- 底本
- Demosthenes. Orationes, Vol. I. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg007.humanitext-grc2:10-19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
フィリッポスのポテイダイアでの不法行為と通商条約提案の欺瞞を暴き、海賊対策を口実にした海上の支配権拡張への警告と、国内の売国的な親マケドニア派の批判を行います。
καίτοι Ἀθηναίων1 οἱ ἐν Ποτειδαίᾳ κατοικοῦντες, οὐκ ὄντος αὐτοῖς πολέμου πρὸς Φίλιππον, ἀλλὰ συμμαχίας, καὶ ὅρκων ὀμωμοσμένων, οὓς Φίλιππος τοῖς οἰκοῦσιν ἐν Ποτειδαίᾳ ὤμοσεν, ἀφῃρέθησαν ὑπʼ αὐτοῦ τὰ κτήματα.2 ταῦτα δὴ βούλεται τἀδικήματα πανταχῶς παρʼ ὑμῖν βεβαιώσασθαι, ὅτι οὔτʼ ἐγκαλεῖτε οὔθʼ ἡγεῖσθε ἀδικεῖσθαι·
それなのに、アテナイ人のうちポテイダイアに居住していた人々は、フィリッポスに対して戦争状態にはなく、それどころか同盟関係にあり、またフィリッポスがポテイダイアの住民に対して立てた誓いがあったにもかかわらず、彼によって財産を奪われたのです。彼は、諸君が非難もせず、また不当な扱いを受けているとも思っていないということを示すことによって、まさにこれらの不法行為をあらゆる方法で諸君の間において確定させたいと望んでいるのです。
ἐπεὶ ὅτι γε συμβόλων οὐδὲν δέονται Μακεδόνες πρὸς Ἀθηναίους, ὁ παρεληλυθὼς ὑμῖν χρόνος τεκμήριον γενέσθω· οὔτε γὰρ Ἀμύντας ὁ πατὴρ ὁ Φιλίππου οὔθʼ οἱ ἄλλοι βασιλεῖς οὐδεπώποτε σύμβολα ἐποιήσαντο πρὸς τὴν πόλιν τὴν ἡμετέραν.
というのも、マケドニア人がアテナイ人に対して通商条約を一切必要としていないことは、過ぎ去った時間が諸君にとっての証拠となるべきだからです。フィリッポスの父アミュンタスも、他の王たちも、我がポリスに対してかつて一度も通商条約を結んだことはなかったのですから。
καίτοι πλείους γε ἦσαν αἱ ἐπιμειξίαι τότε πρὸς ἀλλήλους ἢ νῦν εἰσίν· ὑφʼ ἡμῖν γὰρ ἦν ἡ Μακεδονία καὶ φόρους ἡμῖν ἔφερον, καὶ τοῖς ἐμπορίοις τότε μᾶλλον ἢ νῦν ἡμεῖς τε τοῖς ἐκεῖ κἀκεῖνοι τοῖς παρʼ ἡμῖν ἐχρῶντο, καὶ ἐμπορικαὶ δίκαι οὐκ ἦσαν, ὥσπερ νῦν, ἀκριβεῖς, αἱ κατὰ μῆνα, ποιοῦσαι μηδὲν δεῖσθαι συμβόλων τοὺς τοσοῦτον ἀλλήλων ἀπέχοντας.
それにもかかわらず、当時は相互の交易が現在よりも盛んでした。マケドニアは我々の支配下にあり、我々に貢納金を納めていたからです。そして当時の方が、我々はあそこの市場を、彼らは我々の市場を、今よりも多く利用していました。また、これほど互いに離れて暮らす者同士が通商条約を一切必要としないようにしている、現在のような毎月開催される厳格な商業裁判も、当時は存在しませんでした。
ἀλλʼ ὅμως οὐδενὸς τοιούτου ὄντος τότε, οὐκ ἐλυσιτέλει σύμβολα ποιησαμένους οὔτʼ ἐκ Μακεδονίας πλεῖν Ἀθήναζε δίκας ληψομένους, οὔθʼ ἡμῖν εἰς Μακεδονίαν, ἀλλʼ ἡμεῖς τε τοῖς ἐκεῖ νομίμοις ἐκεῖνοί τε τοῖς παρʼ ἡμῖν τὰς δίκας ἐλάμβανον. μὴ οὖν ἀγνοεῖτε ὅτι τὰ σύμβολα ταῦτα γίγνεται εἰς ὑποδοχὴν τοῦ μηδʼ ἀμφισβητῆσαι3 εὐλόγως ὑμᾶς ἔτι Ποτειδαίας.
