§10καίτοι Ἀθηναίων οἱ ἐν Ποτειδαίᾳ κατοικοῦντες, οὐκ ὄντος αὐτοῖς πολέμου πρὸς Φίλιππον, ἀλλὰ συμμαχίας, καὶ ὅρκων ὀμωμοσμένων, οὓς Φίλιππος τοῖς οἰκοῦσιν ἐν Ποτειδαίᾳ ὤμοσεν, ἀφῃρέθησαν ὑπʼ αὐτοῦ τὰ κτήματα.
それなのに、アテナイ人のうちポテイダイアに居住していた人々は、フィリッポスに対して戦争状態にはなく、それどころか同盟関係にあり、またフィリッポスがポテイダイアの住民に対して立てた誓いがあったにもかかわらず、彼によって財産を奪われたのです。
ταῦτα δὴ βούλεται τἀδικήματα πανταχῶς παρʼ ὑμῖν βεβαιώσασθαι, ὅτι οὔτʼ ἐγκαλεῖτε οὔθʼ ἡγεῖσθε ἀδικεῖσθαι·
彼は、諸君が非難もせず、また不当な扱いを受けているとも思っていないということを示すことによって、まさにこれらの不法行為をあらゆる方法で諸君の間において確定させたいと望んでいるのです。
§11ἐπεὶ ὅτι γε συμβόλων οὐδὲν δέονται Μακεδόνες πρὸς Ἀθηναίους, ὁ παρεληλυθὼς ὑμῖν χρόνος τεκμήριον γενέσθω·
というのも、マケドニア人がアテナイ人に対して通商条約を一切必要としていないことは、過ぎ去った時間が諸君にとっての証拠となるべきだからです。
οὔτε γὰρ Ἀμύντας ὁ πατὴρ ὁ Φιλίππου οὔθʼ οἱ ἄλλοι βασιλεῖς οὐδεπώποτε σύμβολα ἐποιήσαντο πρὸς τὴν πόλιν τὴν ἡμετέραν.
フィリッポスの父アミュンタスも、他の王たちも、我がポリスに対してかつて一度も通商条約を結んだことはなかったのですから。
§12καίτοι πλείους γε ἦσαν αἱ ἐπιμειξίαι τότε πρὸς ἀλλήλους ἢ νῦν εἰσίν·
それにもかかわらず、当時は相互の交易が現在よりも盛んでした。
ὑφʼ ἡμῖν γὰρ ἦν ἡ Μακεδονία καὶ φόρους ἡμῖν ἔφερον, καὶ τοῖς ἐμπορίοις τότε μᾶλλον ἢ νῦν ἡμεῖς τε τοῖς ἐκεῖ κἀκεῖνοι τοῖς παρʼ ἡμῖν ἐχρῶντο, καὶ ἐμπορικαὶ δίκαι οὐκ ἦσαν, ὥσπερ νῦν, ἀκριβεῖς, αἱ κατὰ μῆνα, ποιοῦσαι μηδὲν δεῖσθαι συμβόλων τοὺς τοσοῦτον ἀλλήλων ἀπέχοντας.
マケドニアは我々の支配下にあり、我々に貢納金を納めていたからです。 そして当時の方が、我々はあそこの市場を、彼らは我々の市場を、今よりも多く利用していました。 また、これほど互いに離れて暮らす者同士が通商条約を一切必要としないようにしている、現在のような毎月開催される厳格な商業裁判も、当時は存在しませんでした。
§13ἀλλʼ ὅμως οὐδενὸς τοιούτου ὄντος τότε, οὐκ ἐλυσιτέλει σύμβολα ποιησαμένους οὔτʼ ἐκ Μακεδονίας πλεῖν Ἀθήναζε δίκας ληψομένους, οὔθʼ ἡμῖν εἰς Μακεδονίαν, ἀλλʼ ἡμεῖς τε τοῖς ἐκεῖ νομίμοις ἐκεῖνοί τε τοῖς παρʼ ἡμῖν τὰς δίκας ἐλάμβανον.
