§9ἔτι δʼ αὐτὴν οὗτος τοῖς πολέμοις καὶ ταῖς στρατείαις καὶ πᾶσιν οἷς ἄν τις αὐτὸν μέγαν εἶναι νομίσειε, σφαλερωτέραν αὑτῷ πεποίηκεν.
さらに彼は、数々の戦争や遠征、また彼が偉大であると人に思わせるようなあらゆる事柄によって、その軍事力を自分自身にとってより不安定なものにしてしまいました。
μὴ γὰρ οἴεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς χαίρειν Φίλιππόν τε καὶ τοὺς ἀρχομένους, ἀλλʼ ἐννοεῖσθʼ ὡς ὁ μὲν ἐπιθυμεῖ δόξης, οἱ δʼ ἀσφαλείας, καὶ αὐτῷ μὲν οὐκ ἔστι τυχεῖν ταύτης ἀκινδύνως, οἱ δʼ οὐδὲν δέονται, καταλείποντες οἴκοι τέκνα, γονεῖς, γυναῖκας, φθείρεσθαι καὶ καθʼ ἑκάστην ἡμέραν κινδυνεύειν ὑπὲρ αὐτοῦ.
アテナイの諸君、フィリッポスと彼の支配下にある者たちが同じことを喜んでいるなどと思ってはなりません。 むしろ、彼は名声を切望しているのに対し、彼らは安全を望んでおり、彼にとっては危険を冒さずに名声を得ることは不可能である一方、彼らは、子供や親や妻を家に残したまま、彼のために消耗し、日々危険に身をさらすことなど全く望んでいない、ということを考慮に入れるべきです。
§10ὥστε τοὺς μὲν πολλοὺς τῶν Μακεδόνων ἐκ τούτων ἄν τις ἴδοι πῶς διάκεινται πρὸς τὸν Φίλιππον·
したがって、マケドニア人の大多数がフィリッポスに対してどのように感じているかは、これらのことから見て取ることができるでしょう。
τοὺς δὲ περὶ αὐτὸν ὄντας ἑταίρους καὶ τοὺς τῶν ξένων ἡγεμόνας εὑρήσετε δόξαν μὲν ἔχοντας ἐπʼ ἀνδρείᾳ, περιδεῶς δὲ μᾶλλον τῶν ἀδόξων ζῶντας.
また、彼の周囲にいる側近たちや傭兵の隊長たちについては、勇敢さで名声を博しているものの、名もない人々よりもはるかに怯えながら生きていることがわかるでしょう。
τοῖς μὲν γὰρ ὁ πρὸς τοὺς πολεμίους μόνον ὑπάρχει κίνδυνος, οἱ δὲ τοὺς κόλακας καὶ τοὺς διαβάλλοντας αὐτοὺς μᾶλλον ἢ τὰς μάχας δεδίασι·
なぜなら、前者の人々にとっては敵に対する危険だけが存在するのに対し、後者の人々は戦闘よりもむしろ追従者や自分たちを中傷する者たちを恐れているからです。
§11κἀκεῖνοι μὲν μετὰ πάντων ἀγωνίζονται πρὸς τοὺς ἀντιταχθέντας, τοῖς δὲ καὶ τῶν ἐν τοῖς πολέμοις κακῶν οὐκ ἐλάχιστον μέρος μέτεστιν, καὶ χωρὶς ἰδίᾳ τὸν τρόπον τὸν τοῦ βασιλέως φοβεῖσθαι συμβέβηκεν.
そして、前者の人々は味方全員とともに敵対する者たちと戦いますが、後者の人々は戦争における災厄の小さくない部分を分かち合っている上に、それとは別に個人として王の気性を恐れなければならないという事態に陥っています。
ἔτι δὲ τῶν μὲν πολλῶν ἐὰν ἁμάρτῃ τις, ζημίας κατὰ τὴν ἀξίαν εἴληφεν· οἱ δʼ ὅταν μάλιστα κατορθώσωσι, τότε μάλιστα σκορακίζονται καὶ προπηλακίζονται παρὰ τὸ προσῆκον.
さらに、一般の者たちのうち誰かが過ちを犯した場合には、その過ちに値する罰を受けるだけですが、後者の人々は、最も見事に成功を収めたときにこそ、最も不当に退けられ、辱められるのです。
§12καὶ τούτοις οὐδʼ ἂν εἷς εὖ φρονῶν ἀπιστήσειεν·
そして、このことに理識のある者なら誰も疑いを差し挟まないでしょう。
οὕτω γὰρ φιλότιμον αὐτὸν εἶναί φασιν οἱ συνδιατρίψαντες ὥστε βουλόμενον τὰ κάλλιστα τῶν ἔργων πάνθʼ αὑτοῦ δοκεῖν εἶναι μᾶλλον ἄχθεσθαι τῶν στρατηγῶν καὶ τῶν ἡγεμόνων τοῖς ἄξιον ἐπαίνου τι πράξασιν ἢ τοῖς ὅλως ἀποτυχοῦσι.
