§31δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἰ τὸν τόπον, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς χώρας, πρὸς ἣν πολεμεῖτε, ἐνθυμηθείητε, καὶ λογίσαισθʼ ὅτι τοῖς πνεύμασιν καὶ ταῖς ὥραις τοῦ ἔτους τὰ πολλὰ προλαμβάνων διαπράττεται Φίλιππος, καὶ φυλάξας τοὺς ἐτησίας ἢ τὸν χειμῶνʼ ἐπιχειρεῖ, ἡνίκʼ ἂν ἡμεῖς μὴ δυναίμεθʼ ἐκεῖσʼ ἀφικέσθαι.
アテナイの諸君、もし諸君が、現在戦っている相手の地域の位置を考慮に入れ、また、フィリッポスが風や一年の季節を先取りしてその多くを成し遂げており、エテシアイ(季節風)や冬をうかがって、我々がそこへ到達できないような時に攻撃を仕掛けてくるということを計算に入れるなら、戦争と全体の準備について、はるかに良く審議することができると私は思います。
§32δεῖ τοίνυν ταῦτʼ ἐνθυμουμένους μὴ βοηθείαις πολεμεῖν (ὑστεριοῦμεν γὰρ ἁπάντων), ἀλλὰ παρασκευῇ συνεχεῖ καὶ δυνάμει.
それゆえ、これらを考慮して、急報に応じるだけの増援によって戦う(なぜなら、我々はあらゆる機会に遅れてしまうからである)のではなく、継続的な準備と兵力によって戦わねばなりません。
ὑπάρχει δʼ ὑμῖν χειμαδίῳ μὲν χρῆσθαι τῇ δυνάμει Λήμνῳ καὶ Θάσῳ καὶ Σκιάθῳ καὶ ταῖς ἐν τούτῳ τῷ τόπῳ νήσοις, ἐν αἷς καὶ λιμένες καὶ σῖτος καὶ ἃ χρὴ στρατεύματι πάνθʼ ὑπάρχει·
諸君の兵力が冬営地として利用できる場所としては、レムノス、タソス、スキアトス、およびこの地域の諸島があり、そこには港も食糧も、軍隊が必要とするあらゆるものも備わっています。
τὴν δʼ ὥραν τοῦ ἔτους, ὅτε καὶ πρὸς τῇ γῇ γενέσθαι ῥᾴδιον καὶ τὸ τῶν πνευμάτων ἀσφαλές, πρὸς αὐτῇ τῇ χώρᾳ καὶ πρὸς τοῖς τῶν ἐμπορίων στόμασιν ῥᾳδίως ἔσται.
また、陸地に近づきやすく、風が安全な季節には、敵の領土のすぐ近くや交易港の入り口に容易に配置することができるでしょう。
§33ἃ μὲν οὖν χρήσεται καὶ πότε τῇ δυνάμει, παρὰ τὸν καιρὸν ὁ τούτων κύριος καταστὰς ὑφʼ ὑμῶν βουλεύσεται·
さて、この兵力をどのように、またいつ用いるかは、諸君によって任命された指揮官が、その時々の機会に応じて審議するでしょう。
ἃ δʼ ὑπάρξαι δεῖ παρʼ ὑμῶν, ταῦτʼ ἐστὶν ἁγὼ γέγραφα.
しかし、諸君の側から用意されねばならないものは、私が書き記したこれらです。
ἂν ταῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πορίσητε, τὰ χρήματα πρῶτον ἃ λέγω, εἶτα καὶ τἄλλα παρασκευάσαντες, τοὺς στρατιώτας, τὰς τριήρεις, τοὺς ἱππέας, ἐντελῆ πᾶσαν τὴν δύναμιν νόμῳ κατακλείσητʼ ἐπὶ τῷ πολέμῳ μένειν, τῶν μὲν χρημάτων αὐτοὶ ταμίαι καὶ πορισταὶ γιγνόμενοι, τῶν δὲ πράξεων παρὰ τοῦ στρατηγοῦ τὸν λόγον ζητοῦντες, παύσεσθʼ ἀεὶ περὶ τῶν αὐτῶν βουλευόμενοι καὶ πλέον οὐδὲν ποιοῦντες,
アテナイの諸君、もし諸君が、第一に私が述べる資金を調達し、次いで他のもの(兵士、三段櫂船、騎兵)をも準備して、この兵力全体を完全に、戦争のために常駐するよう法によって拘束するなら、そして、資金については諸君自身が管理・調達者となり、行動については将軍に報告を求めるようにするなら、諸君は常に同じことについて審議して何一つ進展させられない状態でいるのをやめることになるでしょう。
§34καὶ ἔτι πρὸς τούτῳ πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μέγιστον τῶν ἐκείνου πόρων ἀφαιρήσεσθε.
さらにこれに加えて、第一に、アテナイの諸君、諸君は彼の最大の財源を奪うことになるでしょう。
ἔστι δʼ οὗτος τίς;
それは何か。
ἀπὸ τῶν ὑμετέρων ὑμῖν πολεμεῖ συμμάχων, ἄγων καὶ φέρων τοὺς πλέοντας τὴν θάλατταν.
