§45ὅποι μὲν γὰρ ἄν, οἶμαι, μέρος τι τῆς πόλεως συναποσταλῇ, κἂν μὴ πᾶσα, καὶ τὸ τῶν θεῶν εὐμενὲς καὶ τὸ τῆς τύχης συναγωνίζεται·
というのも、私の思うに、たとえ全軍でなくとも、市邦の何らかの一部が同時に派遣されるところにはどこへでも、神々の恵みと運命の恵みの双方がともに戦ってくれるからです。
ὅποι δʼ ἂν στρατηγὸν καὶ ψήφισμα κενὸν καὶ τὰς ἀπὸ τοῦ βήματος ἐλπίδας ἐκπέμψητε, οὐδὲν ὑμῖν τῶν δεόντων γίγνεται, ἀλλʼ οἱ μὲν ἐχθροὶ καταγελῶσιν, οἱ δὲ σύμμαχοι τεθνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους.
これに対して、将軍と、空しい決議と、演壇からの期待のみを派遣するところではどこであれ、諸君にとって必要なことは何一つ実現せず、かえって敵は嘲笑い、同盟国はこのような派遣軍を極度に恐れるのです。
§46οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἕνʼ ἄνδρα δυνηθῆναί ποτε ταῦθʼ ὑμῖν πρᾶξαι πάνθʼ ὅσα βούλεσθε·
というのも、一人の男が、諸君が望むこれらすべてのことを諸君のためにいつか成し遂げることができるなどということは、到底不可能なのです。
ὑποσχέσθαι μέντοι καὶ φῆσαι καὶ τὸν δεῖνʼ αἰτιάσασθαι καὶ τὸν δεῖνʼ ἔστι, τὰ δὲ πράγματʼ ἐκ τούτων ἀπόλωλεν·
しかし、約束すること、言明すること、そして誰それを非難することは可能ですが、事態はこれらによって破滅してしまいました。
ὅταν γὰρ ἡγῆται μὲν ὁ στρατηγὸς ἀθλίων ἀπομίσθων ξένων, οἱ δʼ ὑπὲρ ὧν ἂν ἐκεῖνος πράξῃ πρὸς ὑμᾶς ψευδόμενοι ῥᾳδίως ἐνθάδʼ ὦσιν, ὑμεῖς δʼ ἐξ ὧν ἂν ἀκούσηθʼ ὅ τι ἂν τύχητε ψηφίζησθε, τί καὶ χρὴ προσδοκᾶν;
なぜなら、将軍が惨めな給料未払いの傭兵たちを率い、彼が何をしたかについて諸君に平気で嘘をつく者たちが、ここで安々と暮らしており、諸君は聞いたことに基づいて行き当たりばったりの議決を下すのだから、一体何を期待できるというのでしょう。
§47πῶς οὖν ταῦτα παύσεται;
では、どうすればこれらは止むでしょうか。
ὅταν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς αὐτοὺς ἀποδείξητε στρατιώτας καὶ μάρτυρας τῶν στρατηγουμένων καὶ δικαστὰς οἴκαδʼ ἐλθόντας τῶν εὐθυνῶν, ὥστε μὴ ἀκούειν μόνον ὑμᾶς τὰ ὑμέτερʼ αὐτῶν, ἀλλὰ καὶ παρόντας ὁρᾶν.
アテナイの諸君、諸君が同じ人々を、兵士とし、また将軍の行動の目撃者とし、帰国したときにはその会計監査の裁判官とするときです。 それによって、諸君が自分たちのことを聞くだけでなく、自らその場にいて見るようになるためにです。
νῦν δʼ εἰς τοῦθʼ ἥκει τὰ πράγματʼ αἰσχύνης ὥστε τῶν στρατηγῶν ἕκαστος δὶς καὶ τρὶς κρίνεται παρʼ ὑμῖν περὶ θανάτου, πρὸς δὲ τοὺς ἐχθροὺς οὐδεὶς οὐδʼ ἅπαξ αὐτῶν ἀγωνίσασθαι περὶ θανάτου τολμᾷ, ἀλλὰ τὸν τῶν ἀνδραποδιστῶν καὶ λωποδυτῶν θάνατον μᾶλλον αἱροῦνται τοῦ προσήκοντος·
しかし今や事態は次のような恥ずべき状態に達しています。 すなわち、将軍たちのそれぞれが、諸君の前で二度も三度も死刑を求めて裁判にかけられる一方で、敵に対しては彼らのうち誰も、死を賭して戦うことを一度たりともあえてしようとせず、むしろ彼らは、自分にふさわしい死よりも、誘拐魔や追剥のような死を望むのです。
κακούργου μὲν γάρ ἐστι κριθέντʼ ἀποθανεῖν, στρατηγοῦ δὲ μαχόμενον τοῖς πολεμίοις.
というのも、裁判にかけられて死ぬのは悪人の死であり、敵と戦って死ぬのが将軍の死だからです。
§48ἡμῶν δʼ οἱ μὲν περιιόντες μετὰ Λακεδαιμονίων φασὶ Φίλιππον πράττειν τὴν Θηβαίων κατάλυσιν καὶ τὰς πολιτείας διασπᾶν, οἱ δʼ ὡς πρέσβεις πέπομφεν ὡς βασιλέα, οἱ δʼ ἐν Ἰλλυριοῖς πόλεις τειχίζειν, οἱ δὲ λόγους πλάττοντες ἕκαστος περιερχόμεθα.
