§10καίτοι Ἀθηναίων οἱ ἐν Ποτειδαίᾳ κατοικοῦντες, οὐκ ὄντος αὐτοῖς πολέμου πρὸς Φίλιππον, ἀλλὰ συμμαχίας, καὶ ὅρκων ὀμωμοσμένων, οὓς Φίλιππος τοῖς οἰκοῦσιν ἐν Ποτειδαίᾳ ὤμοσεν, ἀφῃρέθησαν ὑπʼ αὐτοῦ τὰ κτήματα.
然而,居住在波提代亚的雅典人,在他们与斐里普之间并非处于战争状态、反而存在盟约,且斐里普对波提代亚居民宣誓过的誓言仍然有效的情况下,他们的财产却被他剥夺了。
ταῦτα δὴ βούλεται τἀδικήματα πανταχῶς παρʼ ὑμῖν βεβαιώσασθαι, ὅτι οὔτʼ ἐγκαλεῖτε οὔθʼ ἡγεῖσθε ἀδικεῖσθαι·
他正是想通过表明你们既不谴责也不认为自己受到侵害,来在你们中间以各种方式确认这些不义行为。
§11ἐπεὶ ὅτι γε συμβόλων οὐδὲν δέονται Μακεδόνες πρὸς Ἀθηναίους, ὁ παρεληλυθὼς ὑμῖν χρόνος τεκμήριον γενέσθω· οὔτε γὰρ Ἀμύντας ὁ πατὴρ ὁ Φιλίππου οὔθʼ οἱ ἄλλοι βασιλεῖς οὐδεπώποτε σύμβολα ἐποιήσαντο πρὸς τὴν πόλιν τὴν ἡμετέραν.
因为,马其顿人与雅典人之间根本不需要通商条约,过去的时间足以作为你们的明证;因为无论是斐里普的父亲阿米恩塔斯,还是其他国王,都从未与我们的城邦缔结过通商条约。
§12καίτοι πλείους γε ἦσαν αἱ ἐπιμειξίαι τότε πρὸς ἀλλήλους ἢ νῦν εἰσίν· ὑφʼ ἡμῖν γὰρ ἦν ἡ Μακεδονία καὶ φόρους ἡμῖν ἔφερον, καὶ τοῖς ἐμπορίοις τότε μᾶλλον ἢ νῦν ἡμεῖς τε τοῖς ἐκεῖ κἀκεῖνοι τοῖς παρʼ ἡμῖν ἐχρῶντο, καὶ ἐμπορικαὶ δίκαι οὐκ ἦσαν, ὥσπερ νῦν, ἀκριβεῖς, αἱ κατὰ μῆνα, ποιοῦσαι μηδὲν δεῖσθαι συμβόλων τοὺς τοσοῦτον ἀλλήλων ἀπέχοντας.
然而,当时的相互交往比现在更为频繁;因为马其顿曾处于我们的控制之下,并向我们缴纳贡赋,且当时我们对那里市场的使用以及他们对我们市场的使用也比现在更多,而且当时并没有像现在这样每月举行、使相距如此遥远的人无需条约的严格商业诉讼制度。
§13ἀλλʼ ὅμως οὐδενὸς τοιούτου ὄντος τότε, οὐκ ἐλυσιτέλει σύμβολα ποιησαμένους οὔτʼ ἐκ Μακεδονίας πλεῖν Ἀθήναζε δίκας ληψομένους, οὔθʼ ἡμῖν εἰς Μακεδονίαν, ἀλλʼ ἡμεῖς τε τοῖς ἐκεῖ νομίμοις ἐκεῖνοί τε τοῖς παρʼ ἡμῖν τὰς δίκας ἐλάμβανον.
尽管如此,当时虽然没有此类制度,但缔结条约并为了诉讼从马其顿航行到雅典、或从我们这里航行到马其顿,对双方都没有好处。 相反,我们根据那里的法律、他们根据我们这里的法律来获得公正。
μὴ οὖν ἀγνοεῖτε ὅτι τὰ σύμβολα ταῦτα γίγνεται εἰς ὑποδοχὴν τοῦ μηδʼ ἀμφισβητῆσαι εὐλόγως ὑμᾶς ἔτι Ποτειδαίας.
因此,不要不明白,这些条约的制定正是为了作好铺垫,使你们今后连合理争议波提代亚的余地都没有。
§14περὶ δὲ τῶν λῃστῶν δίκαιόν φησιν εἶναι κοινῇ φυλάττειν τοὺς ἐν τῇ θαλάττῃ κακουργοῦντας ὑμᾶς τε καὶ αὑτόν, οὐδὲν ἀλλʼ ἢ τοῦτʼ ἀξιῶν, ὑφʼ ὑμῶν εἰς τὴν θάλατταν κατασταθῆναι, καὶ ὁμολογῆσαι ὑμᾶς ὡς ἄνευ Φιλίππου οὐδὲ τὴν ἐν τῇ θαλάττῃ φυλακὴν δυνατοί ἐστε φυλάττειν,
关于海盗,他说你们与他共同防范在海上作恶的人是公正的,这无非是要求由你们将他确立于海上,并让你们承认,没有斐里普,你们甚至连海上的防卫都无法维持。
§15ἔτι δὲ καὶ δοθῆναι αὐτῷ ταύτην τὴν ἄδειαν, περιπλέοντι καὶ ὁρμιζομένῳ εἰς τὰς νήσους ἐπὶ προφάσει τῇ τῶν λῃστῶν φυλακῇ διαφθείρειν τοὺς νησιώτας καὶ ἀφιστάναι ὑμῶν, καὶ μὴ μόνον τοὺς φυγάδας τοὺς παρʼ ἑαυτοῦ εἰς Θάσον κεκομικέναι διὰ τῶν ὑμετέρων στρατηγῶν, ἀλλὰ καὶ τὰς ἄλλας νήσους οἰκειώσασθαι, συμπέμπων τοὺς συμπλευσομένους μετὰ τῶν στρατηγῶν τῶν ὑμετέρων ὡς κοινωνήσοντας τῆς κατὰ θάλατταν φυλακῆς.
