§18τὰς δὲ τριήρεις πῶς;
那么,关于战船该如何呢?
τὸν ἅπαντʼ ἀριθμὸν κελεύω τριακοσίας ἀποδείξαντας, κατὰ πεντεκαιδεκαναΐαν εἴκοσι ποιῆσαι μέρη, τῶν πρώτων ἑκατὸν πέντε, καὶ τῶν δευτέρων ἑκατὸν πέντε, καὶ τῶν τρίτων ἑκατὸν πένθʼ ἑκάστῳ μέρει διδόντας, εἶτα συγκληρῶσαι συμμορίᾳ σωμάτων ἑκάστῃ τὴν πεντεκαιδεκαναΐαν, τὴν δὲ συμμορίαν ἑκάστῳ τῷ μέρει σφῶν αὐτῶν τρεῖς ἀποδοῦναι τριήρεις.
我建议,在将总数确定为三百艘之后,将其分为二十个部分,每部分十五艘,在各部分中分别分派第一批百艘中的五艘、第二批百艘中的五艘、以及第三批百艘中的五艘;然后,将这十五艘的组合抽签分配给每个由人员组成的征税区,并由每个征税区将三艘战船分派给其自身的每一个小组。
§19ἐπειδὰν δὲ ταῦθʼ οὕτως ἔχονθʼ ὑπάρχῃ, κελεύω, ἐπειδὴ τὸ τίμημʼ ἐστὶ τῆς χώρας ἑξακισχιλίων ταλάντων, ἵνʼ ὑμῖν καὶ τὰ χρήματʼ ᾖ συντεταγμένα, διελεῖν τοῦτο καὶ ποιῆσαι καθʼ ἑξήκοντα τάλανθʼ ἑκατὸν μέρη, εἶτα πένθʼ ἑξηκονταταλαντίας εἰς ἑκάστην τῶν μεγάλων τῶν εἴκοσι συμμοριῶν ἐπικληρῶσαι, τὴν δὲ συμμορίαν ἑκάστῳ τῶν μερῶν μίαν ἑξηκονταταλαντίαν ἀποδοῦναι, §20ὅπως, ἂν μὲν ὑμῖν ἑκατὸν δέῃ τριήρων, τὴν μὲν δαπάνην ἑξήκοντα τάλαντα συντελῇ, τριήραρχοι δʼ ὦσι δώδεκα, ἂν δὲ διακοσίων, τριάκοντα μὲν ᾖ τάλαντα τὴν δαπάνην συντελοῦντα, ἓξ δὲ σώματα τριηραρχοῦντα, ἐὰν δὲ τριακοσίων, εἴκοσιν μὲν ᾖ τάλαντα τὴν δαπάνην διαλύοντα, τέτταρα δὲ σώματα τριηραρχοῦντα.
当这些事情如此安排妥当后,为了使资金也为你们组织起来,既然全国的课税估值为六千塔兰特,我建议将此估值进行分割,制成每份六十塔兰特的一百个份额,然后将五个六十塔兰特的份额抽签分配给二十个大征税区中的每一个,再由每个征税区将一个六十塔兰特的份额分派给其自身的每一个小组,这样一来,如果你们需要一百艘战船,那么六十塔兰特的估值将分担其费用,并由十二人担任联合三段舵船长;如果需要二百艘,则由三十塔兰特的估值分担其费用,并由六人担任联合船长;如果需要三百艘,则由二十塔兰特的估值结算其费用,并由四人担任联合船长。
§21τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ νῦν ὀφειλόμενʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν σκευῶν ἐπὶ τὰς τριήρεις τιμήσαντας ἅπαντʼ ἐκ τοῦ διαγράμματος νεῖμαι κελεύω μέρη εἴκοσιν, ἔπειτα ταῖς μεγάλαις ἐπικληρῶσαι συμμορίαις μέρος ἓν χρήστων ἑκάστῃ, τὴν δὲ συμμορίαν ἑκάστην διανεῖμαι τῶν αὑτῆς μερῶν ἑκάστῳ τὸ ἴσον, τοὺς δὲ δώδεκα τοὺς ἐν ἑκάστῳ τῷ μέρει ταῦτʼ εἰσπράξαντας τὰς τριήρεις, ἃς ἂν ἕκαστοι λάχωσι, παρεσκευασμένας παρέχειν.
雅典的诸位,我建议以同样的方式,根据登记册对目前拖欠的、用于战船的所有艤装进行估价,并将其分为二十个部分,然后将其中一部分债务抽签分配给每个大征税区,再由各个征税区将其平分给其自身的每一个小组,最后由每个小组中的十二人在收回这些艤装后,提供各自抽签分得的、配备齐全的战船。
§22τὴν μὲν δαπάνην καὶ τὰ σκάφη καὶ τοὺς τριηράρχους καὶ τὴν τῶν σκευῶν εἴσπραξιν οὕτως ἂν ἄρισθʼ ἡγοῦμαι καὶ πορισθῆναι καὶ παρασκευασθῆναι·
我认为,费用、船体、联合船长以及艤装的征收,通过这种方式能得到最妥善的筹措和准备。
πλήρωσιν δʼ, ἣ καὶ σαφὴς ἔσται καὶ ῥᾳδία, μετὰ ταῦτα λέγω.
