Humanitext Reader

ホメロス · オデュッセイア §5.286-5.356

ポセイドンの嵐とレウコテアのヴェール

36 / 173 箇所 · ギリシア語

要旨

アイティオピアから戻る途中のポセイドンが、オデュッセウスの航海に気づき、激しい暴風雨を起こして彼の筏を打ち砕く。絶望するオデュッセウスのもとに、海の女神レウコテア(イノ)が現れ、彼を救うための不死のヴェールを授ける。

§5.286ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως §5.287ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,
「ああ、なんと、私がアイティオピア人たちのところにいる間に、神々はオデュッセウスをめぐって、全く異なる決意をしたのだな。
§5.288καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα §5.289ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
彼はすでにパイアケス人の土地の近くおり、そこは彼にふりかかる大きな苦難の終わりを免れることが、彼の運命となっている場所なのだ。
§5.290ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.
だが、私は彼に、まだ十分に災難を味わわせてやるつもりだ。
§5.291ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον §5.292χερσὶ τρίαιναν ἑλών·
」こう言うと、彼は雲を集め、三叉の矛を手に取って海をかき乱した。
πάσας δʼ ὀρόθυνεν ἀέλλας §5.293παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε §5.294γαῖαν ὁμοῦ καὶ πόντον·
そして、あらゆる風からなるすべての嵐を巻き起こし、雲で陸と海をともに覆い隠した。
ὀρώρει δʼ οὐρανόθεν νύξ.
天からは夜が立ち上った。
§5.295σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς §5.296καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
東風と南風、そして激しく吹く西風と、晴天をもたらす北風が一斉に吹き荒れ、巨大な波を巻き送った。
§5.297καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, §5.298ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
その時、オデュッセウスの膝と愛する心は崩れ、うめきつつ、自らの偉大な心に向かって語りかけた。
§5.299ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
「ああ、哀れな私よ、最後に私はどうなってしまうのだろうか。
§5.300δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
あの女神(カリュプソ)が言ったことは、すべて真実だったのではないかと恐ろしい。
§5.301ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, §5.302ἄλγεʼ ἀναπλήσειν·
彼女は、私が祖国の地にたどり着く前に、海の上で数々の苦難を満たすことになると言っていた。
τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
それが今や、すべて実現しようとしている。
§5.303οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
ゼウスは、どのような雲で広い天を包み込んでいることか。
§5.304Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι §5.305παντοίων ἀνέμων.
海をかき乱し、あらゆる風の嵐が襲いかかっている。
νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
今や私にとって、険しい滅びは確実だ。
§5.306τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο §5.307Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
三度、四度までも幸せなのは、あのとき、アトレイデスたちのために尽くして、広いトロイアで命を落としたダナオス人たちだ。
§5.308ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν §5.309ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα §5.310Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
私も、ペレウスの子(アキレウス)の亡骸をめぐって、多くのトロイア兵が私に向かって青銅の槍を投げつけてきたあの日に、死んで運命に従っていればよかったものを。
§5.311τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·
そうすれば、私は葬儀の栄誉を授かり、アカイア人たちも私の名声を高めてくれただろうに。
§5.312νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
しかし今や、私は惨めな死に捕らえられる運命なのだ。
§5.313ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης §5.314δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
」彼がこう言ったとき、激しく襲いかかる巨大な波が上から彼を打ち据え、筏をぐるぐると回転させた。
§5.315τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ §5.316ἐκ χειρῶν προέηκε·
彼は筏から遠くへと投げ出され、舵は手から離れてしまった。
μέσον δέ οἱ ἱστὸν ἔαξεν §5.317δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα, §5.318τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
そして、入り乱れる風の恐ろしい突風が襲いかかってマストを真っ二つに折り、帆と帆桁は遠く海へと落ちた。
§5.319τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη
波は彼を長い間水中に沈めた。
§5.320αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·
彼は、大波の激しい勢いのせいで、すぐには浮かび上がることができなかった。
§5.321εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
気高きカリュプソがくれた衣が重くのしかかっていたからである。
§5.322ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην §5.323πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
ようやく彼は浮かび上がり、頭から激しくしたたり落ちる苦い塩水を口から吐き出した。
§5.324ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ, §5.325ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς, §5.326ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
しかし、そのような苦境にあっても彼は筏のことを忘れず、波の中を追いかけていってそれを掴み、死の破滅を避けようと、その真ん中に座り込んだ。
§5.327τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
巨大な波が、流れに沿って筏をあちこちへと押し流した。
§5.328ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας §5.329ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται, §5.330ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·
秋の北風が、平野の上をアザミのトゲを吹き流し、それらが互いにしっかりと絡み合っているかのように、風は筏を海の上であちこちへと運んだ。
§5.331ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι, §5.332ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
ある時は南風が北風にそれを渡して運ばせ、またある時は東風が西風に譲って追わせた。
§5.333τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
彼を、カドモスの娘で、美しい足首を持つイノ、すなわちレウコテアが見つめた。
§5.334Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, §5.335νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
彼女はかつては人間の言葉を話す凡人であったが、今では海の深淵において、神々から栄誉を授かっている。
§5.336ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα, §5.337αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
彼女は、漂流し苦難を味わっているオデュッセウスを憐れみ、潜水鳥のように飛び立ち、海から現れた。
§5.338ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
そしてしっかりと結び合わされた筏の上に止まり、言葉をかけた。
§5.339κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων §5.340ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
「不幸なお方よ、なぜ大地の震動者ポセイドンはこれほど激しくあなたに怒り、多くの災いをもたらすのでしょうか。
§5.341οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
彼はあなたを激しく憎んではいても、滅ぼし尽くすことはないでしょう。
§5.342ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·
さあ、このようにしなさい、あなたには思慮がないわけではないようですから。
§5.343εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι §5.344κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
この衣服を脱ぎ捨て、筏は風に流されるままにしておきなさい。
§5.345γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
そして、両手で泳いで帰還を目指しなさい、逃れることがあなたの運命となっている、パイアケス人の土地へ。
§5.346τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι §5.347ἄμβροτον·
さあ、この不死のヴェールを受け取り、胸の下に広げなさい。
οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
そうすれば、あなたが傷ついたり、滅びたりする恐れはありません。
§5.348αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο, §5.349ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον §5.350πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.
しかし、両手で陸地に触れたなら、すぐにこれを取り外して、陸から遠く離れた葡萄色の海へと投げ入れ、あなた自身は後ろを振り返らずに立ち去りなさい。
§5.351ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν, §5.352αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα §5.353αἰθυίῃ ἐικυῖα·
」女神はこう言ってヴェールを渡し、自身は再び、潜水鳥のように波立つ海の中へと潜っていった。
μέλαν δέ ἑ κῦμα κάλυψεν.
そして黒い波が彼女を覆い隠した。
§5.354αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς, §5.355ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·
一方、耐え忍ぶ気高きオデュッセウスは思案し、うめきつつ、自らの偉大な心に向かって語りかけた。
§5.356ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
「ああ、悲しいかな、誰かがまた私に計略をめぐらせているのではないか...」

