Humanitext Reader

ホメロス · オデュッセイア §5.215-5.285

オデュッセウスの筏造りと出航およびポセイドンの発見

35 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスはペネロペイアへの変わらぬ思いを口にし、カリュプソの助けを得て4日間で筏を作り上げて出発する。しかし、航海18日目に目的地が近づいたとき、アイティオピアから帰途についていたポセイドンに発見される。

§5.215πότνα θεά, μή μοι τόδε χώεο·
「尊き女神よ、このことで私に怒らないでください。
οἶδα καὶ αὐτὸς §5.216πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια §5.217εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·
私自身もよくすべて知っています、賢明なペネロペイアがあなたに比べて容姿や体つきにおいて、見劣りすることを。
§5.218ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.
彼女は凡人であり、あなたは不死にして老いることがないのですから。
§5.219ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα §5.220οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
しかし、それでもなお私は望み、日々切望しているのです、家へと帰り、帰還の日を見ることを。
§5.221εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ, §5.222τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
もしもまた、神々の誰かが葡萄色の海で私を打ち砕くとしても、私は胸の中に苦難に耐える心を抱いて、耐え忍びましょう。
§5.223ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα §5.224κύμασι καὶ πολέμῳ·
私はすでに、非常に多くの苦難に遭い、多くの労苦を重ねてきたのです、波濤の間や戦いの中で。
μετὰ καὶ τόδε τοῖσι γενέσθω.
これもまた、それらの中に加わるがよい。
§5.225ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·
」こう語ると、日は沈み、暗闇が訪れた。
§5.226ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο §5.227τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.
そして二人は、空洞の洞窟の奥へと進み、互いの傍らに留まり、愛に耽って楽しんだ。
§5.228ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §5.229αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς, §5.230αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
やがて、早生まれの、薔薇の指を持つ暁が現れると、オデュッセウスはすぐにマントとチュニックを身にまとい、女仙自身も、銀色に輝く大きな長衣をまとい、それは薄手で優美なものであった。
§5.231λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ §5.232καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.
腰には美しい黄金の帯を締め、頭には上からヴェールをかけた。
§5.233καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·
そしてその時、彼女は偉大な心を持つオデュッセウスの送り出しを計画した。
§5.234δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
彼女は彼の両手にぴったりと収まる、大きな斧を与えた。
§5.235χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ §5.236στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·
それは青銅製で、両刃が鋭く研ぎ澄まされており、それにはオリーブの木で作られた極めて美しい柄が、しっかりと嵌め込まれていた。
§5.237δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο §5.238νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
さらに彼女は、よく磨かれた手斧を与え、道案内をして背の高い木々が生い茂る、島の端へと向かった。
§5.239κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης, §5.240αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
ハンノキや、ポプラ、そして天まで届くばかりの樅の木が、とうに枯れて、極めて乾いており、彼のために軽々と浮くであろうものであった。
§5.241αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει, §5.242ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων, §5.243αὐτὰρ ὁ τάμνετο δοῦρα·
背の高い木々が生い茂る場所を示すと、女神たちの中で気高きカリュプソは、館へと戻り、オデュッセウスは材木を切り倒した。
θοῶς δέ οἱ ἤνυτο ἔργον.
彼の仕事は素早く進んだ。
§5.244εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ, §5.245ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
彼は全部で二十本の木を切り倒し、青銅の斧で枝を払い、巧みに削って、墨縄を用いて真っ直ぐに均した。
§5.246τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·
その間に、女神たちの中で気高きカリュプソが錐を持ってきた。
§5.247τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν, §5.248γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
彼はそれらすべてに穴を開け、互いにかみ合わせ、ほぞと継ぎ手を用いて、それ(筏)を打ち固めた。
§5.249ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ §5.250φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων, §5.251τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.
大工仕事に熟達した男が、幅の広い貨物船の底を設計して形づくる、まさにその広さに、オデュッセウスは広い筏を作り上げた。
§5.252ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι, §5.253ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
彼は、間隔を詰めて並べた肋材に甲板を取り付けて作り進め、長い外板を張って仕上げた。
§5.254ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·
その中にマストを作り、それに適合する帆げたを取り付けた。
§5.255πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.
さらに、舵を取り、方向を操れるようにした。
§5.256φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι §5.257κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.
そして、波を防ぐために、柳の枝を編んだ編み細工で端から端まで囲い、中に多くの刷毛木を敷き詰めた。
§5.258τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων, §5.259ἱστία ποιήσασθαι·
その間に、女神たちの中で気高きカリュプソが布を持ってきた、帆を作るための。
ὁ δʼ εὖ τεχνήσατο καὶ τά.
彼はそれもまた巧みに作り上げた。
§5.260ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ, §5.261μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
そして彼は、そこ(帆)に、帆揚げ綱、帆絞り綱、帆脚綱を結びつけ、てこを用いて、それ(筏)を神聖な海へと引き下ろした。
§5.262τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·
四日目が過ぎ、彼にとってすべての仕事が完了した。
§5.263τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ, §5.264εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
そして五日目に、気高きカリュプソは彼を島から送り出した、彼を風呂に入れ、香りの良い衣を着せて。
§5.265ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο §5.266τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα §5.267κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·
女神は彼のために、赤葡萄酒の皮袋を一つ、そしてもう一つ、大きな水の皮袋を載せ、また袋の中に食料を、さらに、彼の口に合う多くの美味なものを載せてやった。
§5.268οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
そして、安全で暖かな順風を送り出した。
§5.269γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.
気高きオデュッセウスは喜んで順風に帆を広げた。
§5.270αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως §5.271ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
そして彼は座ったまま、舵を巧みに操り、その瞼に眠りが落ちることはなかった。
§5.272Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην §5.273Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
プレアデス(すばる)や、遅くに沈むボオテス(牛飼い座)、また「車」とも呼ばれる大熊座を見つめながら。
§5.274ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, §5.275οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·
それ(大熊座)はその場所を巡り、オリオンを監視しており、オケアノスの波に沐浴すること(沈むこと)がない唯一の星座である。
§5.276τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων, §5.277ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.
なぜなら、女神たちの中で気高きカリュプソが彼に、これを左手に置いて海を進むようにと命じたからである。
§5.278ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων, §5.279ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα
彼は十七日間、海を渡って航海を続け、十八日目に、パイアケス人の土地の影深い山々が現れた。
§5.280γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·
そこは彼に最も近い場所であった。
§5.281εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ. それは、霧深い海の上に浮かぶ楯のように見えた。
§5.282τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων §5.283τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν·
その時、アイティオピア人たちの国から戻る途中の、大地を揺るがす強力な主が、遥かかなたのソリュモイの山々から彼を見つけた。
εἴσατο γάρ οἱ §5.284πόντον ἐπιπλώων.
彼の目に留まったのである、オデュッセウスが海を航行しているのが。
ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον, §5.285κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·
主は心の中でますます怒り狂い、首を振りながら、自らの心に語りかけた。 」

