§45ταῦτʼ ἀπιστίαν, ταῦτʼ ὀργὴν ἔχει.
これらが不信を、これらが怒りをもたらすのです。
δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δικαίως ἀλλήλοις τῆς πολιτείας κοινωνεῖν, τοὺς μὲν εὐπόρους εἰς μὲν τὸν βίον τὰ ἑαυτῶν ἀσφαλῶς ἔχειν νομίζοντας καὶ ὑπὲρ τούτων μὴ δεδοικότας, εἰς δὲ τοὺς κινδύνους κοινὰ ὑπὲρ τῆς σωτηρίας τὰ ὄντα τῇ πατρίδι παρέχοντας, τοὺς δὲ λοιποὺς τὰ μὲν κοινὰ κοινὰ νομίζοντας καὶ μετέχοντας τὸ μέρος, τὰ δʼ ἑκάστου ἴδια τοῦ κεκτημένου.
アテナイの皆さん、正義にかなった仕方で互いに国政を共有しなければなりません。 すなわち、富める者たちは、自らの生活のために自らの財産が安全に維持されていると考え、これらについて恐れることなく、一方で危険に対しては、救済のために自らの所有物を祖国に共通のものとして提供し、残りの者たちは、公のものを公のものと見なしてその分け前にあずかり、個人のものはそれを所有する者の私有物であると見なすべきです。
οὕτω καὶ μικρὰ μεγάλη πόλις γίγνεται καὶ μεγάλη σῴζεται.
このようにして、小さな城邦も大きくなり、大きな城邦は維持されるのです。
ὡς μὲν οὖν εἴποι τις ἄν, ἃ παρʼ ἑκατέρων εἶναι δεῖ, ταῦτʼ ἴσως ἐστίν·
それゆえ、双方が果たすべき義務として人が語るであろうことは、おそらくこれらのことです。
ὡς δὲ καὶ γένοιτʼ ἄν, νόμῳ διορθώσασθαι δεῖ.
しかし、それが実際にいかにして実現され得るかは、法律によって正さなければなりません。
§46τῶν δὲ παρόντων πραγμάτων καὶ τῆς ταραχῆς πολλὰ πόρρωθέν ἐστι τὰ αἴτια·
現在の事態と混乱の原因は、はるか以前に多く存在します。
ἃ εἰ βουλομένοις ὑμῖν ἀκούειν ἐστίν, ἐθέλω λέγειν.
もし皆さんがそれを聞くことを望んでおられるなら、私は語りましょう。
ἐξέστητʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς ὑποθέσεως ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον, καὶ τὸ μὲν προΐστασθαι τῶν Ἑλλήνων καὶ δύναμιν συνεστηκυῖαν ἔχοντας πᾶσι τοῖς ἀδικουμένοις βοηθεῖν περίεργον ἐπείσθητʼ εἶναι καὶ μάταιον ἀνάλωμʼ ὑπὸ τῶν ταῦτα πολιτευομένων, τὸ δʼ ἐν ἡσυχίᾳ διάγειν καὶ μηδὲν τῶν δεόντων πράττειν, ἀλλὰ προϊεμένους καθʼ ἓν ἕκαστον πάνθʼ ἑτέρους ἐᾶσαι λαβεῖν, θαυμαστὴν εὐδαιμονίαν καὶ πολλὴν ἀσφάλειαν ἔχειν ᾤεσθε.
アテナイの皆さん、あなたがたは先祖があなたがたを置いた立脚点から立ち去ってしまいました。 そして、ギリシア人の先頭に立ち、組織された軍事力を持って不当な扱いを受けているすべての人々を援助することは、お節介なことであり、無駄な出費であると、このような政策を行う者たちによって説得されてしまいました。 一方で、平穏の中に暮らし、なすべきことを何一つ行わず、一つ一つすべてを放棄して他者が手に入れるままにしておくことが、驚くべき幸福であり、大いなる安全をもたらすものと考えていたのです。
§47ἐκ δὲ τούτων παρελθὼν ἐπὶ τὴν τάξιν ἐφʼ ἧς ὑμῖν τετάχθαι προσῆκεν ἕτερος, οὗτος εὐδαίμων καὶ μέγας καὶ πολλῶν κύριος γέγονεν, εἰκότως·
このことから、あなたがたが配置されるべきであった位置へと他の者が進み出て、この者が幸福になり、偉大になり、多くのものを支配するようになりましたが、それは当然のことです。
πρᾶγμα γὰρ ἔντιμον καὶ μέγα καὶ λαμπρόν, καὶ περὶ οὗ πάντα τὸν χρόνον αἱ μέγισται τῶν πόλεων πρὸς αὑτὰς διεφέροντο, Λακεδαιμονίων μὲν ἠτυχηκότων, Θηβαίων δʼ ἀσχόλων διὰ τὸν Φωκικὸν πόλεμον γενομένων, ἡμῶν δʼ ἀμελούντων, ἔρημον ἀνείλετο.
なぜなら、名誉があり、偉大で、輝かしい地位であり、それについて常に最大の諸城邦が互いに争っていたものを、ラケダイモン人が不運に見舞われ、テーバイ人がフォキス戦争のために手が塞がっており、我々が怠慢であったために、主のいないまま彼が手に入れたからです。
§48τοιγάρτοι τὸ μὲν φοβεῖσθαι τοῖς ἄλλοις, τὸ δὲ συμμάχους πολλοὺς ἔχειν καὶ δύναμιν μεγάλην ἐκείνῳ περιγέγονε, καὶ τοσαῦτα πράγματα καὶ τοιαῦτʼ ἤδη περιέστηκε τοὺς Ἕλληνας ἅπαντας, ὥστε μηδʼ ὅ τι χρὴ συμβουλεύειν εὔπορον εἶναι.
