§37εἶτʼ αὐτοὺς πάλιν, εἶτʼ ἀντεμβιβάζειν, εἶτʼ ἐν ὅσῳ ταῦτα μέλλεται, προαπόλωλεν τὸ ἐφʼ ὃ ἂν ἐκπλέωμεν·
そして(今度は)我々自身が再び、そして(次は)代理の者を乗船させ、これらが引き延ばされている間に、我々が船出しようとする目的のものはあらかじめ失われてしまいます。
τὸν γὰρ τοῦ πράττειν χρόνον εἰς τὸ παρασκευάζεσθαι ἀναλίσκομεν, οἱ δὲ τῶν πραγμάτων οὐ μένουσι καιροὶ τὴν ἡμετέραν βραδυτῆτα καὶ εἰρωνείαν.
なぜなら、行動すべき時間を準備のために浪費してしまい、事態の好機は我々の遅さと口実を待ってはくれないからです。
ἃς δὲ τὸν μεταξὺ χρόνον δυνάμεις οἰόμεθʼ ἡμῖν ὑπάρχειν, οὐδὲν οἷαί τʼ οὖσαι ποιεῖν ἐπʼ αὐτῶν τῶν καιρῶν ἐξελέγχονται.
また、その間に我々が有していると思っている兵力は、いざ危急の時には何もできないことが露呈してしまいます。
ὁ δʼ εἰς τοῦθʼ ὕβρεως ἐλήλυθεν ὥστʼ ἐπιστέλλειν Εὐβοεῦσιν ἤδη τοιαύτας ἐπιστολάς.
さらに、彼はすでにエウボイア人に対してこのような書簡を送るほどの傲慢さに達しているのです。
§38ΕΠΙΣΤΟΛΗΣ ΑΝΑΓΝΩΣΙΣ.
τούτων, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀνεγνωσμένων ἀληθῆ μέν ἐστι τὰ πολλά, ὡς οὐκ ἔδει, οὐ μὴν ἀλλʼ ἴσως οὐχ ἡδέʼ ἀκούειν.
[書簡の朗読] アテナイの諸君、朗読されたこれらの内容の大部分は、本来そうであってはならぬことながら、真実です。 しかし、おそらく聞いて心地よいものではないでしょう。
ἀλλʼ εἰ μέν, ὅσʼ ἄν τις ὑπερβῇ τῷ λόγῳ, ἵνα μὴ λυπήσῃ, καὶ τὰ πράγμαθʼ ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν δημηγορεῖν·
とはいえ、もし話し手が相手を不快にさせないために言葉で避けたことのすべてを、現実の事態も避けてくれるのであるなら、人々の好むように演説すべきです。
εἰ δʼ ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστι φενακίζειν ἑαυτούς, καὶ ἅπαντʼ ἀναβαλλομένους ἃν ᾖ δυσχερῆ πάντων ὑστερεῖν τῶν ἔργων,
しかし、言葉による甘言が、不適切なものであった場合、現実の損失となるのであれば、自分自身を欺き、困難なことすべてを先送りして、あらゆる行動に後れを取ることは恥ずべきことです。
§39καὶ μηδὲ τοῦτο δύνασθαι μαθεῖν, ὅτι δεῖ τοὺς ὀρθῶς πολέμῳ χρωμένους οὐκ ἀκολουθεῖν τοῖς πράγμασιν, ἀλλʼ αὐτοὺς ἔμπροσθεν εἶναι τῶν πραγμάτων, καὶ τὸν αὐτὸν τρόπον ὥσπερ τῶν στρατευμάτων ἀξιώσειέ τις ἂν τὸν στρατηγὸν ἡγεῖσθαι, οὕτω καὶ τῶν πραγμάτων τοὺς βουλευομένους, ἵνʼ ἃν ἐκείνοις δοκῇ, ταῦτα πράττηται καὶ μὴ τὰ συμβάντʼ ἀναγκάζωνται διώκειν.
