§37εἶτʼ αὐτοὺς πάλιν, εἶτʼ ἀντεμβιβάζειν, εἶτʼ ἐν ὅσῳ ταῦτα μέλλεται, προαπόλωλεν τὸ ἐφʼ ὃ ἂν ἐκπλέωμεν·
Then again ourselves, then putting others on board in turn; and while these things are delayed, the object for which we are sailing out is lost beforehand.
τὸν γὰρ τοῦ πράττειν χρόνον εἰς τὸ παρασκευάζεσθαι ἀναλίσκομεν, οἱ δὲ τῶν πραγμάτων οὐ μένουσι καιροὶ τὴν ἡμετέραν βραδυτῆτα καὶ εἰρωνείαν.
For we waste the time for action in preparing, and the opportunities of events do not wait for our slowness and insincerity.
ἃς δὲ τὸν μεταξὺ χρόνον δυνάμεις οἰόμεθʼ ἡμῖν ὑπάρχειν, οὐδὲν οἷαί τʼ οὖσαι ποιεῖν ἐπʼ αὐτῶν τῶν καιρῶν ἐξελέγχονται.
And the forces which we think we have available during the interval are proved at the very moments of crisis to be able to do nothing.
ὁ δʼ εἰς τοῦθʼ ὕβρεως ἐλήλυθεν ὥστʼ ἐπιστέλλειν Εὐβοεῦσιν ἤδη τοιαύτας ἐπιστολάς.
And he has arrived at such a pitch of insolence as to send already such letters to the Euboeans.
§38ΕΠΙΣΤΟΛΗΣ ΑΝΑΓΝΩΣΙΣ.
τούτων, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀνεγνωσμένων ἀληθῆ μέν ἐστι τὰ πολλά, ὡς οὐκ ἔδει, οὐ μὴν ἀλλʼ ἴσως οὐχ ἡδέʼ ἀκούειν.
READING OF THE LETTER. Of these things read, men of Athens, most are true, as they ought not to be; nevertheless, they are perhaps not pleasant to hear.
ἀλλʼ εἰ μέν, ὅσʼ ἄν τις ὑπερβῇ τῷ λόγῳ, ἵνα μὴ λυπήσῃ, καὶ τὰ πράγμαθʼ ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν δημηγορεῖν· εἰ δʼ ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστι φενακίζειν ἑαυτούς, καὶ ἅπαντʼ ἀναβαλλομένους ἃν ᾖ δυσχερῆ πάντων ὑστερεῖν τῶν ἔργων, §39καὶ μηδὲ τοῦτο δύνασθαι μαθεῖν, ὅτι δεῖ τοὺς ὀρθῶς πολέμῳ χρωμένους οὐκ ἀκολουθεῖν τοῖς πράγμασιν, ἀλλʼ αὐτοὺς ἔμπροσθεν εἶναι τῶν πραγμάτων, καὶ τὸν αὐτὸν τρόπον ὥσπερ τῶν στρατευμάτων ἀξιώσειέ τις ἂν τὸν στρατηγὸν ἡγεῖσθαι, οὕτω καὶ τῶν πραγμάτων τοὺς βουλευομένους, ἵνʼ ἃν ἐκείνοις δοκῇ, ταῦτα πράττηται καὶ μὴ τὰ συμβάντʼ ἀναγκάζωνται διώκειν.
But if, whatever one passes over in speech so as not to cause pain, reality also will pass over, then one ought to harangue to please; but if the charm of words, if inappropriate, becomes a practical loss, it is shameful to deceive ourselves, and by putting off everything that is difficult, to fall behind all achievements, and not even to be able to learn this, that those who conduct war rightly must not follow events, but must themselves be ahead of events, and in the same way that one would expect a general to lead the armies, so also those who deliberate must lead events, in order that whatever they decide may be done, and they may not be forced to pursue occurrences.
§40ὑμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πλείστην δύναμιν ἁπάντων ἔχοντες, τριήρεις, ὁπλίτας, ἱππέας, χρημάτων πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ πώποτʼ εἰς δέον τι κέχρησθε, οὐδὲν δʼ ἀπολείπετε, ὥσπερ οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ.
But you, men of Athens, though possessing the greatest power of all—triremes, hoplites, cavalry, revenue of money—have never up to the present day used any of these for what is necessary, and you fall nothing short of fighting Philip in the same way as barbarians box.
καὶ γὰρ ἐκείνων ὁ πληγεὶς ἀεὶ τῆς πληγῆς ἔχεται, κἂν ἑτέρωσε πατάξῃ τις, ἐκεῖσʼ εἰσὶν αἱ χεῖρες· προβάλλεσθαι δʼ ἢ βλέπειν ἐναντίον οὔτʼ οἶδεν οὔτʼ ἐθέλει.
For among them, the one who is struck always clings to the blow, and if one strikes elsewhere, his hands go there; but to guard himself or to look his opponent in the face, he neither knows how nor is willing.