それゆえに、他者にとっては恐れることが、彼にとっては多くの同盟国と強大な力を有することが結果として生じ、現在では、ギリシア人全員を取り巻く事態が非常に多く、またそのようなものとなっているため、何を勧告すべきかさえ容易ではなくなっています。
§49ὄντων δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν παρόντων πραγμάτων πᾶσιν, ὡς ἐγὼ κρίνω, φοβερῶν, οὐδένες ἐν μείζονι κινδύνῳ τῶν πάντων εἰσὶν ὑμῶν, οὐ μόνον τῷ μάλισθʼ ὑμῖν ἐπιβουλεύειν Φίλιππον, ἀλλὰ καὶ τῷ πάντων ἀργότατʼ αὐτοὶ διακεῖσθαι.
アテナイの皆さん、現在の事態は、私の判断ではすべての人にとって恐るべきものですが、全体の中であなたがたほど大きな危険に瀕している者は誰もいません。 それは、フィリッポスが最もあなたがたを狙っているということだけでなく、あなたがた自身がすべての者の中で最も怠惰な状態にあるということのゆえでもあります。
εἰ τοίνυν τὸ τῶν ὠνίων πλῆθος ὁρῶντες καὶ τὴν εὐετηρίαν τὴν κατὰ τὴν ἀγοράν, τούτοις κεκήλησθʼ ὡς ἐν οὐδενὶ δεινῷ τῆς πόλεως οὔσης, οὔτε προσηκόντως οὔτʼ ὀρθῶς τὸ πρᾶγμα κρίνετε·
それゆえ、もしあなたがたが売り物の多さや市場の繁盛ぶりを見て、これらに魅了され、城邦が何の危機にも瀕していないかのように思っているなら、あなたがたは事態を適切にも正しくも判断していません。
§50ἀγορὰν μὲν γὰρ ἄν τις καὶ πανήγυριν ἐκ τούτων ἢ φαύλως ἢ καλῶς παρεσκευάσθαι κρίνοι· πόλιν δʼ ἣν ὑπείληφεν, ὃς ἂν τῶν Ἑλλήνων ἄρχειν ἀεὶ βούληται, μόνην ἂν ἐναντιωθῆναι καὶ τῆς πάντων ἐλευθερίας προστῆναι, οὐ μὰ Δίʼ ἐκ τῶν ὠνίων, εἰ καλῶς ἔχει, δοκιμάζειν δεῖ, ἀλλʼ εἰ συμμάχων εὐνοίᾳ πιστεύει, εἰ τοῖς ὅπλοις ἰσχύει, ταῦθʼ ὑπὲρ τῆς πόλεως δεῖ σκοπεῖν·
なぜなら、市場や祭典がそれらからお粗末に、あるいは立派に準備されているかを人は判断するでしょうが、ギリシア人を支配することを常に望む者が、唯一立ち向かい、全員の自由の先頭に立ち得ると想定している城邦を、ゼウスにかけて、売り物から状態が良いと評価すべきではなく、そうではなく、同盟国の好意を信頼しているか、軍事力において強力であるか、城邦のためにこれらを検討せねばならないのです。
ἃ σφαλερῶς ὑμῖν καὶ οὐδαμῶς ἅπαντʼ ἔχει.
しかし、あなたがたにとって、これらはすべて不安定であり、決してそうではありません。
§51γνοίητε δʼ ἄν, εἰ σκέψαισθʼ ἐκείνως.
あなたがたは次のやり方で検討すれば、それを知ることができるでしょう。
πότε μάλιστʼ ἐν ταραχῇ τὰ τῶν Ἑλλήνων γέγονε πράγματα;
いつギリシア人の事態が最も混乱していたでしょうか。
οὐδένα γὰρ χρόνον ἄλλον ἢ τὸν νυνὶ παρόντʼ οὐδʼ ἂν εἷς εἴποι.
現在の時以外には、他のいかなる時もそうではないと、誰一人として言わないでしょう。
τὸν μὲν γὰρ ἄλλον ἅπαντʼ εἰς δύο ταῦτα διῄρητο τὰ τῶν Ἑλλήνων, Λακεδαιμονίους καὶ ἡμᾶς, τῶν δʼ ἄλλων οἱ μὲν ἡμῖν, οἱ δʼ ἐκείνοις ὑπήκουον.
なぜなら、他のあらゆる時代には、ギリシア人の勢力はこれら二つ、すなわちラケダイモン人と我々に分裂しており、他の者たちのうち、ある者は我々に、ある者は彼らに従っていたからです。
βασιλεὺς δὲ καθʼ αὑτὸν μὲν ὁμοίως ἅπασιν ἄπιστος ἦν, τοὺς δὲ κρατουμένους τῷ πολέμῳ προσλαμβάνων, ἄχρι οὗ τοῖς ἑτέροις ἐξ ἴσου ποιήσαι, διεπιστεύετο, ἔπειτʼ οὐχ ἧττον αὐτὸν ἐμίσουν οὓς σώσειε τῶν ὑπαρχόντων ἐχθρῶν ἐξ ἀρχῆς.
王は、彼自身としては同様にすべての人にとって信頼できない存在でしたが、戦争で劣勢に立たされている者たちを味方に引き入れ、彼らを他方と対等にするまでは信頼されているふりをしていましたが、その後は、自分が救った者たちからも、当初からの敵と同様に憎まれていました。