Humanitext Reader

狄摩西尼 · 第四反腓力辞 §45-51

贫富的调和与城邦真正实力的衡量

第 6 段,共 9 段 · 希腊语

内容简介

德摩斯梯尼主张通过贫富和谐来维持国政,指出雅典人的怠惰给腓力的崛起提供了可乘之机,并强调城邦的实力应当根据盟友和军事力量来评估,而非市场的繁荣。

§45ταῦτʼ ἀπιστίαν, ταῦτʼ ὀργὴν ἔχει.
这些导致了不信任,这些导致了愤怒。
δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, δικαίως ἀλλήλοις τῆς πολιτείας κοινωνεῖν, τοὺς μὲν εὐπόρους εἰς μὲν τὸν βίον τὰ ἑαυτῶν ἀσφαλῶς ἔχειν νομίζοντας καὶ ὑπὲρ τούτων μὴ δεδοικότας, εἰς δὲ τοὺς κινδύνους κοινὰ ὑπὲρ τῆς σωτηρίας τὰ ὄντα τῇ πατρίδι παρέχοντας, τοὺς δὲ λοιποὺς τὰ μὲν κοινὰ κοινὰ νομίζοντας καὶ μετέχοντας τὸ μέρος, τὰ δʼ ἑκάστου ἴδια τοῦ κεκτημένου.
雅典人啊,你们应当以公正的方式共同参与国政:富人一方面认为自己的财产在生活中是安全的,对此并无担忧,而在面临危险时,为了共同的安全,将自己的财产提供给祖国使用;其余的人则一方面将公共财产视为共有并分享自己的份额,另一方面将每个人的私产视为其占有者的私人财产。
οὕτω καὶ μικρὰ μεγάλη πόλις γίγνεται καὶ μεγάλη σῴζεται.
这样,小城邦也能变大,大城邦也能得以保存。
ὡς μὲν οὖν εἴποι τις ἄν, ἃ παρʼ ἑκατέρων εἶναι δεῖ, ταῦτʼ ἴσως ἐστίν· ὡς δὲ καὶ γένοιτʼ ἄν, νόμῳ διορθώσασθαι δεῖ.
因此,人们可能会说,双方各自应当履行的义务大概就是这些;但如何让其付诸实现,则必须通过法律来加以规范。
§46τῶν δὲ παρόντων πραγμάτων καὶ τῆς ταραχῆς πολλὰ πόρρωθέν ἐστι τὰ αἴτια· ἃ εἰ βουλομένοις ὑμῖν ἀκούειν ἐστίν, ἐθέλω λέγειν.
目前的事态和混乱有许多源自很久以前的原因;如果你们愿意听,我乐意说明。
ἐξέστητʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς ὑποθέσεως ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον, καὶ τὸ μὲν προΐστασθαι τῶν Ἑλλήνων καὶ δύναμιν συνεστηκυῖαν ἔχοντας πᾶσι τοῖς ἀδικουμένοις βοηθεῖν περίεργον ἐπείσθητʼ εἶναι καὶ μάταιον ἀνάλωμʼ ὑπὸ τῶν ταῦτα πολιτευομένων, τὸ δʼ ἐν ἡσυχίᾳ διάγειν καὶ μηδὲν τῶν δεόντων πράττειν, ἀλλὰ προϊεμένους καθʼ ἓν ἕκαστον πάνθʼ ἑτέρους ἐᾶσαι λαβεῖν, θαυμαστὴν εὐδαιμονίαν καὶ πολλὴν ἀσφάλειαν ἔχειν ᾤεσθε.
雅典人啊,你们已经偏离了先辈给你们留下的立足点,并且被那些推行这种政策的人说服,认为站在希腊人的前列、拥有一支有组织的军队去援助所有受委屈的人是多管闲事和徒劳的开支;而你们却以为,在闲适中度日、不履行任何必要的义务、逐一放弃一切并任由他人夺取,就是拥有极大的幸福和高度的安全。
§47ἐκ δὲ τούτων παρελθὼν ἐπὶ τὴν τάξιν ἐφʼ ἧς ὑμῖν τετάχθαι προσῆκεν ἕτερος, οὗτος εὐδαίμων καὶ μέγας καὶ πολλῶν κύριος γέγονεν, εἰκότως·
因此,另一个主动站出来的人,进入了你们本该站立的位置,此人变得繁荣、伟大,并成为许多事物的支配者,这是理所当然的。
πρᾶγμα γὰρ ἔντιμον καὶ μέγα καὶ λαμπρόν, καὶ περὶ οὗ πάντα τὸν χρόνον αἱ μέγισται τῶν πόλεων πρὸς αὑτὰς διεφέροντο, Λακεδαιμονίων μὲν ἠτυχηκότων, Θηβαίων δʼ ἀσχόλων διὰ τὸν Φωκικὸν πόλεμον γενομένων, ἡμῶν δʼ ἀμελούντων, ἔρημον ἀνείλετο.
因为这是一个尊贵、伟大且辉煌的地位,所有最伟大的城邦在过去的所有时间里都为此相互争夺,而在拉刻代蒙人遭遇不幸、底比斯人因福基斯战争而无暇他顾、我们又玩忽职守的时候,他趁其空虚夺取了它。
