§9ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω τὸν μὲν πόλεμον τὸν πρὸς βασιλέα χαλεπὸν τῇ πόλει, τὸν δʼ ἀγῶνα τὸν ἐκ τοῦ πολέμου ῥᾴδιον ἂν συμβῆναι.
雅典的诸位,我认为对国王的战争本身对城邦而言是困难的,但由战争引发的决战却可能是容易的。
διὰ τί;
为什么呢?
ὅτι τοὺς μὲν πολέμους ἅπαντας ἀναγκαίως ἡγοῦμαι τριήρων καὶ χρημάτων καὶ τόπων δεῖσθαι, ταῦτα δὲ πάντʼ ἀφθονώτερʼ ἐκεῖνον ἔχονθʼ ἡμῶν εὑρίσκω· τοὺς δʼ ἀγῶνας οὐδενὸς οὕτω τῶν ἄλλων ὁρῶ δεομένους ὡς ἀνδρῶν ἀγαθῶν, τούτους δʼ ἡμῖν καὶ τοῖς μεθʼ ἡμῶν κινδυνεύουσι πλείους ὑπάρχειν νομίζω.
因为我认为,一切战争都必然需要三段舵船、资金和据点,而我发现这些东西他都比我们更为丰富地拥有;然而,决战除了勇敢的战士之外,并不那么需要其他任何东西,而我认为,这些战士在我们以及与我们共同承担危险的人之中更为众多。
§10τὸν μὲν δὴ πόλεμον διὰ ταῦτα παραινῶ μηδʼ ἐξ ἑνὸς τρόπου προτέρους ἀνελέσθαι, ἐπὶ δὲ τὸν ἀγῶνα ὀρθῶς φημι παρεσκευασμένους ὑπάρχειν χρῆναι.
因此,由于这些原因,我建议绝不以任何方式由我们首先挑起战争,但我主张,我们必须为决战做好妥善的准备。
εἰ μὲν οὖν ἕτερος μὲν ἦν τις τρόπος δυνάμεως ᾗ τοὺς βαρβάρους οἷόν τʼ ἦν ἀμύνασθαι, ἕτερος δέ τις ᾗ τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθʼ ἀντιταττόμενοι· §11ἐπεὶ δὲ πάσης ἐστὶ παρασκευῆς ὁ αὐτὸς τρόπος καὶ δεῖ ταὔτʼ εἶναι κεφάλαια τῆς δυνάμεως, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, τὰ ὑπάρχοντʼ ἀγαθὰ σῴζειν, τί τοὺς ὁμολογουμένως ἐχθροὺς ἔχοντες ἑτέρους ζητοῦμεν;
如果防御野蛮人所需的力量是这一种方式,而防御希腊人所需的又是另一种方式,那么我们或许理所当然地会公开向他摆出对抗的阵势;但是,既然一切准备的方式都是相同的,而且力量的核心目的也必须相同——即能够击退敌人、援助现有的盟友、保护现有的利益——那么,既然我们已经有了公认的敌人,为什么还要寻找其他的敌人呢?
ἀλλὰ παρασκευασώμεθα μὲν πρὸς αὐτούς, ἀμυνούμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς ἀδικεῖν ἐπιχειρῇ.
相反,让我们针对他们做好准备吧,这样如果他企图对我们行不义,我们也能击退他。
§12καὶ νῦν μὲν καλεῖτε πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας· ἂν δʼ ἃ κελεύουσιν οὗτοι μὴ ποιῆτε, οὐχ ἡδέως ἐνίων ὑμῖν ἐχόντων, πῶς χρὴ προσδοκᾶν τινʼ ὑπακούσεσθαι;
如今,你们正在把希腊人召集到自己身边;但是,如果你们不履行这些人所要求的事,鉴于有些人对你们怀有不满,你们怎能指望有人会听从?
ὅτι νὴ Δίʼ ἀκούσονται παρʼ ἡμῶν ὡς ἐπιβουλεύει βασιλεὺς αὐτοῖς.
“因为,凭着宙斯起誓,他们会从我们这里听到国王正在对他们图谋不轨!
αὐτοὺς δʼ οὐ προορᾶν, ὦ πρὸς τοῦ Διός, οἴεσθε τοῦτο;
”但是,凭着宙斯起誓,你们以为他们自己见不到这一点吗?
ἐγὼ μὲν γὰρ οἶμαι.
我认为他们是见得到的。
ἀλλʼ οὔπω μείζων ἔσθʼ ὁ φόβος τῶν πρὸς ὑμᾶς καὶ πρὸς ἀλλήλους ἐνίοις διαφορῶν.
然而,对他们中的某些人来说,对国王的恐惧尚未超过他们与你们以及彼此之间的纷争。
οὐδὲν οὖν ἀλλʼ ἢ ῥαψῳδήσουσιν οἱ πρέσβεις περιιόντες.
因此,使节们四处奔波,除了徒劳地吟诵陈词滥调之外,将一无所成。
§13τότε δʼ, ἂν ἄρʼ ἃ νῦν οἰόμεθʼ ἡμεῖς πράττηται, οὐδεὶς δήπου τῶν πάντων Ἑλλήνων τηλικοῦτον ἐφʼ αὑτῷ φρονεῖ, ὅστις ὁρῶν ὑμῖν χιλίους μὲν ἱππέας, ὁπλίτας δʼ ὅσους ἂν ἐθέλῃ τις, ναῦς δὲ τριακοσίας, οὐχ ἥξει καὶ δεήσεται, μετὰ τούτων ἀσφαλέστατʼ ἂν ἡγούμενος σωθῆναι.
