§9ἔτι δʼ αὐτὴν οὗτος τοῖς πολέμοις καὶ ταῖς στρατείαις καὶ πᾶσιν οἷς ἄν τις αὐτὸν μέγαν εἶναι νομίσειε, σφαλερωτέραν αὑτῷ πεποίηκεν.
而且,他通过这些战争、远征以及所有让人认为他伟大的一切,反而使它对自己而言变得更加动摇。
μὴ γὰρ οἴεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς χαίρειν Φίλιππόν τε καὶ τοὺς ἀρχομένους, ἀλλʼ ἐννοεῖσθʼ ὡς ὁ μὲν ἐπιθυμεῖ δόξης, οἱ δʼ ἀσφαλείας, καὶ αὐτῷ μὲν οὐκ ἔστι τυχεῖν ταύτης ἀκινδύνως, οἱ δʼ οὐδὲν δέονται, καταλείποντες οἴκοι τέκνα, γονεῖς, γυναῖκας, φθείρεσθαι καὶ καθʼ ἑκάστην ἡμέραν κινδυνεύειν ὑπὲρ αὐτοῦ.
雅典的公民们,切勿以为斐里普和那些受他统治的人会因同样的事情而感到高兴,而是应当想到,他渴望的是名望,而他们渴望的是安全;对他来说,不冒危险就无法获得这名望,而他们则绝不愿意把孩子、父母和妻子留在家里,去为了他而天天消磨生命、面临危险。
§10ὥστε τοὺς μὲν πολλοὺς τῶν Μακεδόνων ἐκ τούτων ἄν τις ἴδοι πῶς διάκεινται πρὸς τὸν Φίλιππον· τοὺς δὲ περὶ αὐτὸν ὄντας ἑταίρους καὶ τοὺς τῶν ξένων ἡγεμόνας εὑρήσετε δόξαν μὲν ἔχοντας ἐπʼ ἀνδρείᾳ, περιδεῶς δὲ μᾶλλον τῶν ἀδόξων ζῶντας.
因而,人们从这些事情中就可以看出,大多数马其顿人对斐里普的态度如何;至于他身边的亲信侍从和外邦雇佣军的领袖,你们会发现,他们虽然因勇敢而享有声誉,却比那些默默无闻的人活得更加战战兢兢。
τοῖς μὲν γὰρ ὁ πρὸς τοὺς πολεμίους μόνον ὑπάρχει κίνδυνος, οἱ δὲ τοὺς κόλακας καὶ τοὺς διαβάλλοντας αὐτοὺς μᾶλλον ἢ τὰς μάχας δεδίασι· §11κἀκεῖνοι μὲν μετὰ πάντων ἀγωνίζονται πρὸς τοὺς ἀντιταχθέντας, τοῖς δὲ καὶ τῶν ἐν τοῖς πολέμοις κακῶν οὐκ ἐλάχιστον μέρος μέτεστιν, καὶ χωρὶς ἰδίᾳ τὸν τρόπον τὸν τοῦ βασιλέως φοβεῖσθαι συμβέβηκεν.
因为对前者而言,危险仅来自于敌人,而后者惧怕谄媚者和诽谤他们的人,更甚于惧怕战斗;而且,前者是与所有人一同对抗那些与他们对立的人,而后者不仅要在战争中分担不小的灾祸,还必须在私底下独自承受对国王脾性的恐惧。
ἔτι δὲ τῶν μὲν πολλῶν ἐὰν ἁμάρτῃ τις, ζημίας κατὰ τὴν ἀξίαν εἴληφεν· οἱ δʼ ὅταν μάλιστα κατορθώσωσι, τότε μάλιστα σκορακίζονται καὶ προπηλακίζονται παρὰ τὸ προσῆκον.
