Humanitext Reader

ホメロス · オデュッセイア §9.495-9.566

オデュッセウスの名乗りとポリュペモスの呪い

64 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスは自身の正体を明かしてキュクロプスを嘲り、これに対してポリュペモスは父ポセイドンにオデュッセウスの帰還を阻むよう祈る。その後、一行は仲間が待つ島へと戻り、戦利品の分配と犠牲を捧げて再び航海へ出発する。

§9.495ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα §9.496αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.
「あいつは今だって海へと岩を投げて、船を再び陸地へと引き戻したのだ。 私たちはまさにそこで死ぬものと思ったのだ。
§9.497εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε, §9.498σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα §9.499μαρμάρῳ ὀκριόεντι βαλών·
もし誰かが声を立てたり、話したりするのを聞いていたなら、あいつは角ばった岩を投げて、私たちの頭も船の木材も粉々に砕いていたことだろう。
τόσσον γὰρ ἵησιν.
それほどまでに遠くへ投げるのだから。
§9.500ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν, §9.501ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·
」彼らはそう言ったが、私の大いなる心は説得されず、むしろ私は怒れる心で再び彼に語りかけた。
§9.502Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων §9.503ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν, §9.504φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι, §9.505υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
「キュクロプスよ、もし死すべき人間の誰かが、お前の目の見苦しい盲目について尋ねたなら、都市を破壊する者オデュッセウスがお前を盲目にしたと言え、ラエルテスの子、イタケに家を持つあの男がな。
§9.506ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·
」私はこう言った。 すると彼はうめき声を上げ、言葉を返した。
§9.507ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.
「おお、悲しいかな、古に語られた神託が、まさに私に成就したのだ。
§9.508ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
かつてここに、立派で体格の大きい一人の預言者がいた。
§9.509Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο §9.510καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·
エウリュモスの子テーレモス。 彼は予言の術に秀で、キュクロプスたちの間で予言をしながら老いていった。
§9.511ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω, §9.512χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.
彼が私に、これらすべてのことが後に成し遂げられ、オデュッセウスの手によって私の視力が失われるだろうと告げていたのだ。
§9.513ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην §9.514ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·
しかし私は、大きな力を身にまとった、体格の大きくて美しい男がここにやって来るのを常に待ち望んでいたのだ。
§9.515νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς §9.516ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.
ところが今、ちっぽけで、取るに足らず、力もない者であるのに、私をワインで平らげた上で、私の目を盲目にしたのだ。
§9.517ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω
さあ、オデュッセウスよ、こちらへ来い。
§9.518πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·
お前にもてなしの贈り物を贈り、名高い大地を揺るがす神がお前に帰還の送りを与えてくれるよう促してやろう。
§9.519τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.
私は彼の息子であり、彼もまた私の父であることを誇りとしておられるのだからな。
§9.520αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος
そして、彼自身が望むなら私を癒してくださるだろう。
§9.521οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
祝福された神々の中にも、死すべき人間の中にも、他の誰もそうすることはできないが。
§9.522ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
」彼はこう言った。 しかし私は彼に答えて語りかけた。
§9.523αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην §9.524εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
「お前から命と生涯を奪ってハデスの館へと送り届けることが、私にできさえすればよいのに!
§9.525ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.
それと同じくらい確実に、大地を揺るがす神であっても、お前の目を癒すことはできないのだから。
§9.526ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι §9.527εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
」私はこう言った。 すると彼は、星降る天へと両手を差し伸ばし、主ポセイドンに祈った。
§9.528κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,
「聞いてください、大地を抱き、黒い髪を持つポセイドンよ。
§9.529εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι, §9.530δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι §9.531υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.
もし私が本当にあなたの子であり、あなたが私の父であることを誇りとしておられるなら、都市を破壊する者オデュッセウスが家へとたどり着かないようにしてください、ラエルテスの子、イタケに家を持つあの男が。
§9.532ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι §9.533οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, §9.534ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,
しかし、もし彼が愛する人々を目にし、よく建てられた家と自身の祖国の地へとたどり着くことが運命であるならば、すべての同志たちを失い、他人の船に乗って、遅くに、悲惨な有様で帰り着くようにしてください。
§9.535νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.
そして家の中で苦難に直面しますように。
§9.536ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.
」彼はこのように祈りながら語り、黒い髪の神は彼の願いを聞き届けた。
§9.537αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας §9.538ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,
そして今度は、あの怪物がはるかに大きな岩を持ち上げ、振り回して投げつけたが、そこには計り知れない力を込めていた。
§9.539κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
そして、青黒い舳先の船のすぐ後方にそれを落とした。
§9.540τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
それは舵の端に届く寸前だった。
§9.541ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· §9.542τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
岩が落ちたことで海が大きく沸き立ち、波が船を前方へと運び、陸地に届かせようとした。
§9.543ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι §9.544νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι §9.545ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
しかし、私たちが例の島へと到着したとき、そこには他の美しい甲板を持つ船たちが一堂に集まって待っており、その周地で同志たちが、常に私たちを待ち受けながら、嘆き悲しんで座っていた。
§9.546νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, §9.547ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
私たちはそこに着くと、船を砂浜に引き上げ、私たち自身も波打ち際へと降り立った。
§9.548μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες §9.549δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
そして虚ろな船からキュクロプスの羊たちを連れ出し、私のために、誰一人として均等な分け前を奪われることのないように分配した。
§9.550ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι §9.551μήλων δαιομένων δόσαν ἔξοχα·
羊が分配される中で、脛当ての優れた同志たちは、私だけにあの雄羊を格別の贈り物として与えてくれた。
τὸν δʼ ἐπὶ θινὶ §9.552Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει, §9.553ῥέξας μηρίʼ ἔκαιον·
私はそれを浜辺で、黒雲をまとい、すべてを支配するクロノスの子ゼウスに捧げ、腿の骨を焼いた。
ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν, §9.554ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι §9.555νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
しかし、神は犠牲の捧げ物を顧みず、むしろ、いかにして美しい甲板を持つすべての船と、私の忠実な同志たちが滅びるべきかを考えておられた。
§9.556ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα §9.557ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
こうしてその時は、日が沈むまで一日中、私たちは座って、無数の肉と甘い酒を楽しんだ。
§9.558ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, §9.559δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
そして、日が沈んで暗闇が訪れたとき、私たちは波打ち際に身を横たえて眠った。
§9.560ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §9.561δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα §9.562αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·
早くに生まれ、薔薇の指を持つ曙が現れると、その時、私は同志たちを促して、自ら乗船し、船尾のともづなを解くよう命じた。
§9.563οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, §9.564ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
彼らはすぐに乗り込んで漕ぎ座に就き、順に座って、櫂で白波立つ海を叩いた。
§9.565ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, §9.566ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
そこから私たちは、愛する同志たちを失ったことで心を痛めながらも、死から逃れられたことを喜びつつ、さらに先へと航海を続けた。

語釈・文法注

  1. §9.497εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε — 過去の事実に反する仮定を表す反実仮想条件文。条件節(εἰ + 直説法過去 ἤκουσε)に、帰結節(ἄν/κεν + 直説法過去 σύν ... ἄραξε)が呼応している。
  2. §9.504φάσθαι — 命令の不定詞(infinitivus pro imperio)。前の文の主動詞から独立し、二人称に対する直接の命令「~と言え」として機能している。
  3. §9.523αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην — 希求法 δυναίμην は 接続詞 αἲ γὰρ とともに、現在の実現不可能な願望(~できさえすればよいのに)を表現している。

この箇所を引用する

ホメロス, オデュッセイア §9.495-9.566. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.495-9.566

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。