但到那时,如果正如我们现在所预料的那样发生,那么在全体希腊人中,绝没有一个人会如此自负,以至于在看到你们拥有一千名骑兵、要多少有多少的重装步兵以及三百艘战船时,不主动前来恳求,因为他相信与这些力量在一起他能得到最安全的保护。
οὐκοῦν ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητʼ ἀφαμαρτεῖν, ἐκ δὲ τοῦ μετὰ τοῦ παρεσκευάσθαι τὰ ὑμέτερʼ αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντάς ἐστιν.
因此,现在就去召集他们,即使没有成功也失却了请求的分量;而在准备好你们自己的力量之后静观其变,则意味着他们会前来恳求你们救助,且确信所有人都会到来。
§14ἐγὼ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτά τε καὶ παραπλήσια τούτοις λογιζόμενος λόγον μὲν οὐδένʼ ἐβουλόμην θρασὺν οὐδʼ ἔχοντα μάταιον μῆκος εὑρεῖν· τὴν μέντοι παρασκευήν, ὅπως ὡς ἄριστα καὶ τάχιστα γενήσεται, πάνυ πολλὰ πράγματʼ ἔσχον σκοπῶν.
雅典的诸位,因此,在考虑到这些及类似的事情时,我并不希望编造出任何狂妄或冗长无用的演说;然而,关于如何能最完美、最迅速地做好准备,我曾费尽心思进行思考。
οἴομαι δὴ δεῖν ἀκούσαντας ὑμᾶς αὐτήν, ἂν ὑμῖν ἀρέσκῃ, ψηφίσασθαι.
我认为,你们应当在听完它之后,如果它令你们满意,就予以表决。
ἔστι τοίνυν πρῶτον μὲν τῆς παρασκευῆς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μέγιστον, οὕτω διακεῖσθαι τὰς γνώμας ὑμᾶς ὡς ἕκαστον ἑκόντα προθύμως ὅ τι ἂν δέῃ ποιήσοντα.
雅典的诸位,准备工作中首要且最大的一点,就是你们的态度应当调整为:每个人都愿意且积极地去做好任何需要做的事。
§15ὁρᾶτε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι, ὅσα μὲν πώποθʼ ἅπαντες ἐβουλήθητε καὶ μετὰ ταῦτα τὸ πράττειν αὐτὸς ἕκαστος ἑαυτῷ προσήκειν ἡγήσατο, οὐδὲν πώποθʼ ὑμᾶς ἐξέφυγεν, ὅσα δʼ ἐβουλήθητε μέν, μετὰ ταῦτα δʼ ἀπεβλέψατʼ εἰς ἀλλήλους ὡς αὐτὸς μὲν ἕκαστος οὐ ποιήσων, τὸν δὲ πλησίον πράξοντα, οὐδὲν πώποθʼ ὑμῖν ἐγένετο.
雅典的诸位,因为你们看到,凡是你们大家曾经渴望、并且在此之后每个人都认为实行这一行动是自己个人的责任的事,没有任何一件曾从你们手中溜走;但是,凡是你们虽然渴望、却在此之后彼此观望,以为自己不去做而邻人会代劳的事,就没有任何一件曾为你们实现。
§16ἐχόντων δʼ ὑμῶν οὕτω καὶ παρωξυμμένων, τοὺς διακοσίους καὶ χιλίους ἀναπληρῶσαί φημι χρῆναι καὶ ποιῆσαι δισχιλίους, ὀκτακοσίους αὐτοῖς προσνείμαντας· ἐὰν γὰρ τοῦτʼ ἀποδείξητε τὸ πλῆθος, ἡγοῦμαι, τῶν ἐπικλήρων καὶ τῶν ὀρφανῶν καὶ τῶν κληρουχικῶν καὶ τῶν κοινωνικῶν καὶ εἴ τις ἀδύνατος ἀφαιρεθέντων, ἔσεσθαι χίλια καὶ διακόσια ταῦθʼ ὑμῖν σώματα.
在你们抱有这种态度并被激发起来的时候,我主张我们应当补充这一千二百人,通过给他们增加八百人来使之达到二千人;因为如果你们指定这个数目,我认为,在扣除女继承人、孤儿、海外殖民者、商业团体以及任何无力支付的人之后,你们将拥有这实际可以动用的一千二百名成员。
§17ἐκ τοίνυν τούτων οἶμαι δεῖν ποιῆσαι συμμορίας εἴκοσιν, ὥσπερ νῦν εἰσιν, ἑξήκοντα σώματʼ ἔχουσαν ἑκάστην.
因此,我认为我们应该从这些人中组成二十个征税区,就像现在这样,每个区包含六十名成员。
τούτων δὲ τῶν συμμοριῶν ἑκάστην διελεῖν κελεύω πέντε μέρη κατὰ δώδεκʼ ἄνδρας, ἀνταναπληροῦντας πρὸς τὸν εὐπορώτατον ἀεὶ τοὺς ἀπορωτάτους.
我建议将这些征税区中的每一个分成由十二人组成的五个小组,始终将最穷困的人与最富裕的人相搭配以补充人数。
καὶ τὰ μὲν σώμαθʼ οὕτω συντετάχθαι φημὶ δεῖν· διʼ ὃ δʼ, εἴσεσθε, ἐπειδὰν ὅλον τὸν τρόπον τῆς συντάξεως ἀκούσητε.
我主张,成员应当以这种方式组织起来;至于为什么要这样做,等你们听完整个组织方式后就会明白了。