ところが我々のうち、ある者たちは歩き回って、フィリッポスがスパルタ人とともにテーバイの解体を画策しており、民主政体を分裂させようとしていると言い、またある者は、彼が使節を大王のもとへ送ったと言い、またある者は、彼がイリュリア地方で都市を城塞化していると言い、我々はそれぞれが噂話を捏造して歩き回っています。
§49ἐγὼ δʼ οἶμαι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, νὴ τοὺς θεοὺς ἐκεῖνον μεθύειν τῷ μεγέθει τῶν πεπραγμένων καὶ πολλὰ τοιαῦτʼ ὀνειροπολεῖν ἐν τῇ γνώμῃ, τήν τʼ ἐρημίαν τῶν κωλυσόντων ὁρῶντα καὶ τοῖς πεπραγμένοις ἐπῃρμένον, οὐ μέντοι μὰ Δίʼ οὕτω γε προαιρεῖσθαι πράττειν ὥστε τοὺς ἀνοητοτάτους τῶν παρʼ ἡμῖν εἰδέναι τί μέλλει ποιεῖν ἐκεῖνος·
アテナイの諸君、神々に誓って、私はあの男が自らの業績の偉大さに酔いしれており、自分を阻む者たちがいないことを見てとり、また自らの業績に高揚しているがゆえに、心の中で多くのそのような夢想にふけっていると思います。 しかし、ゼウスに誓って、我々のうちで最も愚かな者たちでさえ、彼が何をしようとしているかを知るような仕方で行動することを彼が選んでいるわけではありません。
ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες.
なぜなら、噂話を捏造する者たちこそが最も愚かな者たちだからです。
§50ἀλλʼ ἂν ἀφέντες ταῦτʼ ἐκεῖνʼ εἰδῶμεν, ὅτι ἐχθρὸς ἅνθρωπος καὶ τὰ ἡμέτερʼ ἡμᾶς ἀποστερεῖ καὶ χρόνον πολὺν ὕβρικε, καὶ ἅπανθʼ ὅσα πώποτʼ ἠλπίσαμέν τινα πράξειν ὑπὲρ ἡμῶν καθʼ ἡμῶν εὕρηται, καὶ τὰ λοιπὰ ἐν αὐτοῖς ἡμῖν ἐστί, κἂν μὴ νῦν ἐθέλωμεν ἐκεῖ πολεμεῖν αὐτῷ, ἐνθάδʼ ἴσως ἀναγκασθησόμεθα τοῦτο ποιεῖν, ἂν ταῦτʼ εἰδῶμεν, καὶ τὰ δέοντʼ ἐσόμεθʼ ἐγνωκότες καὶ λόγων ματαίων ἀπηλλαγμένοι·
しかし、もし我々がこうした噂話を捨てて、次のことをわきまえるなら、すなわち、あの男は敵であり、我々の領土を我々から奪い、長い間我々を侮辱してきたこと、そして、誰かが我々のためにしてくれるとこれまで期待したすべてのことが、我々にとって不利なものとして現れたこと、そして、これからのことは我々自身の手にかかっており、もし今あちらで彼と戦うことを望まないなら、おそらくこの地でそうすることを余儀なくされるであろうこと、もしこれらのことをわきまえるなら、我々はなすべきことを理解し、無駄な言葉から解放されるでしょう。
οὐ γὰρ ἅττα ποτʼ ἔσται δεῖ σκοπεῖν, ἀλλʼ ὅτι φαῦλα, ἂν μὴ προσέχητε τὸν νοῦν καὶ τὰ προσήκοντα ποιεῖν ἐθέλητε, εὖ εἰδέναι.
なぜなら、将来何が起こるかを詮索する必要はなく、諸君が注意を払い、なすべきことをなそうと望まない限り、事態が破滅的なものになることをよく知っておけばよいからです。
§51ἐγὼ μὲν οὖν οὔτʼ ἄλλοτε πώποτε πρὸς χάριν εἱλόμην λέγειν ὅ τι ἂν μὴ καὶ συνοίσειν πεπεισμένος ὦ, νῦν θʼ ἃ γιγνώσκω πάνθʼ ἁπλῶς, οὐδὲν ὑποστειλάμενος, πεπαρρησίασμαι.
私はこれまでにも、有益であると確信していないことを、人々の歓心を買うために語ることを選んだことは一度もありませんでした。 そして今も、自分が考えていることすべてを、何一つ包み隠さず、率直に語りました。
ἐβουλόμην δʼ ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τὰ βέλτιστʼ ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστʼ εἰπόντι·
最善の言葉を聞くことが諸君の利益になると私が知っているのと同様に、最善の言葉を語った者にとってもそれが利益になると知ることができればよかったのですが。
πολλῷ γὰρ ἂν ἥδιον εἶχον.
そうであれば、はるかに喜ばしかったでしょうから。
νῦν δʼ ἐπʼ ἀδήλοις οὖσι τοῖς ἀπὸ τούτων ἐμαυτῷ γενησομένοις, ὅμως ἐπὶ τῷ συνοίσειν ὑμῖν, ἂν πράξητε, ταῦτα πεπεῖσθαι λέγειν αἱροῦμαι.
しかし今や、これらから自分に何が起こるか分からない状態でありながらも、それでも、もし実行されるなら、これらが諸君の利益になると確信した上で、あえて語ることを私は選びます。
νικῴη δʼ ὅ τι πᾶσιν μέλλει συνοίσειν.
すべての人にとって有益となるものが勝利しますように。