しかしながら、当時はそのような制度が全くなかったにもかかわらず、通商条約を結んでマケドニアからアテナイへ、あるいは我々からマケドニアへ裁判を起こすために航海することは、どちらにとっても利益にはなりませんでした。そうではなく、我々は現地の法慣習に従い、彼らは我々の法慣習に従って裁判を受けていたのです。ですから、これらの通商条約が、諸君がもはやポテイダイアの領有権を合理的に主張できなくするための布石として作られていることを、見落としてはなりません。
περὶ δὲ τῶν λῃστῶν δίκαιόν φησιν εἶναι κοινῇ φυλάττειν τοὺς ἐν τῇ θαλάττῃ κακουργοῦντας ὑμᾶς τε καὶ αὑτόν, οὐδὲν ἀλλʼ ἢ τοῦτʼ ἀξιῶν, ὑφʼ ὑμῶν εἰς τὴν θάλατταν κατασταθῆναι,4 καὶ ὁμολογῆσαι ὑμᾶς ὡς ἄνευ Φιλίππου οὐδὲ τὴν ἐν τῇ θαλάττῃ φυλακὴν δυνατοί ἐστε φυλάττειν, ἔτι δὲ καὶ δοθῆναι αὐτῷ ταύτην τὴν ἄδειαν, περιπλέοντι καὶ ὁρμιζομένῳ εἰς τὰς νήσους ἐπὶ προφάσει τῇ τῶν λῃστῶν φυλακῇ διαφθείρειν τοὺς νησιώτας καὶ ἀφιστάναι ὑμῶν, καὶ μὴ μόνον τοὺς φυγάδας τοὺς παρʼ ἑαυτοῦ εἰς Θάσον κεκομικέναι διὰ τῶν ὑμετέρων στρατηγῶν, ἀλλὰ καὶ τὰς ἄλλας νήσους οἰκειώσασθαι, συμπέμπων τοὺς συμπλευσομένους μετὰ τῶν στρατηγῶν τῶν ὑμετέρων ὡς κοινωνήσοντας τῆς κατὰ θάλατταν φυλακῆς.
また、海賊に関しては、海で悪事を働く者たちを諸君と彼自身が共同で監視するのが正当であると彼は主張していますが、これは他でもなく、諸君の手によって彼が海へと送り出されること、そして、フィリッポスなしには諸君は海上の守備すら維持することができないと諸君自身に認めさせることを要求しているにすぎません。さらにまた、彼にこの自由が与えられ、海賊監視を口実にして島々を巡航し寄港しながら、島民たちを懐柔して諸君から離反させること、そして、彼自身の側の亡命者たちを、諸君の将軍たちを通じてすでにタソス島へと送り込んでいるだけでなく、海上の守備に共同で参加するという名目で、諸君の将軍たちに同行する者を一緒に送り込むことによって、他の島々をも懐柔することを、彼は求めているのです。
καίτοι οὔ φασί τινες αὐτὸν προσδεῖσθαι τῆς θαλάττης. ὁ δʼ οὐδὲν δεόμενος τριήρεις κατασκευάζεται, καὶ νεωσοίκους οἰκοδομεῖται, καὶ ἀποστόλους ἀποστέλλειν βούλεται, καὶ δαπάνας οὐ μικρὰς δαπανᾶν εἰς τοὺς κατὰ θάλατταν κινδύνους, ὧν οὐδὲν προτιμᾷ.
それなのに、彼には海の支配など全く必要ないと主張する人々がいます。しかし、必要としていないはずの彼は、三段櫂船を建造し、船格納庫を建設し、艦隊を派遣しようと望み、海上の危険に少なからぬ費用を投じようとしています。彼はそんなものを全く重視していないというのに。
ταῦτʼ οἴεσθʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον ἀξιῶσαι ὑμᾶς συγχωρῆσαι αὐτῷ, εἰ μὴ ὑμῶν μὲν κατεφρόνει, οὓς δʼ ἐνθάδε προῄρηται φίλους κεκτῆσθαι, τούτοις διεπίστευεν;5 οἳ οὐκ αἰσχύνονται Φιλίππῳ ζῶντες καὶ οὐ τῇ αὑτῶν πατρίδι, καὶ τὰς παρʼ ἐκείνου δωρειὰς λαμβάνοντες οἴονται οἴκαδε λαμβάνειν, τὰ οἴκοι πωλοῦντες.
