʼ ὑπάρχειν ἡγησόμεθʼ ἡμῖν·
なぜなら、もし必要が生じれば、偉大で、見事であり、かつ公正な財源が存在するからであり、それをもし我々が今すぐ探し求めるなら、その時になっても我々には存在しないと考えることになるからである。
οὕτω πολὺ τοῦ πορίσαι νῦν ἀποσχήσομεν·
このように、今それを調達することからは極めて遠ざかることになる。
ἐὰν δʼ ἐῶμεν, ἔσται.
しかし、もしそのままにしておくなら、それは存在するようになる。
τίς οὖν ἔσθʼ οὗτος ὁ νῦν μὲν οὐκ ὤν, ὑπάρξων δʼ εἰς τότε;
では、今は存在しないが、その時になれば存在するようになる、この財源とは何なのか。
αἰνίγματι γὰρ ὅμοιον τοῦτό γε.
これは確かに謎かけのようである。
§25ἐγὼ φράσω.
私はそれを説明しよう。
ὁρᾶτε τὴν πόλιν, ὦ ἄνδρες Ἀθηναῖοι, πᾶσαν ταύτην.
アテナイの諸君、この都市の全体を見たまえ。
ἐν ταύτῃ χρήματʼ ἔνεστιν ὀλίγου δέω πρὸς ἁπάσας τὰς ἄλλας εἰπεῖν πόλεις.
この中には、他のすべての都市を合わせたものにほぼ匹敵すると言ってもよいほどの資金が存在している。
ταῦτα δʼ οἱ κεκτημένοι τοιοῦτον ἔχουσι νοῦν ὥστʼ, εἰ πάντες οἱ λέγοντες φοβοῖεν ὡς ἥξει βασιλεύς, ὡς πάρεστιν, ὡς οὐδʼ οἷόν τε ταῦτʼ ἄλλως ἔχειν, καὶ μετὰ τῶν λεγόντων ἴσοι τὸ πλῆθος τούτοις χρησμῳδοῖεν, οὐ μόνον οὐκ ἂν εἰσενέγκαιεν, ἀλλʼ οὐδʼ ἂν δόξειαν κεκτῆσθαι.
しかし、これらを所有している者たちは、次のような考えを持っている。 すなわち、もし演説をするすべての者たちが、王がやって来る、すでに現れている、事態が他のようになり得ないと脅し、そして彼ら語る者たちと同数の預言者たちが、彼らとともに不吉な予言をしたとしても、彼らは特別税を納付しないばかりか、それを所有していることさえ見せないようにするだろう、と。

語釈・文法注

  1. §18τῶν πρώτων ἑκατὸν πέντε — 「最初の百隻から五隻」という表現において、τῶν πρώτων ἑκατὸν は部分属格であり、全体の船を三段階の品質(最良、中等、劣等)に分けたグループから、それぞれ均等に五隻ずつを取り出して各部分(計十五隻)に配分し、船の質を平均化することを意味する。
  2. §20τριάκοντα μὲν ᾖ τάλαντα τὴν δαπάνην συντελοῦντα — 中性複数主語である τάλαντα に対し、単数動詞 ᾖ が用いられている(中性複数主語には単数動詞を用いるという規則)。分詞 συντελοῦντα は主語と一致する中性複数で、ᾖ とともに迂言的述語(「共同で費用を支払う」状態にあること)を形成する。
  3. §21χρήστων — χρήστης(債務者、ここでは国家への軍船の艤装未納者)の属格複数形。文脈上、回収すべき債務(または債務者のリスト)のひとつの部分を大徴税区に割り当てて回収を行わせるという制度を指す。
  4. §25ἴσοι τὸ πλῆθος τούτοις — τούτοις(「これらの者たち[演説者たち]」)は形容詞 ἴσοι(「等しい」)に付随する与格であり、τὸ πλῆθος は観点の対格(「数量において」)を構成する。全体として「演説者たちと同数の(預言者たちが)」という意味をなす。

この箇所を引用する

デモステネス, 第十四弁論 シュンモリアーについて §18-25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0014.tlg014.humanitext-grc2:18-25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。