そして、戦争を正しく遂行する者は、事態の後に従うのではなく、自らが事態に先んじなければならず、また、将軍が軍隊を率いることを誰もが求めるのと同じように、審議する者たちも事態を先導せねばならず、それによって、彼らが決定したことが実行され、起こった出来さを追いかけることを余儀なくされないようにしなければならない、ということさえ理解できないのも恥ずべきことです。
§40ὑμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πλείστην δύναμιν ἁπάντων ἔχοντες, τριήρεις, ὁπλίτας, ἱππέας, χρημάτων πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ πώποτʼ εἰς δέον τι κέχρησθε, οὐδὲν δʼ ἀπολείπετε, ὥσπερ οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ.
ところが、アテナイの諸君、諸君は三段櫂船、重装歩兵、騎兵、資金の収入といった、あらゆるものの中で最大の戦力を持ちながら、今日に至るまで、これらを何一つ必要な時に用いたことがなく、まるで野蛮人が拳闘をするかのようにフィリッポスと戦うにおいて、何一つ劣ることがありません。
καὶ γὰρ ἐκείνων ὁ πληγεὶς ἀεὶ τῆς πληγῆς ἔχεται, κἂν ἑτέρωσε πατάξῃ τις, ἐκεῖσʼ εἰσὶν αἱ χεῖρες· προβάλλεσθαι δʼ ἢ βλέπειν ἐναντίον οὔτʼ οἶδεν οὔτʼ ἐθέλει.
というのも、彼らのうち打たれた者は常に打たれた場所を押さえ、他の場所を叩かれれば、そこへ両手が行くのであって、防御の構えをとったり、相手を正面から見据えたりすることを、知ることもなければ、しようともしないからです。
§41καὶ ὑμεῖς, ἂν ἐν Χερρονήσῳ πύθησθε Φίλιππον, ἐκεῖσε βοηθεῖν ψηφίζεσθε, ἂν ἐν Πύλαις, ἐκεῖσε, ἂν ἄλλοθί που, συμπαραθεῖτʼ ἄνω κάτω, καὶ στρατηγεῖσθʼ ὑπʼ ἐκείνου, βεβούλευσθε δʼ οὐδὲν αὐτοὶ συμφέρον περὶ τοῦ πολέμου, οὐδὲ πρὸ τῶν πραγμάτων προορᾶτʼ οὐδέν, πρὶν ἂν ἢ γεγενημένον ἢ γιγνόμενόν τι πύθησθε.
諸君もまた、フィリッポスがヘルソネソスにいると聞けば、そこへ救援を送ることを議決し、ピュライにいると聞けばそこへ、他のどこかにいると聞けば、あちこちへと一緒に走り回り、彼によって指揮されています。 しかし、諸君自身は戦争に関して有益なことを何一つ審議しておらず、何かが起こった、あるいは起こりつつあると耳にするまでは、事態に先立って何一つ見通すことをしません。
ταῦτα δʼ ἴσως πρότερον μὲν ἐνῆν· νῦν δʼ ἐπʼ αὐτὴν ἥκει τὴν ἀκμήν, ὥστʼ οὐκέτʼ ἐγχωρεῖ.
こうしたやり方は、以前はおそらく許されたかもしれませんが、今はまさに極限に達しており、もはや許容されません。
§42δοκεῖ δέ μοι θεῶν τις, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς γιγνομένοις ὑπὲρ τῆς πόλεως αἰσχυνόμενος τὴν φιλοπραγμοσύνην ταύτην ἐμβαλεῖν Φιλίππῳ.