此外,普通人中若是有人犯了错,也只是受到其应得的惩罚;而后者在取得最大成就之时,往往最不公地遭到排斥和侮辱。
§12καὶ τούτοις οὐδʼ ἂν εἷς εὖ φρονῶν ἀπιστήσειεν·
对于这些事,任何心智健全的人都不会怀疑。
οὕτω γὰρ φιλότιμον αὐτὸν εἶναί φασιν οἱ συνδιατρίψαντες ὥστε βουλόμενον τὰ κάλλιστα τῶν ἔργων πάνθʼ αὑτοῦ δοκεῖν εἶναι μᾶλλον ἄχθεσθαι τῶν στρατηγῶν καὶ τῶν ἡγεμόνων τοῖς ἄξιον ἐπαίνου τι πράξασιν ἢ τοῖς ὅλως ἀποτυχοῦσι.
因为那些曾与他相处的人说,他是如此虚荣,以至于希望所有最伟大的功绩都被视为是他自己的,因而相比于那些彻底失败的人,他更反感那些做出了值得赞扬之事的将军和指挥官。
§13πῶς οὖν, εἴπερ ἐστὶ ταῦτα τοιαῦτα, πιστῶς ἤδη πολὺν χρόνον αὐτῷ παραμένουσιν;
那么,如果这些情况确实如此,为什么他们至今仍长久而忠诚地留在多他身边呢?
ὅτι νῦν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ κατορθοῦν αὐτὸν ἐπισκοτεῖ πᾶσι τοῖς τοιούτοις· αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων εἰσίν· εἰ δέ τι πταίσει, τότʼ ἀκριβῶς διακαλυφθήσεται ταῦτα πάντα.
因为在目前,雅典的公民们,他的成功掩盖了所有这一切;因为成功极擅长掩盖和遮蔽人类的过错;但如果他犯下任何失误,到那时所有这一切都将被彻底暴露。
συμβαίνει γάρ, ὥσπερ ἐν τοῖς σώμασιν ἡμῶν· §14ὅταν μὲν ἐρρωμένος ᾖ τις, οὐδὲν ἐπαισθάνεται τῶν καθʼ ἕκαστα σαθρῶν, ἐπὰν δʼ ἀρρωστήσῃ, πάντα κινεῖται, κἂν ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν ὑπαρχόντων ᾖ μὴ τελέως ὑγιεινόν· οὕτω καὶ τῶν βασιλειῶν καὶ ἁπασῶν τῶν δυναστειῶν, ἕως μὲν ἂν ἐν τοῖς πολέμοις κατορθῶσιν, ἀφανῆ τὰ κακά ἐστι τοῖς πολλοῖς, ἐπὰν δέ τι πταίσωσιν, ὃ νῦν παθεῖν εἰκὸς ἐκεῖνον μεῖζον φορτίον ἢ καθʼ αὑτὸν αἰρόμενον, γίγνεται φανερὰ τὰ δυσχερῆ πάντα τοῖς ἅπασιν.
因为这就像在我们身体中所发生的情况一样:当一个人身体强健时,他感觉不到任何局部的小毛病,但一旦生病,一切就会发作,无论是骨折、扭伤,还是体内其他任何不完全健康的部分;王朝和所有的统治政权也是如此,只要在战争中取得成功,它们的弊病在大多数人面前就是隐形的;但一旦遭受挫折(考虑到他现在正承担着超出其自身能力的重担,他现在很可能会遭遇挫折),所有的麻烦对所有人来说就都变得显而易见了。
§15εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον ὁρῶν εὐτυχοῦντα φοβερὸν εἶναι νομίζει καὶ δυσπολέμητον, σώφρονος μὲν ἀνδρὸς χρῆται προνοίᾳ· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ ὅλον ἡ τύχη ἐστὶ πρὸς ἅπαντα τὰ τῶν ἀνθρώπων πράγματα· κατὰ πολλοὺς μέντοι τρόπους ἕλοιτʼ ἄν τις οὐχ ἧττον τὴν ἡμετέραν εὐτυχίαν ἢ τὴν ἐκείνου.
雅典的公民们,如果你们中有人看到斐里普运气亨通,便认为他是可怕且难以战胜的,那么他的确展现了一个明智之人的先见之明;因为在人类的一切事务中,运气具有极大的影响力,甚至可以说决定了一切;然而,在许多方面,人们完全可以选择我们所拥有的运气,而不亚于他的运气。