しかしながら、当時はそのような制度が全くなかったにもかかわらず、通商条約を結んでマケドニアからアテナイへ、あるいは我々からマケドニアへ裁判を起こすために航海することは、どちらにとっても利益にはなりませんでした。 そうではなく、我々は現地の法慣習に従い、彼らは我々の法慣習に従って裁判を受けていたのです。
μὴ οὖν ἀγνοεῖτε ὅτι τὰ σύμβολα ταῦτα γίγνεται εἰς ὑποδοχὴν τοῦ μηδʼ ἀμφισβητῆσαι εὐλόγως ὑμᾶς ἔτι Ποτειδαίας.
ですから、これらの通商条約が、諸君がもはやポテイダイアの領有権を合理的に主張できなくするための布石として作られていることを、見落としてはなりません。
§14περὶ δὲ τῶν λῃστῶν δίκαιόν φησιν εἶναι κοινῇ φυλάττειν τοὺς ἐν τῇ θαλάττῃ κακουργοῦντας ὑμᾶς τε καὶ αὑτόν, οὐδὲν ἀλλʼ ἢ τοῦτʼ ἀξιῶν, ὑφʼ ὑμῶν εἰς τὴν θάλατταν κατασταθῆναι, καὶ ὁμολογῆσαι ὑμᾶς ὡς ἄνευ Φιλίππου οὐδὲ τὴν ἐν τῇ θαλάττῃ φυλακὴν δυνατοί ἐστε φυλάττειν,
また、海賊に関しては、海で悪事を働く者たちを諸君と彼自身が共同で監視するのが正当であると彼は主張していますが、これは他でもなく、諸君の手によって彼が海へと送り出されること、そして、フィリッポスなしには諸君は海上の守備すら維持することができないと諸君自身に認めさせることを要求しているにすぎません。
§15ἔτι δὲ καὶ δοθῆναι αὐτῷ ταύτην τὴν ἄδειαν, περιπλέοντι καὶ ὁρμιζομένῳ εἰς τὰς νήσους ἐπὶ προφάσει τῇ τῶν λῃστῶν φυλακῇ διαφθείρειν τοὺς νησιώτας καὶ ἀφιστάναι ὑμῶν, καὶ μὴ μόνον τοὺς φυγάδας τοὺς παρʼ ἑαυτοῦ εἰς Θάσον κεκομικέναι διὰ τῶν ὑμετέρων στρατηγῶν, ἀλλὰ καὶ τὰς ἄλλας νήσους οἰκειώσασθαι, συμπέμπων τοὺς συμπλευσομένους μετὰ τῶν στρατηγῶν τῶν ὑμετέρων ὡς κοινωνήσοντας τῆς κατὰ θάλατταν φυλακῆς.
さらにまた、彼にこの自由が与えられ、海賊監視を口実にして島々を巡航し寄港しながら、島民たちを懐柔して諸君から離反させること、そして、彼自身の側の亡命者たちを、諸君の将軍たちを通じてすでにタソス島へと送り込んでいるだけでなく、海上の守備に共同で参加するという名目で、諸君の将軍たちに同行する者を一緒に送り込むことによって、他の島々をも懐柔することを、彼は求めているのです。
§16καίτοι οὔ φασί τινες αὐτὸν προσδεῖσθαι τῆς θαλάττης.
それなのに、彼には海の支配など全く必要ないと主張する人々がいます。
ὁ δʼ οὐδὲν δεόμενος τριήρεις κατασκευάζεται, καὶ νεωσοίκους οἰκοδομεῖται, καὶ ἀποστόλους ἀποστέλλειν βούλεται, καὶ δαπάνας οὐ μικρὰς δαπανᾶν εἰς τοὺς κατὰ θάλατταν κινδύνους, ὧν οὐδὲν προτιμᾷ.
