- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg014.humanitext-grc2:9-17
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
王との持続的な戦争そのものは物量の差から困難であるが、一回限りの決戦であれば、戦士の質において勝るアテナイに勝機があると説く。他国への空しい呼びかけをやめ、まず自国の海軍委員会(シュンモリア)の増員と編成改革による軍備の近代化を優先すべきだと具体策を提案する。
ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω τὸν μὲν πόλεμον τὸν πρὸς βασιλέα χαλεπὸν τῇ πόλει, τὸν δʼ ἀγῶνα τὸν ἐκ τοῦ πολέμου ῥᾴδιον ἂν συμβῆναι.1 διὰ τί; ὅτι τοὺς μὲν πολέμους ἅπαντας ἀναγκαίως ἡγοῦμαι τριήρων καὶ χρημάτων καὶ τόπων δεῖσθαι, ταῦτα δὲ πάντʼ ἀφθονώτερʼ ἐκεῖνον ἔχονθʼ ἡμῶν εὑρίσκω· τοὺς δʼ ἀγῶνας οὐδενὸς οὕτω τῶν ἄλλων ὁρῶ δεομένους ὡς ἀνδρῶν ἀγαθῶν, τούτους δʼ ἡμῖν καὶ τοῖς μεθʼ ἡμῶν κινδυνεύουσι πλείους ὑπάρχειν νομίζω.
アテナイの諸君、私は王に対する戦争そのものは都市にとって困難であるが、戦争から生じる決戦は容易なものになり得ると考えている。なぜか。すべての戦争は、必然的に三段櫂船と資金と拠点を必要とするが、これらすべてにおいて、あの王が我々よりも豊富に有しているのを私は見出すからである。他方で、決戦は何よりも勇敢な戦士たちを必要とするものであり、そのような戦士たちは、我々と、我々とともに危険に立ち向かう者たちに、より多く存在していると私は考えるからである。
τὸν μὲν δὴ πόλεμον διὰ ταῦτα παραινῶ μηδʼ ἐξ ἑνὸς τρόπου προτέρους ἀνελέσθαι, ἐπὶ δὲ τὸν ἀγῶνα ὀρθῶς φημι παρεσκευασμένους ὑπάρχειν χρῆναι. εἰ μὲν οὖν ἕτερος μὲν ἦν τις τρόπος δυνάμεως ᾗ τοὺς βαρβάρους οἷόν τʼ ἦν ἀμύνασθαι, ἕτερος δέ τις ᾗ τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθʼ ἀντιταττόμενοι·
したがって、こうした理由から、私は戦争をいかなる方法によっても我々から先に始めることのないよう勧め、決戦に対しては正しく準備を整えておくべきであると主張する。もしも、野蛮人を退けることができる軍事力の方法と、ギリシア人を退けることができる方法とが別個のものであるならば、おそらく我々があの王に対抗して公然と立ち向かうことも当然であったろう。
ἐπεὶ δὲ πάσης ἐστὶ παρασκευῆς ὁ αὐτὸς τρόπος καὶ δεῖ ταὔτʼ εἶναι κεφάλαια τῆς δυνάμεως, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, τὰ ὑπάρχοντʼ ἀγαθὰ σῴζειν, τί τοὺς ὁμολογουμένως ἐχθροὺς ἔχοντες ἑτέρους ζητοῦμεν; ἀλλὰ παρασκευασώμεθα μὲν πρὸς αὐτούς, ἀμυνούμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς ἀδικεῖν ἐπιχειρῇ.
しかし、あらゆる準備の方法は同一であり、軍事力の主たる目的は、敵を退けることができること、現在の同盟国を救援すること、手元にある利益を守ることでなければならないのであるから、我々は公然たる敵を有していながら、なぜあえて別の敵を求めるのだろうか。むしろ、彼らに対して準備を整えようではないか。そうすれば、もしあの王が我々に不正を行おうと企てたときにも、彼を退けることができるだろう。
καὶ νῦν μὲν καλεῖτε πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας· ἂν δʼ ἃ κελεύουσιν οὗτοι μὴ ποιῆτε, οὐχ ἡδέως ἐνίων ὑμῖν ἐχόντων, πῶς χρὴ προσδοκᾶν τινʼ ὑπακούσεσθαι; ὅτι νὴ Δίʼ ἀκούσονται παρʼ ἡμῶν ὡς ἐπιβουλεύει βασιλεὺς αὐτοῖς. αὐτοὺς δʼ οὐ προορᾶν, ὦ πρὸς τοῦ Διός, οἴεσθε τοῦτο; ἐγὼ μὲν γὰρ οἶμαι. ἀλλʼ οὔπω μείζων ἔσθʼ ὁ φόβος τῶν πρὸς ὑμᾶς καὶ πρὸς ἀλλήλους ἐνίοις διαφορῶν. οὐδὲν οὖν ἀλλʼ ἢ2 ῥαψῳδήσουσιν οἱ πρέσβεις περιιόντες.