というのも、彼のもとで時を過ごした者たちが言うには、彼は非常に名誉欲が強いため、最も素晴らしい功績のすべてが自分自身のものであると見なされることを望んでおり、称賛に値することを行った将軍や隊長たちに対して、完全に失敗した者たちに対するよりも、むしろ強い不快感を抱くほどだからです。
§13πῶς οὖν, εἴπερ ἐστὶ ταῦτα τοιαῦτα, πιστῶς ἤδη πολὺν χρόνον αὐτῷ παραμένουσιν;
では、もしこれらのことがその通りであるならば、なぜ彼らはすでに長い間、忠実に彼のそばにとどまっているのでしょうか。
ὅτι νῦν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ κατορθοῦν αὐτὸν ἐπισκοτεῖ πᾶσι τοῖς τοιούτοις·
アテナイの諸君、それは現在、彼の成功が、こうしたすべての事柄を覆い隠しているからです。
αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων εἰσίν· εἰ δέ τι πταίσει, τότʼ ἀκριβῶς διακαλυφθήσεται ταῦτα πάντα.
なぜなら、繁栄というものは人間の過ちを覆い隠し、陰に隠すのに非常に長けているからであり、もし彼が何らかのつまずきを犯せば、そのときこそこれらすべてが正確に暴かれることになるでしょう。
συμβαίνει γάρ, ὥσπερ ἐν τοῖς σώμασιν ἡμῶν·
これはまさに、我々の身体におけるのと同様のことが起こるのです。
§14ὅταν μὲν ἐρρωμένος ᾖ τις, οὐδὲν ἐπαισθάνεται τῶν καθʼ ἕκαστα σαθρῶν, ἐπὰν δʼ ἀρρωστήσῃ, πάντα κινεῖται, κἂν ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν ὑπαρχόντων ᾖ μὴ τελέως ὑγιεινόν·
人が壮健であるときには、個々の傷んだ部分を全く感じませんが、病気にかかると、骨折であれ、捻挫であれ、あるいは体の中にある完全に健康ではない他のいかなる部分であれ、あらゆるものが痛みだします。
οὕτω καὶ τῶν βασιλειῶν καὶ ἁπασῶν τῶν δυναστειῶν, ἕως μὲν ἂν ἐν τοῖς πολέμοις κατορθῶσιν, ἀφανῆ τὰ κακά ἐστι τοῖς πολλοῖς, ἐπὰν δέ τι πταίσωσιν, ὃ νῦν παθεῖν εἰκὸς ἐκεῖνον μεῖζον φορτίον ἢ καθʼ αὑτὸν αἰρόμενον, γίγνεται φανερὰ τὰ δυσχερῆ πάντα τοῖς ἅπασιν.
王国やあらゆる支配体制においても同様であり、戦争で成功している限りは、その弊害は大多数の者にとって見えないままですが、一度つまずきが生じると(現在、彼が自分の能力を超える重荷を背負っていることからして、そうしたつまずきを被る可能性は高いのですが)、すべての不都合な点がことごとく万人の目に明らかになるのです。
§15εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον ὁρῶν εὐτυχοῦντα φοβερὸν εἶναι νομίζει καὶ δυσπολέμητον, σώφρονος μὲν ἀνδρὸς χρῆται προνοίᾳ·
アテナイの諸君、もし諸君の中に、フィリッポスが幸運に恵まれているのを見て、彼を恐るべき、また戦いにくい相手であると考える者がいるなら、その者は思慮深い人間の持つ先見の明を発揮していると言えます。
μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον ἡ τύχη ἐστὶ πρὸς ἅπαντα τὰ τῶν ἀνθρώπων πράγματα·
なぜなら、人間のあらゆる事柄において、運は非常に大きな影響力を、あるいはむしろ絶対的な決定権を持っているからです。
κατὰ πολλοὺς μέντοι τρόπους ἕλοιτʼ ἄν τις οὐχ ἧττον τὴν ἡμετέραν εὐτυχίαν ἢ τὴν ἐκείνου.
しかしながら、多くの点において、人は彼の幸運よりも我々の持つ幸運の方を引けを取らずに選び取ることができるでしょう。