しかし、必要としていないはずの彼は、三段櫂船を建造し、船格納庫を建設し、艦隊を派遣しようと望み、海上の危険に少なからぬ費用を投じようとしています。 彼はそんなものを全く重視していないというのに。
§17ταῦτʼ οἴεσθʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον ἀξιῶσαι ὑμᾶς συγχωρῆσαι αὐτῷ, εἰ μὴ ὑμῶν μὲν κατεφρόνει, οὓς δʼ ἐνθάδε προῄρηται φίλους κεκτῆσθαι, τούτοις διεπίστευεν;
アテナイの諸君、もしフィリッポスが諸君を軽蔑しておらず、また彼がここに置くことに決めた「友人たち」に全幅の信頼を寄せていなかったとしたら、このような要求を諸君が彼に譲歩するだろうと、彼は思ったでしょうか。
οἳ οὐκ αἰσχύνονται Φιλίππῳ ζῶντες καὶ οὐ τῇ αὑτῶν πατρίδι, καὶ τὰς παρʼ ἐκείνου δωρειὰς λαμβάνοντες οἴονται οἴκαδε λαμβάνειν, τὰ οἴκοι πωλοῦντες.
彼らは、自らの祖国のためではなくフィリッポスのために生きることを恥じず、彼からの贈り物を自分の家に持ち帰っていると思っていながら、実は自国の資産を売り払っているのです。
§18περὶ δὲ τῆς ἐπανορθώσεως τῆς εἰρήνης, ἣν ἔδοσαν ἡμῖν οἱ πρέσβεις οἱ παρʼ ἐκείνου πεμφθέντες ἐπανορθώσασθαι, ὅτι ἐπηνωρθωσάμεθα, ὃ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογεῖται δίκαιον εἶναι, ἑκατέρους ἔχειν τὰ ἑαυτῶν, ἀμφισβητεῖ μὴ δεδωκέναι μηδὲ τοὺς πρέσβεις ταῦτʼ εἰρηκέναι πρὸς ὑμᾶς, οὐδὲν ἀλλʼ ἢ πεπεισμένος ὑπὸ τούτων, οἷς χρῆται φίλοις, ὡς ὑμεῖς οὐ μνημονεύετε τὰ ἐν τῷ δήμῳ εἰρημένα.
また、彼から派遣された使節たちが我々に修正を認めた平和条約の修正について、我々が、すべての人々の間で正当であると認められていること、すなわち「双方が各自の領土を所有すること」という形で修正したところ、彼は許可を与えていないし、使節たちも諸君に対してそのようなことを言っていないと主張しています。 これは、他でもなく、彼が友人としている者たちから「諸君は民会で語られたことを覚えていない」と吹き込まれているからです。
§19μόνον δὲ τοῦτο οὐχ οἷόν τε ὑμῖν ἐστιν ἀμνημονῆσαι·
しかし、こればかりは諸君が忘れることは不可能です。
ἐν γὰρ τῇ αὐτῇ ἐκκλησίᾳ καὶ οἱ πρέσβεις ὑμῖν οἱ παρʼ ἐκείνου ἥκοντες διελέγοντο καὶ τὸ ψήφισμα ἐγράφη.
なぜなら、まさに同一の民会において、彼からやって来た使節たちが諸君に語りかけ、また決議案が起草されたからです。
ὥστʼ οὐχ οἷόν τε, παραχρῆμα τῶν λόγων εἰρημένων καὶ εὐθὺς τοῦ ψηφίσματος ἐπαναγιγνωσκομένου, τὴν καταψευδομένην γνώμην τῶν πρέσβεων, ταύτην ὑμᾶς χειροτονῆσαι·
したがって、言葉が語られたその場ですぐに、そして決議案が直ちに読み上げられている中で、使節たちの言い分を偽りとするような決議案を諸君が可決するなどということは、あり得ないことでした。
ὥστε τοῦτο μὲν οὐ κατʼ ἐμοῦ, ἀλλὰ καθʼ ὑμῶν ἐπέσταλκεν, ὡς ὑμεῖς περὶ ὧν οὐκ ἠκούσατε, περὶ τούτων ἀποκρινάμενοι τὴν γνώμην ἀπεστείλατε.
だからこそ、彼はこの件について、私に対してではなく諸君に対して手紙を送ってきたのです。 すなわち、諸君が聞きもしなかったことについて、決議という形で回答を送り返した、というようにです。