そして今、諸君はギリシア人たちを自分たちのもとへ呼び集めようとしている。しかし、もし彼らの求めることを諸君が実行せず、一部の者が諸君に対して不快な感情を抱いているとしたら、誰かがこれに応じるなどとどうして期待できようか。「ゼウスにかけて、王が彼らを狙っているということを彼らが我々から聞くからだ」と言うのか。ゼウスにかけて、彼ら自身がこのことを見通していないと諸君は思うのか。私は彼らが見通していると思う。しかし、一部の者にとっては、諸君に対する敵意や、お互いの間の紛争の方が、未だあの恐怖よりも大きいのである。したがって、使節たちが国々を巡り歩いても、ただ空しく語り聞かせるだけのことになるだろう。
τότε δʼ, ἂν ἄρʼ ἃ νῦν οἰόμεθʼ ἡμεῖς πράττηται, οὐδεὶς δήπου τῶν πάντων Ἑλλήνων τηλικοῦτον ἐφʼ αὑτῷ φρονεῖ, ὅστις ὁρῶν ὑμῖν χιλίους μὲν ἱππέας, ὁπλίτας δʼ ὅσους ἂν ἐθέλῃ τις, ναῦς δὲ τριακοσίας, οὐχ ἥξει καὶ δεήσεται, μετὰ τούτων ἀσφαλέστατʼ ἂν ἡγούμενος σωθῆναι. οὐκοῦν ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητʼ ἀφαμαρτεῖν, ἐκ δὲ τοῦ μετὰ τοῦ παρεσκευάσθαι τὰ ὑμέτερʼ αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντάς ἐστιν.
しかしその時、もし我々が今想定している事態が実際に起こるならば、全ギリシア人のうち誰一人として、諸君が千人の騎兵、望む限りの重装歩兵、そして三百隻の軍船を有しているのを見て、彼らとともにあれば最も安全に救われると考えて、自らやって来て懇願しないほど傲慢な者はいないだろう。したがって、今呼び集めることは、懇願し、もし得られなければ失敗することになるが、諸君自身の準備を整えた上で待機することは、救いを求めて彼らが懇願してくることになり、全員がやって来ることを確信できるのである。
ἐγὼ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτά τε καὶ παραπλήσια τούτοις λογιζόμενος λόγον μὲν οὐδένʼ ἐβουλόμην θρασὺν οὐδʼ ἔχοντα μάταιον μῆκος εὑρεῖν· τὴν μέντοι παρασκευήν, ὅπως ὡς ἄριστα καὶ τάχιστα γενήσεται, πάνυ πολλὰ πράγματʼ ἔσχον σκοπῶν. οἴομαι δὴ δεῖν ἀκούσαντας ὑμᾶς αὐτήν, ἂν ὑμῖν ἀρέσκῃ, ψηφίσασθαι. ἔστι τοίνυν πρῶτον μὲν τῆς παρασκευῆς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μέγιστον, οὕτω διακεῖσθαι τὰς γνώμας ὑμᾶς ὡς ἕκαστον ἑκόντα προθύμως ὅ τι ἂν δέῃ ποιήσοντα.
アテナイの諸君、それゆえ私は、これらやこれらに類することを考慮して、不遜な言葉や無駄に長い演説を編み出そうとは望まなかった。しかしながら、準備がいかにして最も良く、かつ迅速になされ得るかについて、非常に多くの労力を費やして熟考してきた。諸君はそれを聞き、もし気に入ったならば決議すべきであると私は考える。アテナイの諸君、準備において第一であり、かつ最大であるのは、必要とされることを誰もが自発的に、かつ熱意を持って実行するよう、諸君の心がそのような状態にあることである。
ὁρᾶτε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι, ὅσα μὲν πώποθʼ ἅπαντες ἐβουλήθητε καὶ μετὰ ταῦτα τὸ πράττειν αὐτὸς ἕκαστος ἑαυτῷ προσήκειν ἡγήσατο, οὐδὲν πώποθʼ ὑμᾶς ἐξέφυγεν, ὅσα δʼ ἐβουλήθητε μέν, μετὰ ταῦτα δʼ ἀπεβλέψατʼ εἰς ἀλλήλους ὡς αὐτὸς μὲν ἕκαστος οὐ ποιήσων, τὸν δὲ πλησίον πράξοντα, οὐδὲν πώποθʼ ὑμῖν ἐγένετο.
