§16παρά τε γὰρ τῶν προγόνων ἐκ πλείονος χρόνου παρειλήφαμεν τὴν εὐδαιμονίαν οὐ τούτου μόνον, ἀλλὰ συνελόντι φράσαι πάντων τῶν ἐν Μακεδονίᾳ βασιλευσάντων·
というのも、我々は先祖代々、この男だけでなく、端的に言えば、マケドニアを支配したすべての王たちのそれよりもはるかに長い時間、繁栄を受け継いできたからです。
κἀκεῖνοι μὲν Ἀθηναίοις φόρους ἤνεγκαν, ἡ δʼ ἡμετέρα πόλις οὐδενί πω τῶν ἁπάντων.
彼らはアテナイ人に貢納を支払いましたが、我々のポリスはこれまでいかなる者にも支払ったことがありません。
ἔτι δὲ τοσούτῳ πλείους ἀφορμὰς αὐτοῦ πρὸς τὴν τῶν θεῶν εὔνοιαν ἔχομεν, ὅσῳ διατελοῦμεν εὐσεβέστερα καὶ δικαιότερα πράττοντες.
さらに、我々がより敬虔かつ公正に行動し続けている分だけ、我々は彼よりも神々の好意を得るためのより多くの拠り所を持っています。
§17τί ποτʼ οὖν ἐκεῖνος ἐν τῷ προτέρῳ πολέμῳ πλείω κατώρθωσεν ἡμῶν;
では一体なぜ、彼は前回の戦争で我々よりも多くの成功を収めたのでしょうか。
ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, (παρρησιάσομαι γὰρ πρὸς ὑμᾶς) ὁ μὲν αὐτὸς στρατεύεται καὶ ταλαιπωρεῖ καὶ τοῖς κινδύνοις πάρεστιν, οὔτε καιρὸν παριεὶς οὔθʼ ὥραν ἔτους παραλείπων οὐδεμίαν, ἡμεῖς δὲ (εἰρήσεται γὰρ τἀληθῆ) οὐδὲν ποιοῦντες ἐνθάδε καθήμεθα, μέλλοντες ἀεὶ καὶ ψηφιζόμενοι καὶ πυνθανόμενοι κατὰ τὴν ἀγορὰν εἴ τι λέγεται νεώτερον.
アテナイの諸君、それは(率直に申し上げますが)、彼自身が自ら遠征し、辛苦を重ね、危険の場に立ち会っており、いかなる機会も見過ごさず、一年のうちいかなる季節も怠ることがないからです。 これに対して我々は(真実を語るべきですから)、何もしないままここに座り込み、常に先延ばしにし、決議を可決し、広場で何か新しい噂はないかと尋ね回っているだけだからです。
καίτοι τί γένοιτʼ ἂν νεώτερον ἢ Μακεδὼν ἀνὴρ καταφρονῶν Ἀθηναίων καὶ τολμῶν ἐπιστολὰς πέμπειν τοιαύτας οἵας ἠκούσατε μικρῷ πρότερον;
しかし、一人のマケドニア人がアテナイ人を侮り、諸君が少し前に耳にしたような書簡をあえて送ってくること以上に、新しい出来事などあり得るでしょうか。
§18καὶ τῷ μὲν ὑπάρχουσι μισθοφόροι στρατιῶται, καὶ νὴ Δία πρὸς τούτοις τῶν παρʼ ἡμῖν ῥητόρων τινές, οἳ τὰς παρʼ ἐκείνου δωρεὰς οἴκαδε λαμβάνειν νομίζοντες οὐκ αἰσχύνονται Φιλίππῳ ζῶντες, οὐδʼ αἰσθάνονται πάντα καὶ τὰ τῆς πόλεως καὶ τὰ σφῶν αὐτῶν μικροῦ λήμματος πωλοῦντες.
また、彼には雇い兵たちがおり、さらに(ゼウスにかけて! )我々の側の弁論家の中にも、彼からの贈り物を家に持ち帰ることを当然と思い、フィリッポスのために生きることを恥とも思わず、ポリスの利益も自分自身の利益もすべて、わずかな報酬のために売り払っていることに気づきもしない者たちがいます。
ἡμεῖς δʼ οὔτε τῶν ἐκείνου πραγμάτων οὐδὲν στασιάζειν παρασκευάζομεν, οὔτε ξενοτροφεῖν ἐθέλομεν, οὔτε στρατεύεσθαι τολμῶμεν.
他方、我々は彼の支配領域においていかなる内紛も準備しようとせず、外国の雇い兵を養おうともせず、自ら遠征に出る勇気もありません。
§19οὔκουν ἐστὶν οὐδὲν δεινόν, εἴ τι πεπλεονέκτηκεν ἡμῶν κατὰ τὸν πρότερον πόλεμον, ἀλλὰ μᾶλλον εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν προσήκει τοὺς πολεμοῦντας, νομίζομεν κρατήσειν τοῦ πάντα πράττοντος· ἃ δεῖ τοὺς πλεονεκτήσειν μέλλοντας.