至于乘员的充实,这是一件既明晰又容易的事,我接下来就谈谈它。
φημὶ τοὺς στρατηγοὺς δεῖν διανεῖμαι τόπους δέκα τῶν νεωρίων, σκεψαμένους ὅπως ὡς ἐγγύτατʼ ἀλλήλων κατὰ τριάκοντʼ ὦσι νεώσοικοι, ἐπειδὰν δὲ τοῦτο ποιήσωσι, δύο συμμορίας καὶ τριάκοντα τριήρεις τούτων ἑκάστῳ προσνεῖμαι τῶν τόπων, εἶτʼ ἐπικληρῶσαι τὰς φυλάς· §23τὸν δὲ ταξίαρχον ἕκαστον, ὃν ἂν ἡ φυλὴ τόπον λάχῃ, διελεῖν τρίχα καὶ τὰς ναῦς ὡσαύτως, εἶτʼ ἐπικληρῶσαι τὰς τριττῦς, ὅπως ἂν τῶν μὲν ὅλων νεωρίων ἓν ἑκάστῃ μέρος ᾖ τῶν φυλῶν, τοῦ δὲ μέρους ἑκάστου τὸ τρίτον μέρος ἡ τριττὺς ἔχῃ, εἰδῆτε δʼ, ἄν τι δέῃ, πρῶτον μὲν τὴν φυλήν, ὅπου τέτακται, μετὰ ταῦτα δὲ τὴν τριττύν, εἶτα τριήραρχοι τίνες καὶ τριήρεις ποῖαι.
我主张,将军们应当将船坞划分为十个区域,并考虑如何使三十个船坞尽可能紧密地相邻;在做好这件事之后,他们必须在这些区域的每一个中分配两个征税区和三十艘战船,然后抽签分配各个部落;接着,每个部落抽签分得区域后,其部落指挥官应当将该区域和船只同样分为三部分,然后抽签分配各个三分部,以便每个部落拥有整个船坞的一个部分,而每个三分部拥有该部分的三分之一,这样在需要的时候,你们就能首先知道部落被部署在何处,其次知道三分部在何处,再者知道船长是谁以及拥有何种战船。
ἐὰν γὰρ ταῦθʼ οὕτως εἰς ὁδὸν καταστῇ, εἴ τι καὶ παραλείπομεν νῦν (πάντα γὰρ ἴσως εὑρεῖν οὐ ῥᾴδιον), αὐτὸ τὸ πρᾶγμʼ ἑαυτῷ εὑρήσει, καὶ μία σύνταξις καὶ πασῶν τῶν νεῶν καὶ μέρους ἔσται.
因为如果这些事情以此种方式步入正轨,即使我们现在有所遗漏(因为要发现一切或许并不容易),事情本身也会自行找到解决办法,并且所有的船只及其中一部分都将拥有统一的组织。
§24ὑπὲρ δὲ χρημάτων καὶ πόρου φανεροῦ τινὸς ἤδη παράδοξον μὲν οἶδα λόγον ὃν μέλλω λέγειν, ὅμως δʼ εἰρήσεται· πιστεύω γάρ, ἐάν τις ὀρθῶς σκοπῇ, μόνος τἀληθῆ καὶ τὰ γενησόμενʼ εἰρηκὼς φανεῖσθαι.
但是关于资金和目前某种显而易见的财源,我知道我将要说的话是违背常理的,但还是必须说出来;因为我相信,如果有人正确地思考,我将被证明是唯一说出了真理和未来将发生之事的人。
ἐγώ φημι χρῆναι μὴ λέγειν νυνὶ περὶ χρημάτων· εἶναι γὰρ πόρον, ἂν δέῃ, μέγαν καὶ καλὸν καὶ δίκαιον, ὃν ἂν μὲν ἤδη ζητῶμεν, οὐδʼ εἰς τόθʼ ὑπάρχειν ἡγησόμεθʼ ἡμῖν· οὕτω πολὺ τοῦ πορίσαι νῦν ἀποσχήσομεν· ἐὰν δʼ ἐῶμεν, ἔσται.
我主张,我们现在不应该谈论资金;因为在需要时,会有一笔巨大、体面且公正的财源,如果我们现在去寻找它,我们就会认为到那时它也不存在,从而使我们现在根本无法筹措;但如果我们暂时不管它,它就会存在。
τίς οὖν ἔσθʼ οὗτος ὁ νῦν μὲν οὐκ ὤν, ὑπάρξων δʼ εἰς τότε;
那么,这笔现在没有、到那时却会存在的财源究竟是什么呢?
αἰνίγματι γὰρ ὅμοιον τοῦτό γε.
这确实就像一个谜语。
§25ἐγὼ φράσω.
我来解释。
ὁρᾶτε τὴν πόλιν, ὦ ἄνδρες Ἀθηναῖοι, πᾶσαν ταύτην.
雅典的诸位,请看这整个城邦。
ἐν ταύτῃ χρήματʼ ἔνεστιν ὀλίγου δέω πρὸς ἁπάσας τὰς ἄλλας εἰπεῖν πόλεις.
这里面蕴藏着的资金,我几乎可以说是与其他所有城邦的总和不相上下。
ταῦτα δʼ οἱ κεκτημένοι τοιοῦτον ἔχουσι νοῦν ὥστʼ, εἰ πάντες οἱ λέγοντες φοβοῖεν ὡς ἥξει βασιλεύς, ὡς πάρεστιν, ὡς οὐδʼ οἷόν τε ταῦτʼ ἄλλως ἔχειν, καὶ μετὰ τῶν λεγόντων ἴσοι τὸ πλῆθος τούτοις χρησμῳδοῖεν, οὐ μόνον οὐκ ἂν εἰσενέγκαιεν, ἀλλʼ οὐδʼ ἂν δόξειαν κεκτῆσθαι.
然而,拥有这些资金的人却抱有这样一种想法:即使所有的演说者都恐吓他们,说国王将要到来,说他已经兵临城下,说事情不可能有别的结果,并且与这些演说者同等人数的预言家与他们一起做出不祥的预言,他们不仅不会缴纳特别税,甚至不会表现出自己拥有这些财富。