§9.422εὑροίμην·
見出せるかと。
πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον §9.423ὥς τε περὶ ψυχῆς·
そして私はあらゆる策略と計略を織り上げた、命がかかっているかのように。
μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
なぜなら大いなる災いがすぐ近くにあったからだ。
§9.424ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
そして私の心に、これが最善の計画と思われた。
よく肥えた、毛深い雄の羊たちがいた、美しく、大きく、スミレ色の羊毛を持つ者たちが。
§9.427τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν, §9.428τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς, §9.429σύντρεις αἰνύμενος·
私はそれらを、よくよられた柳の枝で静かに結び合わせた、その上で、不法なことを心に抱く怪物のキュクロプスが眠っていたものだが、三頭ずつを組み合わせて。
ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε, §9.430τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
真ん中の一頭が人を運び、両脇の他の二頭は、同志たちを守りながら歩むようにした。
§9.431τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον·
こうして三頭の羊がそれぞれ一人の人間を運んだ。
αὐτὰρ ἐγώ γε— §9.432ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων, §9.433τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς §9.434κείμην·
しかし私自身はといえば―― 羊の群れの中で群を抜いて優れた一頭の雄羊がいたので、その背を掴み、毛深い腹の下に滑り込んで丸まり、横たわった。
αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο §9.435νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
そして手でその見事な羊毛に絶え間なく巻き付いて、耐え忍ぶ心でしっかりとしがみついていた。
§9.436ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
このようにして私たちは、ため息をつきながら神聖な曙を待った。
§9.437ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §9.438καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα, §9.439θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·
早くに生まれ、薔薇の指を持つ曙が現れると、その時、雄の羊たちは牧草地へと一斉に飛び出していったが、雌たちは乳を搾られないまま、囲いの周りでメーメーと鳴いていた。
§9.440οὔθατα γὰρ σφαραγεῦντο.
乳房が張り裂けんばかりだったからだ。
しかし主人はひどい痛みにさいなまれながら、すべての羊たちの背を触って確かめていた、それらがまっすぐ立っているところで。
τὸ δὲ νήπιος οὐκ ἐνόησεν, §9.443ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
だが、愚かにも彼は気付かなかった、羊毛に覆われた羊たちの胸の下に、男たちが縛り付けられていることに。
最後に、あの雄羊が羊の群れから外へと歩み出た、ふさふさした毛と、深い思慮を巡らす私自身の重みで歩みが遅れながら。
§9.446τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·
力強いポリュペモスは彼を触って確かめ、語りかけた。
「愛しい雄羊よ、なぜお前は羊の群れの中でこのように最後に洞窟から出ていくのだ?
οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν, §9.449ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης §9.450μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις, §9.451πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι §9.452ἑσπέριος·
以前はお前は決して他の羊たちの後ろに取り残されることはなかったのに、むしろずっと先頭に立って、みずみずしい草の花を食み、大股で歩み、真っ先に川の流れにたどり着き、そして夕方には、真っ先に羊小屋へと戻ることを切望していたというのに。
νῦν αὖτε πανύστατος.
今や一番最後だ。
ἦ σύ γʼ ἄνακτος §9.453ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
お前は主人の目を惜しんでいるのか。
§9.454σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ, §9.455Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
悪しき男が、悲惨な同志たちとともに、ワインで私の心を麻痺させて盲目にしたあの目を、あのウーティスが。 奴はまだ破滅を逃れてはいないと私は断言するが。
もしお前が私と同じ心を抱き、言葉を話すことができるなら、あの男がどこで私の怒りから逃れようとしているのかを教えておくれ。
§9.458τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ §9.459θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ §9.460λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
そうすれば、奴の脳漿が洞窟のあちこちに打ち付けられて地面に飛び散り、私の心もあのろくでなしのウーティスが私にもたらした災いから和らぐだろうに。
§9.461ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
」彼はそう言って、雄羊を自分から外へと送り出した。
§9.462ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς §9.463πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
洞窟と囲いから少し離れたところまで来ると、私はまず雄羊の下から身を解き、それから同志たちを解いてやった。
§9.464καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ, §9.465πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα §9.466ἱκόμεθʼ.
そして私たちは、足の長い、脂の乗った羊たちを何度も振り返り追い込みながら素早く追い立て、ついに船へとたどり着いた。
ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν, §9.467οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
死を免れた私たちは、愛する同志たちに喜ばれて迎えられたが、彼らは声を上げて嘆き悲しもうとした。
§9.468ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ, §9.469κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα §9.470πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
しかし私はそれを許さず、眉を動かしてそれぞれに合図を送り、泣くのを禁じて、美しい毛の羊たちをたくさん船に積み込んで、速やかに塩気のある海へと船出するよう命じた。
§9.471οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, §9.472ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
彼らはすぐに乗り込んで漕ぎ座に就き、順に座って、櫂で白波立つ海を叩いた。
§9.473ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας, §9.474καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·
しかし、大声で叫べば届くほどの距離まで離れたとき、その時、私は嘲る言葉でキュクロプスに話しかけた。
§9.475Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους §9.476ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
「キュクロプスよ、お前は弱虫の男の同志たちを虚ろな洞窟の中で、力ずくで食らうことはできなかったな。
§9.477καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα, §9.478σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ §9.479ἐσθέμεναι·
お前の悪行は、まさに受けるべき報いをお前に確実にもたらすはずだったのだ、情け知らずの者よ、お前は自分の家でもてなす客を食べることを恐れなかったのだから。
τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
それゆえゼウスと他の神々が、お前に罰を与えたのだ。
」私がこう言うと、彼は心の中でさらに激しく怒り、巨大な山の頂をへし折って投げつけた。
§9.482κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
そして、青黒い舳先の船のすぐ前方にそれを落とした。
§9.483τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,
それは舵の端に届く寸前だった。
§9.484ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· §9.485τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα, §9.486πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
岩が落ちたことで、海が大きく沸き立ち、押し寄せる逆波が、たちまち船を陸地の方へと押し戻した、沖からの押し波が、船を陸に届かせようとするかのように。
§9.487αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν §9.488ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα §9.489ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν, §9.490κρατὶ κατανεύων·
しかし私は、手で非常に長い棒を取り、横へと押し出し、同志たちを励まして命じた、この災難から逃れられるよう、全力で櫂を漕ぐようにと、頭を振って合図を送りながら。
οἱ δὲ προπεσόντες ἔρεσσον.
彼らは身を乗り出して漕ぎ進んだ。
しかし、海を渡って二倍の距離まで離れたとき、その時にも私はキュクロプスに話しかけようとした。
ἀμφὶ δʼ ἑταῖροι §9.493μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
しかし周囲の同志たちがあちこちから穏やかな言葉で私を引き留めようとした。
§9.494σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;
「無謀な人よ、なぜその野蛮な男をさらに刺激しようとするのですか。 」