それゆえ、彼が前回の戦争で我々に対して何らかの優位に立ったとしても、何ら不思議なことではありません。 むしろ不思議なのは、我々が戦争をする者として当然なすべきことを何一つ行っていないにもかかわらず、優位に立とうとする者がなすべきすべてのことを実践している男に打ち勝とうと考えていることの方です。
§20ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, χρὴ λαβόντας ἔννοιαν, καὶ λογισαμένους ὡς οὐδʼ ἐφʼ ἡμῖν ἐστι τὸ φάσκειν ἄγειν εἰρήνην (ἤδη γὰρ ἐκεῖνος καὶ προηγόρευκε τὸν πόλεμον καὶ τοῖς ἔργοις ἐξενήνοχε) μηδενὸς μὲν φείδεσθαι μήτε τῶν δημοσίων μήτε τῶν ἰδίων, στρατεύεσθαι δέ, ἄν που καιρὸς ᾖ, προθύμως ἅπαντας, χρῆσθαι δὲ στρατηγοῖς ἀμείνοσιν ἢ πρότερον.
アテナイの諸君、これらのことを念頭に置き、また、平和を維持していると言い張ることはもはや我々の思い通りにはならないこと(というのも、彼はすでに戦争を布告し、行動によってそれを開始しているからです)を考慮に入れて、公私ともに財産を一切惜しまず、機会があればどこであれ全員が熱心に遠征し、以前よりも優れた将軍たちを起用しなければなりません。
§21μὴ γὰρ ὑπολάβῃ τις ὑμῶν, διʼ ὧν ἐγένετο τὰ πράγματα χείρω τὰ τῆς πόλεως, διὰ τούτων αὐτὰ πάλιν ἀναλήψεσθαι καὶ γενήσεσθαι βελτίω·
諸君のうち誰も、ポリスの事態を悪化させたその同じ手段によって、事態が再び回復し改善されるなどと考えてはなりません。
μηδὲ νομίσητε ῥᾳθυμούντων ὑμῶν, ὥσπερ πρότερον, ἑτέρους ὑπὲρ τῶν ὑμετέρων ἀγωνιεῖσθαι προθύμως·
また、以前のように諸君が怠惰でいる間に、他人が諸君の利益のために熱心に戦ってくれるなどと思ってはなりません。
ἀλλʼ ἐννοεῖσθʼ ὡς αἰσχρόν ἐστι τοὺς μὲν πατέρας ὑμῶν πολλοὺς πόνους καὶ μεγάλους κινδύνους ὑποστῆναι Λακεδαιμονίοις πολεμοῦντας, §22ὑμᾶς δὲ μηδʼ ὑπὲρ ὧν ἐκεῖνοι δικαίως κτησάμενοι παρέδοσαν ὑμῖν ἐθέλειν ἐρρωμένως ἀμύνεσθαι, ἀλλὰ τὸν μὲν ἐκ Μακεδονίας ὁρμώμενον οὕτως εἶναι φιλοκίνδυνον ὥσθʼ ὑπὲρ τοῦ μείζω ποιῆσαι τὴν ἀρχὴν κατατετρῶσθαι πᾶν τὸ σῶμα τοῖς πολεμίοις μαχόμενον, Ἀθηναίους δέ, οἷς πάτριόν ἐστι μηδενὸς ἀκούειν, ἁπάντων δὲ κρατεῖν ἐν τοῖς πολέμοις, τούτους διὰ ῥᾳθυμίαν ἢ μαλακίαν ἐγκαταλείπειν τά τε τῶν προγόνων ἔργα καὶ τὰ συμφέροντα τῆς πατρίδος.
むしろ、諸君の父親たちがラケダイモン人と戦う中で、多くの辛苦と大きな危険に耐え抜いた一方で、諸君は、彼らが正当に獲得して諸君に引き渡してくれたもののためにさえ、力強く守り抜こうとしないこと、また、マケドニアから出発した一人の男が、支配を拡大するために、敵と戦って体中を傷だらけにするほど危険を愛している一方で、いかなる者にも服従せず、戦争においてはあらゆる者に打ち勝つことが先祖伝来の伝統であるアテナイ人が、怠惰や弱気のために先祖の功績と祖国の利益を放棄してしまうということが、どれほど恥ずべきことであるかを考慮すべきです。
§23ἵνα δὲ μὴ μακρολογῶ, φημὶ χρῆναι παρεσκευάσθαι μὲν πρὸς τὸν πόλεμον, παρακαλεῖν δὲ τοὺς Ἕλληνας, μὴ λόγοις, ἀλλὰ τοῖς ἔργοις πρὸς τὴν παρʼ ἡμῶν συμμαχίαν·
長々と話さないために端的に言えば、私は、戦争への備えを整え、言葉によってではなく行動によってギリシア人たちに我々の同盟への参加を呼びかけるべきであると主張します。
ὡς ἅπας μέν ἐστι λόγος μάταιος πράξεων ἄμοιρος γενόμενος, τοσούτῳ δὲ μάλισθʼ ὁ παρὰ τῆς ἡμετέρας πόλεως, ὅσῳ δοκοῦμεν αὐτῷ προχειρότατα χρῆσθαι τῶν ἄλλων Ἑλλήνων.
なぜなら、いかなる言葉も行動を伴わなければ虚しいものですが、我々のポリスから発せられる言葉は、他のどのギリシア人よりも我々がそれを最も軽々しく用いると思われている分だけ、とりわけ虚しいものとなるからです。