Humanitext Reader

荷马 · 奥德赛 §9.422-9.494

藏身羊腹脱险与波吕斐摩斯投掷巨石

第 63 段,共 173 段 · 希腊语

内容简介

奥德修斯通过紧抱雄羊腹部成功逃出波吕斐摩斯的洞穴,并与伙伴们一起登船逃跑。行至海上,奥德修斯的挑衅激怒了巨人,导致其投掷巨石几乎击中船只,但在奥德修斯的指挥下他们再次奋力划桨逃离。

§9.422εὑροίμην·
是否能找到。
πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον §9.423ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
我织造了各种各样的诡计和策略,仿佛为了生命而战;因为巨大的灾难已近在眼前。
§9.424ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
在我的心中,这个计划似乎是最好的。
§9.425ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι, §9.426καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες· §9.427τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν, §9.428τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς, §9.429σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε, §9.430τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
有一些喂养得很好的雄羊,羊毛浓密,美丽而高大,拥有深如紫罗兰色的羊毛;我用拧得很好的柳条悄悄地将它们绑在一起,那怪物独眼巨人,心怀不轨,过去常常睡在上面,三只三只地组合;中间的一只驮着一个男子,而另外两只在两旁行进,保护着我的伙伴们。
§9.431τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε— §9.432ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων, §9.433τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς §9.434κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο §9.435νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
就这样,三只羊驮着一个人;而至于我—— 因为有一只远比整群羊中所有羊都优秀的雄羊,我抓着它的背,蜷缩在它多毛的腹部下面,躺在那里;我的双手死死抓住那奇妙的羊毛,以坚忍的心紧紧抱住,不断地将自己卷入其中。
§9.436ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
就这样,我们呻吟着,等待着神圣的黎明。
§9.437ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §9.438καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα, §9.439θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς· §9.440οὔθατα γὰρ σφαραγεῦντο.
当早生的、玫瑰色手指的黎明出现时,就在那时,雄羊们争先恐后地向牧场奔去,而母羊们则未被挤奶,在羊圈周围咩咩地叫着;因为她们的乳房饱胀得要命。
ἄναξ δʼ ὀδύνῃσι κακῇσι §9.441τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα §9.442ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν, §9.443ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
但是它们的主人被可怕的痛苦所折磨,摸索着所有羊的背脊,当它们直立站着的时候;然而他愚蠢地没有注意到这一点,它们是如何被绑在浓密羊毛的羊胸下面的。
§9.444ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε §9.445λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
那只雄羊最后走出了门外,被它的羊毛和我沉思着的重量所压迫。
§9.446τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος· §9.447κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων §9.448ὕστατος;
强壮的波吕斐摩斯摸着它,对它说道: “亲爱的雄羊,为什么你这样在羊群中最后跑出洞穴?
οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν, §9.449ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης §9.450μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις, §9.451πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι §9.452ἑσπέριος· νῦν αὖτε πανύστατος.
以前,你绝对不会落在其他羊的后面,而是远远地带头,啃食着鲜嫩的花草,迈着大步,最先到达河流的水流,最先渴望在傍晚回到羊圈;而现在相反,你是最末一个。
ἦ σύ γʼ ἄνακτος §9.453ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε §9.454σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ, §9.455Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
你一定是想念主人的眼睛,那是一只恶人弄瞎的眼睛,他用葡萄酒麻醉了我的心,还有他那些可悲的伙伴们,那个乌提斯,我敢说他还没有逃脱毁灭。
§9.456εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο §9.457εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει· §9.458τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ §9.459θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ §9.460λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
如果你能像我一样思考,并能开口说话,告诉我那家伙在何处躲避我的怒火;那么,当他被撞击时,他的脑浆就会在洞穴里四处飞溅,洒在地上,而我的心也会从那无用的乌提斯带给我的灾难中得到宽慰。
§9.461ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
” 他这样说着,把那只雄羊从他身边送出了门外。
§9.462ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς §9.463πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.
当我们离洞穴和羊圈稍微远了一点时,我最先从雄羊身下解脱出来,接着解开了我的伙伴们。
§9.464καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ, §9.465πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα §9.466ἱκόμεθʼ.
我们迅速地驱赶着那些步伐巨大的、肥硕的羊群,一次次地将它们围起并驱赶,直到我们来到了船上。
ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν, §9.467οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
对于可爱的伙伴们来说,我们就像是受欢迎的归来者,我们这些逃离了死亡的人,而他们为了其他人则哭泣和哀号。
§9.468ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ, §9.469κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα §9.470πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
但我没有允许他们哭泣,向每一个人扬起眉毛示意,反而命令他们迅速将大量毛色美丽的羊群扔进船舱,开船驶入咸水之海。
§9.471οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, §9.472ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
他们立即登船,坐在划桨座上,依次坐着,用桨击打着灰白的海洋。
§9.473ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας, §9.474καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι· §9.475Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους §9.476ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
但是,当距离拉开到大声呼喊能听到的范围时,就在那时,我用嘲讽的话语对独眼巨人说道: “独眼巨人,你注定不能凭借野蛮的力量,在空洞的洞穴里吞食那个软弱男子的伙伴们。
§9.477καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα, §9.478σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ §9.479ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
确实,你的恶行注定要找上你,无耻之徒,因为你毫不畏惧在自己的家里吃掉客人;为此,宙斯和其它的神明惩罚了你。
§9.480ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον, §9.481ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο, §9.482κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο §9.483τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,
” 我这样说,而他随后在心中更加愤怒,他砸断了一座大山的峰顶并扔了过去,丢在深色船首的船只正前方不远处,差一点就碰到了舵的末梢。
§9.484ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· §9.485τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα, §9.486πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
海水在落下的巨石下汹涌翻滚,退回来的波浪迅速将船带回了陆地,那是一股来自深海的潮汐,强行将船送回岸边。
§9.487αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν §9.488ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα §9.489ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν, §9.490κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.
但我用双手拿了一根极长的撑杆,将船推开,并鼓励我的伙伴们,命令他们用力划桨,好让我们能逃离这个险境,我用头示意;他们便向前倾身奋力划桨。
§9.491ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν, §9.492καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι §9.493μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·
但是,当我们在海上航行了两倍的距离时,就在那时,我还想朝独眼巨人呼喊;但我周围的伙伴们从四面八方用温和的话语劝阻我: “鲁莽的人,你为什么想要去激怒那个野蛮的人?
§9.494σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;

词汇与语法注释

  1. 9.422εὑροίμην — 接在前一行由 `εἴ` 引导的从句中的第一不定过去时中动意愿语气,表示一种温和的期望或希冀(“或许我能找到”)。
  2. 9.428τῇς ἔπι — 介词倒置(anastrophe)的例子,介词 `ἐπί` 置于其所支配的关系代词 `τῇς` 之后,因此重音前移至第一音节(写作 `ἔπι`)。
  3. 9.434ἀώτου θεσπεσίοιο — 由动词 `ἐχόμην`(“我紧抓、坚持”)所支配的表示接触的属格(部分属格),这在希腊语中是表示抓住或触碰某物的标准构文。
  4. 9.445λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι — 这是一种双关/结合法(zeugma)结构,被动分词 `στεινόμενος`(“受压迫、重荷”)同时被两个表示原因的与格修饰:一个是字面、物理意义上的 `λάχνῳ`(“因羊毛”),另一个是比喻、人物层面的 `ἐμοὶ... φρονέοντι`(“因深思熟虑的我”)。

引用这一段

荷马, 奥德赛 §9.422-9.494. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:9.422-9.494

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。