アテナイの諸君、神々の一人が、我が市邦の現状を恥じて、この飽くなき活動への意欲をフィリッポスに植え付けたのではないかと私には思われます。
εἰ γὰρ ἔχων ἃ κατέστραπται καὶ προείληφεν ἡσυχίαν ἔχειν ἤθελε καὶ μηδὲν ἔπραττεν ἔτι, ἀποχρῆν ἐνίοις ὑμῶν ἄν μοι δοκεῖ, ἐξ ὧν αἰσχύνην καὶ ἀνανδρίαν καὶ πάντα τὰ αἴσχιστʼ ὠφληκότες ἂν ἦμεν δημοσίᾳ·
なぜなら、もし彼が征服し、あらかじめ手に入れたものを保持して平穏を保ちたいと望み、もはや何もしなかったならば、我々が公に恥辱と臆病、そしてあらゆる最悪の不名誉を被ることで、諸君のうちの何人かは満足してしまっただろうと思われるからです。
νῦν δʼ ἐπιχειρῶν ἀεί τινι καὶ τοῦ πλείονος ὀρεγόμενος ἴσως ἂν ἐκκαλέσαιθʼ ὑμᾶς, εἴπερ μὴ παντάπασιν ἀπεγνώκατε.
しかし今、彼は常に何かに着手し、さらなるものを求めているがゆえに、諸君が完全に絶望してしまっていない限り、おそらく諸君を奮い立たせることになるでしょう。
§43θαυμάζω δʼ ἔγωγε, εἰ μηδεὶς ὑμῶν μήτʼ ἐνθυμεῖται μήτʼ ὀργίζεται, ὁρῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν μὲν ἀρχὴν τοῦ πολέμου γεγενημένην περὶ τοῦ τιμωρήσασθαι Φίλιππον, τὴν δὲ τελευτὴν οὖσαν ἤδη ὑπὲρ τοῦ μὴ παθεῖν κακῶς ὑπὸ Φιλίππου.
しかし私は、アテナイの諸君、この戦争の始まりがフィリッポスへの報復をめぐるものであったのに、その終わりが今やフィリッポスから害を被らないためのものになっているのを見ながら、諸君の誰も深く考えもせず、怒りもしないことを不思議に思います。
ἀλλὰ μὴν ὅτι γʼ οὐ στήσεται, δῆλον, εἰ μή τις κωλύσει.
しかしながら、誰かが阻まない限り、彼が立ち止まらないことは明らかです。
εἶτα τοῦτʼ ἀναμενοῦμεν;
それでは、我々はこれを待ち続けるのでしょうか。
καὶ τριήρεις κενὰς καὶ τὰς παρὰ τοῦ δεῖνος ἐλπίδας ἂν ἀποστείλητε, πάντʼ ἔχειν οἴεσθε καλῶς;
そして、無人の三段櫂船と、誰それからの空しい期待を送り出しさえすれば、すべてがうまくいっていると思うのですか。
§44οὐκ ἐμβησόμεθα;
我々は乗船しないのですか。
οὐκ ἔξιμεν αὐτοὶ μέρει γέ τινι στρατιωτῶν οἰκείων νῦν, εἰ καὶ μὴ πρότερον;
以前はそうでなかったとしても、今こそ我々の市民兵の一部を率いて自ら出陣しないのですか。
οὐκ ἐπὶ τὴν ἐκείνου πλευσόμεθα;
彼の領土に向けて船出しないのですか。
ποῖ οὖν προσορμιούμεθʼ; ἤρετό τις.
「では、どこに停泊するのか」と誰かが尋ねるでしょう。
εὑρήσει τὰ σαθρά, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἐκείνου πραγμάτων αὐτὸς ὁ πόλεμος, ἂν ἐπιχειρῶμεν·
アテナイの諸君、もし我々が攻撃を試みるなら、戦争そのものが彼の体制の脆弱な部分を自ずと見つけ出してくれるでしょう。
ἂν μέντοι καθώμεθʼ οἴκοι, λοιδορουμένων ἀκούοντες καὶ αἰτιωμένων ἀλλήλους τῶν λεγόντων, οὐδέποτʼ οὐδὲν ἡμῖν μὴ γένηται τῶν δεόντων.
しかし、もし我々が家に留まり、弁士たちが互いに罵り合い、非難し合うのを聞いているだけなら、我々にとって必要なことは何一つ、決して実現しないでしょう。