アテナイの諸君、もしフィリッポスが諸君を軽蔑しておらず、また彼がここに置くことに決めた「友人たち」に全幅の信頼を寄せていなかったとしたら、このような要求を諸君が彼に譲歩するだろうと、彼は思ったでしょうか。彼らは、自らの祖国のためではなくフィリッポスのために生きることを恥じず、彼からの贈り物を自分の家に持ち帰っていると思っていながら、実は自国の資産を売り払っているのです。
περὶ δὲ τῆς ἐπανορθώσεως τῆς εἰρήνης, ἣν ἔδοσαν ἡμῖν οἱ πρέσβεις οἱ παρʼ ἐκείνου πεμφθέντες ἐπανορθώσασθαι, ὅτι ἐπηνωρθωσάμεθα, ὃ παρὰ πᾶσιν ἀνθρώποις ὁμολογεῖται δίκαιον εἶναι, ἑκατέρους ἔχειν τὰ ἑαυτῶν, ἀμφισβητεῖ μὴ δεδωκέναι μηδὲ τοὺς πρέσβεις ταῦτʼ εἰρηκέναι πρὸς ὑμᾶς, οὐδὲν ἀλλʼ ἢ πεπεισμένος ὑπὸ τούτων, οἷς χρῆται φίλοις, ὡς ὑμεῖς οὐ μνημονεύετε τὰ ἐν τῷ δήμῳ εἰρημένα.
また、彼から派遣された使節たちが我々に修正を認めた平和条約の修正について、我々が、すべての人々の間で正当であると認められていること、すなわち「双方が各自の領土を所有すること」という形で修正したところ、彼は許可を与えていないし、使節たちも諸君に対してそのようなことを言っていないと主張しています。これは、他でもなく、彼が友人としている者たちから「諸君は民会で語られたことを覚えていない」と吹き込まれているからです。
μόνον δὲ τοῦτο οὐχ οἷόν τε ὑμῖν ἐστιν ἀμνημονῆσαι· ἐν γὰρ τῇ αὐτῇ ἐκκλησίᾳ καὶ οἱ πρέσβεις ὑμῖν οἱ παρʼ ἐκείνου ἥκοντες διελέγοντο καὶ τὸ ψήφισμα ἐγράφη. ὥστʼ οὐχ οἷόν τε, παραχρῆμα τῶν λόγων εἰρημένων καὶ εὐθὺς τοῦ ψηφίσματος ἐπαναγιγνωσκομένου, τὴν καταψευδομένην γνώμην τῶν πρέσβεων, ταύτην ὑμᾶς χειροτονῆσαι· ὥστε τοῦτο μὲν οὐ κατʼ ἐμοῦ, ἀλλὰ καθʼ ὑμῶν ἐπέσταλκεν, ὡς ὑμεῖς περὶ ὧν οὐκ ἠκούσατε, περὶ τούτων ἀποκρινάμενοι τὴν γνώμην ἀπεστείλατε.
しかし、こればかりは諸君が忘れることは不可能です。なぜなら、まさに同一の民会において、彼からやって来た使節たちが諸君に語りかけ、また決議案が起草されたからです。したがって、言葉が語られたその場ですぐに、そして決議案が直ちに読み上げられている中で、使節たちの言い分を偽りとするような決議案を諸君が可決するなどということは、あり得ないことでした。だからこそ、彼はこの件について、私に対してではなく諸君に対して手紙を送ってきたのです。すなわち、諸君が聞きもしなかったことについて、決議という形で回答を送り返した、というようにです。
- 10Ἀθηναίων
属格 Ἀθηναίων は、後続の名詞化した分詞句 οἱ ἐν Ποτειδαίᾳ κατοικοῦντες(ポテイダイアに居住していた人々)に係り、「アテナイ人のうちポテイダイアに住む者たち」という部分属格として機能している。
- 10ἀφῃρέθησαν ὑπʼ αὐτοῦ τὰ κτήματα
能動態の ἀφαιρέω(〜から〜を奪う)は「人(対格)+物(対格)」の二重対格をとる。これを受動態にすると、奪われる「人」が主語(ἀφῃρέθησαν)になり、奪われる「物」の対格(τὰ κτήματα)はそのまま対格として残る。
- 13εἰς ὑποδοχὴν τοῦ μηδʼ ἀμφισβητῆσαι
前置詞句 εἰς ὑποδοχὴν(〜の準備として、〜の受け皿として)に、冠詞付き不定詞の属格 τοῦ μηδʼ ἀμφισβητῆσαι がかかっている。ここでは「諸君が(ポテイダイアについて)合理的に異議を唱えることさえできなくするための布石として」という意味をなす。
- 14ὑφʼ ὑμῶν εἰς τὴν θάλατταν κατασταθῆναι
不定詞 κατασταθῆναι(καθίστημι の受動過去)は、ここでは特定の権限ある地位に「据えられる、確立される」の意。全体で「諸君によって海上に(支配権を持つ者として)据えられること」を要求していることを示す。
- 17ταῦτʼ οἴεσθʼ ἄν... εἰ μὴ... κατεφρόνει... διεπίστευεν;
条件節に εἰ +直説法過去(κατεφρόνει, διεπίστευεν)、帰結節に ἄν +不定詞(οἴεσθʼ ἄν... ἀξιῶσαι、直説法過去 ἂν ἠξίωσεν の対格不定詞構造)をとる、現在および過去の事実に反する反実仮想条件文。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