§48τοιγάρτοι τὸ μὲν φοβεῖσθαι τοῖς ἄλλοις, τὸ δὲ συμμάχους πολλοὺς ἔχειν καὶ δύναμιν μεγάλην ἐκείνῳ περιγέγονε, καὶ τοσαῦτα πράγματα καὶ τοιαῦτʼ ἤδη περιέστηκε τοὺς Ἕλληνας ἅπαντας, ὥστε μηδʼ ὅ τι χρὴ συμβουλεύειν εὔπορον εἶναι.
因此,对于其他人来说是恐惧,而对于他来说,结果则是拥有了众多的盟友和强大的力量,如今所有希腊人都已被如此多且如此严重的困难所包围,以至于甚至连提出建议都非易事。
§49ὄντων δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν παρόντων πραγμάτων πᾶσιν, ὡς ἐγὼ κρίνω, φοβερῶν, οὐδένες ἐν μείζονι κινδύνῳ τῶν πάντων εἰσὶν ὑμῶν, οὐ μόνον τῷ μάλισθʼ ὑμῖν ἐπιβουλεύειν Φίλιππον, ἀλλὰ καὶ τῷ πάντων ἀργότατʼ αὐτοὶ διακεῖσθαι.
雅典人啊,尽管在我看来,目前的事态对所有人都是可怕的,但在所有人当中,没有人比你们处于更大的危险之中,这不仅是因为腓力最在图谋针对你们,而且还因为你们自己处于最不作为的状态。
εἰ τοίνυν τὸ τῶν ὠνίων πλῆθος ὁρῶντες καὶ τὴν εὐετηρίαν τὴν κατὰ τὴν ἀγοράν, τούτοις κεκήλησθʼ ὡς ἐν οὐδενὶ δεινῷ τῆς πόλεως οὔσης, οὔτε προσηκόντως οὔτʼ ὀρθῶς τὸ πρᾶγμα κρίνετε·
因此,如果你们看到商品的充斥和市场的繁荣,就因此被这些现象所迷惑,以为城邦没有危险,那你们对事态的判断既不妥当也不正确。
§50ἀγορὰν μὲν γὰρ ἄν τις καὶ πανήγυριν ἐκ τούτων ἢ φαύλως ἢ καλῶς παρεσκευάσθαι κρίνοι· πόλιν δʼ ἣν ὑπείληφεν, ὃς ἂν τῶν Ἑλλήνων ἄρχειν ἀεὶ βούληται, μόνην ἂν ἐναντιωθῆναι καὶ τῆς πάντων ἐλευθερίας προστῆναι, οὐ μὰ Δίʼ ἐκ τῶν ὠνίων, εἰ καλῶς ἔχει, δοκιμάζειν δεῖ, ἀλλʼ εἰ συμμάχων εὐνοίᾳ πιστεύει, εἰ τοῖς ὅπλοις ἰσχύει, ταῦθʼ ὑπὲρ τῆς πόλεως δεῖ σκοπεῖν· ἃ σφαλερῶς ὑμῖν καὶ οὐδαμῶς ἅπαντʼ ἔχει.
因为,人们可以根据这些来判断一个市场或一个集市的准备工作是差还是好;但是对于一个被任何想要统治希腊人的人视作唯一会起来反对他并领导大家捍卫自由的城邦,凭宙斯起誓,不应通过商品的充实来评判其是否处于良好状态,而必须为城邦考虑这些:它是否信任盟友的善意,它在武器装备上是否强大;而对你们来说,所有这些都是不稳固的,而且完全不符合应有的状态。
§51γνοίητε δʼ ἄν, εἰ σκέψαισθʼ ἐκείνως.
如果你们以如下方式思考,就会明白这一点。
πότε μάλιστʼ ἐν ταραχῇ τὰ τῶν Ἑλλήνων γέγονε πράγματα;
希腊人的事务何时处于最大的混乱之中?
οὐδένα γὰρ χρόνον ἄλλον ἢ τὸν νυνὶ παρόντʼ οὐδʼ ἂν εἷς εἴποι.
没有任何人会说出除现在之外的其他时期。
τὸν μὲν γὰρ ἄλλον ἅπαντʼ εἰς δύο ταῦτα διῄρητο τὰ τῶν Ἑλλήνων, Λακεδαιμονίους καὶ ἡμᾶς, τῶν δʼ ἄλλων οἱ μὲν ἡμῖν, οἱ δʼ ἐκείνοις ὑπήκουον.
因为在所有其他时期,希腊人的力量都分裂为这两个部分:拉刻代蒙人和我们,而其他城邦中,一些服从我们,另一些服从他们。
βασιλεὺς δὲ καθʼ αὑτὸν μὲν ὁμοίως ἅπασιν ἄπιστος ἦν, τοὺς δὲ κρατουμένους τῷ πολέμῳ προσλαμβάνων, ἄχρι οὗ τοῖς ἑτέροις ἐξ ἴσου ποιήσαι, διεπιστεύετο, ἔπειτʼ οὐχ ἧττον αὐτὸν ἐμίσουν οὓς σώσειε τῶν ὑπαρχόντων ἐχθρῶν ἐξ ἀρχῆς.
国王本身对所有人同样不可信任,但通过在战争中加入被击败者的行列,直到使他们与另一方并驾齐驱,他才赢得了信任,但随后,被他拯救的人对他的憎恨,并不亚于他们原本就有的敌人。