語釈・文法注

  1. 5.287ἐμεῖο... ἐόντος — 主格代名詞の代わりに ἐμεῖο(私)が現在分詞 ἐόντος を伴う「属格絶対」(ラテン語の独立奪格に相当)の構文。主節の主語である他の神々(θεοὶ ἄλλως)とは異なる状況を示す時間・状況の副詞句として用いられている。
  2. 5.290ἅδην ἐλάαν κακότητος — 副詞 ἅδην(十分に、満ち足りて)が属格 κακότητος(不幸、災厄)を支配する。不定詞 ἐλάαν(追い立てる、進める)とともに、「彼を災厄の満ちるところまで追い込む」というポセイドンの意志を示している。
  3. 5.308ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν — ὄφελον(ὀφέλλω の2アオリスト1人称単数形)に不定詞 θανέειν が伴い、「過去において実現しえなかったことへの願望(反事実的願望)」を表す定型的な構文。
  4. 5.342δοκέεις δέ μοι οὐκ ἀπινύσσειν — δοκέω が個人称構文(δοκέεις μοι「あなたは私に〜と思われる」)として用いられ、それに不定詞 ἀπινύσσειν(分別を欠く、愚かである)とその否定 οὐκ が従属している。「あなたは私に分別を欠いていないように思われる」という構造を成す。

この箇所を引用する

ホメロス, オデュッセイア §5.286-5.356. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:5.286-5.356

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。