此外,他还要求赋予他这种自由,以便他以防范海盗为借口,在各岛屿间巡航并停泊,从而收买岛民并使他们背离你们;他不仅已经通过你们的将军将他那边的流亡者送到了萨索斯岛,而且还企图将其他岛屿也据为己有,派遣与你们的将军同行的人,名义上是共同参与海上防卫。
§16καίτοι οὔ φασί τινες αὐτὸν προσδεῖσθαι τῆς θαλάττης.
然而,有人却说他不需要海洋。
ὁ δʼ οὐδὲν δεόμενος τριήρεις κατασκευάζεται, καὶ νεωσοίκους οἰκοδομεῖται, καὶ ἀποστόλους ἀποστέλλειν βούλεται, καὶ δαπάνας οὐ μικρὰς δαπανᾶν εἰς τοὺς κατὰ θάλατταν κινδύνους, ὧν οὐδὲν προτιμᾷ.
但这个不需要海洋的人,却在建造三段铎船,修筑船坞,企图派遣舰队,并在海上冒险中投入不菲的资金,尽管他假装对这些根本不在意。
§17ταῦτʼ οἴεσθʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον ἀξιῶσαι ὑμᾶς συγχωρῆσαι αὐτῷ, εἰ μὴ ὑμῶν μὲν κατεφρόνει, οὓς δʼ ἐνθάδε προῄρηται φίλους κεκτῆσθαι, τούτοις διεπίστευεν;
雅典的诸位,如果斐里普不蔑视你们,不深信他在此地选择结交的那些“朋友”,你们以为他会要求你们对他做出这些让步吗?
οἳ οὐκ αἰσχύνονται Φιλίππῳ ζῶντες καὶ οὐ τῇ αὑτῶν πατρίδι, καὶ τὰς παρʼ ἐκείνου δωρειὰς λαμβάνοντες οἴονται οἴκαδε λαμβάνειν, τὰ οἴκοι πωλοῦντες.
这些人不以依附斐里普而非为祖国而活为耻,在接受他恩赐的时候,以为自己是将东西拿回家,实际上却是在出卖自家的资产。
§18περὶ δὲ τῆς ἐπανορθώσεως τῆς εἰρήνης, ἣν ἔδοσαν ἡμῖν οἱ πρέσβεις οἱ παρʼ ἐκείνου πεμφθέντες ἐπανορθώσασθαι, ὅτι ἐπηνωρθωσάμεθα, ὃ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογεῖται δίκαιον εἶναι, ἑκατέρους ἔχειν τὰ ἑαυτῶν, ἀμφισβητεῖ μὴ δεδωκέναι μηδὲ τοὺς πρέσβεις ταῦτʼ εἰρηκέναι πρὸς ὑμᾶς, οὐδὲν ἀλλʼ ἢ πεπεισμένος ὑπὸ τούτων, οἷς χρῆται φίλοις, ὡς ὑμεῖς οὐ μνημονεύετε τὰ ἐν τῷ δήμῳ εἰρημένα.
关于和平条约的修订——这是他派来的使者允许我们修订的——当我们将其修订为所有人公认合理的内容,即“双方各自保有自己的财产”时,他却矢口否认曾给予此项许可,也否认使者们曾对你们说过这话。 这无非是因为他被他引为朋友的那些人说服,相信你们不记得在公民大会上所说的话。
§19μόνον δὲ τοῦτο οὐχ οἷόν τε ὑμῖν ἐστιν ἀμνημονῆσαι· ἐν γὰρ τῇ αὐτῇ ἐκκλησίᾳ καὶ οἱ πρέσβεις ὑμῖν οἱ παρʼ ἐκείνου ἥκοντες διελέγοντο καὶ τὸ ψήφισμα ἐγράφη.
但唯独这件事,你们是绝对不可能忘记的;因为在同一场公民大会上,他派来的使者对你们发表了讲话,决议案也当场起草。
ὥστʼ οὐχ οἷόν τε, παραχρῆμα τῶν λόγων εἰρημένων καὶ εὐθὺς τοῦ ψηφίσματος ἐπαναγιγνωσκομένου, τὴν καταψευδομένην γνώμην τῶν πρέσβεων, ταύτην ὑμᾶς χειροτονῆσαι·
因此,在话语刚刚说完、决议案随即宣读的情况下,你们绝不可能投票赞成一个否定使者说辞的决议。
ὥστε τοῦτο μὲν οὐ κατʼ ἐμοῦ, ἀλλὰ καθʼ ὑμῶν ἐπέσταλκεν, ὡς ὑμεῖς περὶ ὧν οὐκ ἠκούσατε, περὶ τούτων ἀποκρινάμενοι τὴν γνώμην ἀπεστείλατε.
因此,他写信并非针对我,而是针对你们,指责你们针对自己没有听过的事情发回了决议作为答复。