彼は諸君の同盟国から(奪ったもの)によって諸君と戦っており、海を航行する者たちを掠奪しているのです。
ἔπειτα τί πρὸς τούτῳ;
次に、これに加えて何があるでしょうか。
τοῦ πάσχειν αὐτοὶ κακῶς ἔξω γενήσεσθε, οὐχ ὥσπερ τὸν παρελθόντα χρόνον εἰς Λῆμνον καὶ Ἴμβρον ἐμβαλὼν αἰχμαλώτους πολίτας ὑμετέρους ᾤχετʼ ἔχων, πρὸς τῷ Γεραιστῷ τὰ πλοῖα συλλαβὼν ἀμύθητα χρήματʼ ἐξέλεξε, τὰ τελευταῖʼ εἰς Μαραθῶνʼ ἀπέβη καὶ τὴν ἱερὰν ἀπὸ τῆς χώρας ᾤχετʼ ἔχων τριήρη, ὑμεῖς δʼ οὔτε ταῦτα δύνασθε κωλύειν οὔτʼ εἰς τοὺς χρόνους, οὓς ἂν προθῆσθε, βοηθεῖν.
諸君自身が被害を受けることから免れることになります。 過去の時期のように、彼がレムノスやイムブロスに侵入して諸君の市民を捕虜として連れ去ったり、ゲライストス付近で商船を拿捕して莫大な富を取り立てたり、最近ではマラトンに上陸して聖船を奪い去ったりしたのに、諸君はこれらを防ぐこともできず、あらかじめ定めた時期に救援に赴くこともできなかった、というようなことはなくなるのです。
§35καίτοι τί δήποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζετε τὴν μὲν τῶν Παναθηναίων ἑορτὴν καὶ τὴν τῶν Διονυσίων ἀεὶ τοῦ καθήκοντος χρόνου γίγνεσθαι, ἄν τε δεινοὶ λάχωσιν ἄν τʼ ἰδιῶται οἱ τούτων ἑκατέρων ἐπιμελούμενοι, εἰς ἃ τοσαῦτʼ ἀναλίσκεται χρήματα, ὅσʼ οὐδʼ εἰς ἕνα τῶν ἀποστόλων, καὶ τοσοῦτον ὄχλον καὶ παρασκευὴν ὅσην οὐκ οἶδʼ εἴ τι τῶν ἁπάντων ἔχει, τοὺς δʼ ἀποστόλους πάντας ὑμῖν ὑστερίζειν τῶν καιρῶν, τὸν εἰς Μεθώνην, τὸν εἰς Παγασάς, τὸν εἰς Ποτείδαιαν;
それにしても、アテナイの諸君、なぜ諸君は、パナテナイア祭やディオニュシア祭は、それらを管理する者が有能であろうと素人であろうと、常に定められた時期に開催され、そこにはどの遠征軍にすら使われないほどの巨費が投じられ、他には見られないほどの大群衆と準備がなされるのに、諸君の遠征軍はすべて、メトネへのものも、パガサイへのものも、ポテイダイアへのものも、機会を逸してしまうのだと思いますか。
§36ὅτι ἐκεῖνα μὲν ἅπαντα νόμῳ τέτακται, καὶ πρόοιδεν ἕκαστος ὑμῶν ἐκ πολλοῦ τίς χορηγὸς ἢ γυμνασίαρχος τῆς φυλῆς, πότε καὶ παρὰ τοῦ καὶ τί λαβόντα τί δεῖ ποιεῖν, οὐδὲν ἀνεξέταστον οὐδʼ ἀόριστον ἐν τούτοις ἠμέληται·
なぜなら、前者はすべて法によって規定されており、諸君のそれぞれが、誰が部族の合唱奉仕者や体育競技総監になるか、いつ、誰から、何を受け取って何をなすべきかを、ずっと前から知っているからです。
ἐν δὲ τοῖς περὶ τοῦ πολέμου καὶ τῇ τούτου παρασκευῇ ἄτακτα, ἀδιόρθωτα, ἀόρισθʼ ἅπαντα.
そこには検査されないものも、規定されずに放置されるものはありません。 しかし、戦争に関することやその準備においては、すべてが無秩序で、未是正で、未規定なのです。
τοιγαροῦν ἅμʼ ἀκηκόαμέν τι καὶ τριηράρχους καθίσταμεν καὶ τούτοις ἀντιδόσεις ποιούμεθα καὶ περὶ χρημάτων πόρου σκοποῦμεν, καὶ μετὰ ταῦτʼ ἐμβαίνειν τοὺς μετοίκους ἔδοξε καὶ τοὺς χωρὶς οἰκοῦντας,
それゆえ、我々は何か耳にするやいなや、三段櫂船の船長を任命し、彼らの間で財産交換を行い、資金の調達方法を検討し、その後に在留外国人や別居奴隷を乗船させることを決定するのです。