語釈・文法注

  1. 5.217εἶδος ... μέγεθός τʼ — 対格 εἶδος および μέγεθος は関係の対格(尊敬の対格)であり、比較級形容詞 ἀκιδνοτέρη を修飾して「容姿や体つきに関して劣っている」を意味する。
  2. 5.220ἐλθένμεναι καὶ ... ἰδέσθαι — 不定詞 ἐλθέμεναι(ホメロス形)と ἰδέσθαι は、前行の動詞 ἐθέλω καὶ ἐέλδομαι(望み、切望する)の目的語(結果の不定詞)として機能している。
  3. 5.221ῥαίῃσι — 接続法現在3人称単数(ホメロス形)。条件節 εἰ +接続法で一般条件または潜在的な未来の仮定を表す。通常アッティカ方言では ἤν や ἐάν が使われるが、ホメロスでは εἰ のみが接続法を伴うことがある。
  4. 5.240τά οἱ πλώοιεν — 中性複数関係代名詞 τά の先行詞は前行の木々。希求法 πλώοιεν が用いられているのは、適合性(「〜するであろうもの」)を表す関係節だからである。
  5. 5.257ἔμεν — 不定詞 ἔμεν(ホメロス形、アッティカ方言の εἶναι)は目的を表す不定詞(「〜となるように」)として機能している。
  6. 5.281ὡς ὅτε ῥινὸν — ὡς ὅτε は比喩を導入するホメロス特有の慣用表現(「〜の時のように」)。ここでは山並みの見え方を、霧深い海に浮かぶ牛皮の盾(ῥινός)に喩えている。

この箇所を引用する

ホメロス, オデュッセイア §5.215-5.285. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:5.215-5.285

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。