§41καὶ ὑμεῖς, ἂν ἐν Χερρονήσῳ πύθησθε Φίλιππον, ἐκεῖσε βοηθεῖν ψηφίζεσθε, ἂν ἐν Πύλαις, ἐκεῖσε, ἂν ἄλλοθί που, συμπαραθεῖτʼ ἄνω κάτω, καὶ στρατηγεῖσθʼ ὑπʼ ἐκείνου, βεβούλευσθε δʼ οὐδὲν αὐτοὶ συμφέρον περὶ τοῦ πολέμου, οὐδὲ πρὸ τῶν πραγμάτων προορᾶτʼ οὐδέν, πρὶν ἂν ἢ γεγενημένον ἢ γιγνόμενόν τι πύθησθε.
And you, if you hear that Philip is in Chersonese, vote to send help there; if in Pylae, there; if anywhere else, you run along with him up and down, and you are generaled by him; but you yourselves have deliberated nothing advantageous about the war, nor do you foresee anything before events, until you hear of something either already happened or happening.
ταῦτα δʼ ἴσως πρότερον μὲν ἐνῆν· νῦν δʼ ἐπʼ αὐτὴν ἥκει τὴν ἀκμήν, ὥστʼ οὐκέτʼ ἐγχωρεῖ.
And these things were perhaps possible before; but now they have come to the very crisis, so that it is no longer permitted.
§42δοκεῖ δέ μοι θεῶν τις, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς γιγνομένοις ὑπὲρ τῆς πόλεως αἰσχυνόμενος τὴν φιλοπραγμοσύνην ταύτην ἐμβαλεῖν Φιλίππῳ.
And it seems to me, men of Athens, that some one of the gods, being ashamed for our city at what is happening, has cast this restless activity into Philip.
εἰ γὰρ ἔχων ἃ κατέστραπται καὶ προείληφεν ἡσυχίαν ἔχειν ἤθελε καὶ μηδὲν ἔπραττεν ἔτι, ἀποχρῆν ἐνίοις ὑμῶν ἄν μοι δοκεῖ, ἐξ ὧν αἰσχύνην καὶ ἀνανδρίαν καὶ πάντα τὰ αἴσχιστʼ ὠφληκότες ἂν ἦμεν δημοσίᾳ· νῦν δʼ ἐπιχειρῶν ἀεί τινι καὶ τοῦ πλείονος ὀρεγόμενος ἴσως ἂν ἐκκαλέσαιθʼ ὑμᾶς, εἴπερ μὴ παντάπασιν ἀπεγνώκατε.
For if, holding what he has conquered and seized beforehand, he wished to keep quiet and did nothing further, it would seem to me to satisfy some of you, from which we should have incurred shame and cowardice and all the most shameful things publicly; but now, by always attempting something and reaching out for more, he might perhaps call you forth, unless you have completely despaired.
§43θαυμάζω δʼ ἔγωγε, εἰ μηδεὶς ὑμῶν μήτʼ ἐνθυμεῖται μήτʼ ὀργίζεται, ὁρῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν μὲν ἀρχὴν τοῦ πολέμου γεγενημένην περὶ τοῦ τιμωρήσασθαι Φίλιππον, τὴν δὲ τελευτὴν οὖσαν ἤδη ὑπὲρ τοῦ μὴ παθεῖν κακῶς ὑπὸ Φιλίππου.
And I for my part wonder if no one of you either reflects or is angry, seeing, men of Athens, that the beginning of the war was about punishing Philip, but the end is already about not suffering harm from Philip.
ἀλλὰ μὴν ὅτι γʼ οὐ στήσεται, δῆλον, εἰ μή τις κωλύσει.
Yet indeed that he will not stop is clear, unless someone prevents him.
εἶτα τοῦτʼ ἀναμενοῦμεν;
Then shall we wait for this?
καὶ τριήρεις κενὰς καὶ τὰς παρὰ τοῦ δεῖνος ἐλπίδας ἂν ἀποστείλητε, πάντʼ ἔχειν οἴεσθε καλῶς;
And if you send out empty triremes and the hopes from so-and-so, do you think all is well?
§44οὐκ ἐμβησόμεθα;
Shall we not embark?
οὐκ ἔξιμεν αὐτοὶ μέρει γέ τινι στρατιωτῶν οἰκείων νῦν, εἰ καὶ μὴ πρότερον;
Shall we not go out ourselves with some part at least of our citizen-soldiers now, even if not before?
οὐκ ἐπὶ τὴν ἐκείνου πλευσόμεθα;
Shall we not sail against his territory?
ποῖ οὖν προσορμιούμεθʼ; ἤρετό τις.
'Where then shall we anchor?' someone asked.
εὑρήσει τὰ σαθρά, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἐκείνου πραγμάτων αὐτὸς ὁ πόλεμος, ἂν ἐπιχειρῶμεν· ἂν μέντοι καθώμεθʼ οἴκοι, λοιδορουμένων ἀκούοντες καὶ αἰτιωμένων ἀλλήλους τῶν λεγόντων, οὐδέποτʼ οὐδὲν ἡμῖν μὴ γένηται τῶν δεόντων.
The war itself, men of Athens, will find the rotten parts of his affairs, if we make the attempt; but if we sit at home, listening to the speakers abusing and accusing one another, never will any of the necessary things be done for us.