词汇与语法注释

  1. §45τοὺς μὲν εὐπόρους ... τοὺς δὲ λοιποὺς — 这些宾格短语与前文的不定式 `κοινωνεῖν` 相联系,在 `δεῖ` 的支配下规定了公民应当采取的两种不同的立场和行为准则。在后半句 `τὰ δʼ ἑκάστου ἴδια τοῦ κεκτημένου` 中,省略了动词 `νομίζειν`。
  2. §46βουλομένοις ὑμῖν ἀκούειν ἐστίν — 这是与格分词 `βουλομένοις` 与 `εἶναι`(此处为 `ἐστίν`)结合的惯用表达,意为“如果你们愿意听”。这种句法使用与格人称代词和特定的分词来表达主观意愿或感受。
  3. §49τῷ μάλισθʼ ὑμῖν ἐπιβουλεύειν Φίλιππον — 不带前置词的冠词性不定式与格(`τῷ` + 不定式),在此充当原因与格(dativus causae),意为“由于腓力最为图谋针对你们这一事实”。
  4. §50πόλιν δʼ ἣν ὑπείληφεν... — 此句的主干结构是 `πόλιν ... οὐ ... δοκιμάζειν δεῖ`(不应根据……来评估城邦)。关系从句 `ἣν ὑπείληφεν...` 以 `πόλιν` 为先行词,在从句中关系代词 `ἣν` 充当不定式 `ἐναντιωθῆναι καὶ ... προστῆναι` 的主格(宾格不定式的主语),而从句自身的主语则是 `ὃς ἂν ... βούληται`。

引用这一段

狄摩西尼, 第四反腓力辞 §45-51. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg010.humanitext-grc2:45-51

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。