アテナイの諸君、というのも、諸君がかつて望み、かつその後で、それを実行することが自分自身に課せられた義務であると各々が考えたことはすべて、かつて一度も諸君の手から逃れたことはなかったが、他方で、諸君が望みはしたものの、その後で自分自身は実行せず隣人が行うだろうとお互いに顔を見合わせるだけに終わったことはすべて、かつて一度も諸君にとって実現しなかったのを諸君は目にしているからである。
ἐχόντων δʼ ὑμῶν οὕτω καὶ παρωξυμμένων, τοὺς διακοσίους καὶ χιλίους ἀναπληρῶσαί φημι χρῆναι καὶ ποιῆσαι δισχιλίους, ὀκτακοσίους αὐτοῖς προσνείμαντας· ἐὰν γὰρ τοῦτʼ ἀποδείξητε τὸ πλῆθος, ἡγοῦμαι, τῶν ἐπικλήρων καὶ τῶν ὀρφανῶν καὶ τῶν κληρουχικῶν καὶ τῶν κοινωνικῶν καὶ εἴ τις ἀδύνατος ἀφαιρεθέντων,3 ἔσεσθαι χίλια καὶ διακόσια ταῦθʼ ὑμῖν σώματα.
諸君がこのような態度をとり、奮い立っているときに、私は千二百人を補充して、八百人をそれらに加えることで二千人にすべきであると主張する。なぜなら、もし諸君がこの数を割り当てるなら、女子相続人、孤児、植民地市民、結社、および支払能力のない者を除外したとしても、諸君には千二百の兵員が確保されると私は考えるからである。
ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας εἴκοσιν, ὥσπερ νῦν εἰσιν, ἑξήκοντα σώματʼ ἔχουσαν ἑκάστην. τούτων δὲ τῶν συμμοριῶν ἑκάστην διελεῖν κελεύω πέντε μέρη κατὰ δώδεκʼ ἄνδρας, ἀνταναπληροῦντας πρὸς τὸν εὐπορώτατον ἀεὶ τοὺς ἀπορωτάτους.4 καὶ τὰ μὲν σώμαθʼ οὕτω συντετάχθαι φημὶ δεῖν· διʼ ὃ δʼ, εἴσεσθε, ἐπειδὰν ὅλον τὸν τρόπον τῆς συντάξεως ἀκούσητε.
したがって、これらから、現在そうであるように、それぞれが六十人の人員を擁する二十の徴税区を作るべきであると私は考える。そして、これらの徴税区のそれぞれを、十二人ずつの五つのグループに分割し、最も富裕な者に対して最も貧困な者たちを常に補完的に組み合わせるよう提案する。そして、人員はこのように組織されるべきであると私は主張する。なぜそのようにするのかは、組織の全体像を聞いた後で理解されるだろう。
- 9ῥᾴδιον ἂν συμβῆναι
助辞 ἂν は不定詞 συμβῆναι に掛かり、条件文の帰結(「〜になるであろう、になり得る」)を形成する。νομίζω の対格不定詞(対格主語は τὸν δʼ ἀγῶνα)の述語であるため対格 ῥᾴδιον となっている。対比されている τὸν μὲν πόλεμον と τὸν δʼ ἀγῶνα の構文関係を明確にする。
- 12οὐδὲν οὖν ἀλλʼ ἢ
οὐδὲν ἄλλο ἤ(〜以外の何ものでもない、ただ〜するだけである)の省略・縮約形。動詞 ῥαψῳδήσουσιν(空しく語る、吟誦する)を修飾し、使節たちが無駄な弁舌を繰り返すだけで実効が伴わないことを強調する慣用表現である。
- 16τῶν ἐπικλήρων καὶ τῶν ὀρφανῶν... ἀφαιρεθέντων
分詞 ἀφαιρεθέντων(ἀφαιρέω の受動態過去分詞、属格複数)を伴う独立属格構文(Genitive absolute)。アテナイにおいて軍船建造・維持の国家義務(トリエラルキア)から法的に課税免除(アテレイア)されていた「女子相続人、孤児、植民地市民(クレルーコイ)、共同事業体(コイノーニカ)」などの除外を意味する。
- 17ἀνταναπληροῦντας πρὸς τὸν εὐπορώτατον ἀεὶ τοὺς ἀπορωτάτους
分詞 ἀνταναπληροῦντας(対格複数)は、主節の動詞 κελεύω が導く不定詞節の隠れた意味上の主語(「諸君が、あるいは徴税区の編成者が」)と一致する。貧富の格差を均等化するために、最も貧困な人々を最も富裕な人々へ対比的に補填する編成方法を記述している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 2 件
