§5.286ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως §5.287ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος, §5.288καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα §5.289ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως "Ah, look now, indeed the gods have changed their purpose altogether ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος, concerning Odysseus, while I was among the Ethiopians; καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα and indeed he is close to the land of the Phaeacians, where it is his fate ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει. to escape the great bond of woe that has come upon him.
§5.290ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος. §5.291ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον §5.292χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας §5.293παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε §5.294γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.
ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος. Yet still, I think, I shall drive him to have his fill of trouble." ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον So saying, he gathered the clouds and troubled the sea, χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας grasping the trident in his hands; and he aroused all the blasts παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε of every kind of wind, and hid with clouds γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. both the land and the sea; and night rose up from heaven.
§5.295σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς §5.296καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς Together the East Wind and the South Wind fell, and the fierce-blowing West Wind καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων. and the North Wind, born in the bright sky, rolling a mighty wave.
§5.297καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, §5.298ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· §5.299ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, And then the knees of Odysseus were loosened and his heart failed him, ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· and deeply moved he spoke to his own great-hearted spirit: ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται; "Ah, wretched that I am, what is to befall me at the last?
§5.300δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν, §5.301ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, §5.302ἄλγεʼ ἀναπλήσειν·
δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν, I fear that indeed the goddess spoke all things truly, ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, she who said that on the sea, before I reached my native land, ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
I should fill up the measure of my woes; and now all this is being fulfilled.
§5.303οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν §5.304Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι §5.305παντοίων ἀνέμων.
οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν With what clouds does Zeus crown the wide heaven, Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι and he has troubled the sea, and the blasts of every kind of wind παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος. sweep upon me!
νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
Now headlong destruction is sure for me.
§5.306τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο §5.307Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο Thrice blessed are the Danaans and four times, who perished then Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες. in the wide land of Troy, bringing favor to the sons of Atreus.
§5.308ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν §5.309ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα §5.310Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν Would that I too had died and met my fate ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα on that day when the throngs of Trojans cast their bronze-tipped spears at me Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι. over the body of the dead son of Peleus.
§5.311τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί· §5.312νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι. §5.313ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης §5.314δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί· Then should I have got my funeral rites, and the Achaeans would have spread my fame; νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι. but now it is my fate to be caught by a miserable death." ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης Even as he spoke thus, a great wave struck him from on high, δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε. rushing dreadfully upon him, and spun the raft round and round.
§5.315τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ §5.316ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν §5.317δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα, §5.318τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ And far from the raft he fell himself, and the rudder ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν he let go from his hands; and in the midst the mast was broken δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα, by a terrible tempest of mingling winds that came upon it, τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ. and far off the sail and the yard-arm fell into the sea.
§5.319τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη §5.320αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς· §5.321εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη And the wave kept him underwater for a long time, nor could he αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς· rise up quickly because of the rush of the great wave; εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ. for the garments weighed him down, those which beautiful Calypso had given him.
§5.322ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην §5.323πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην But late at last he emerged, and spat from his mouth the bitter brine πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν. which ran down copiously from his head.
§5.324ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ, §5.325ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς, §5.326ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ, Yet even so he did not forget the raft, distressed though he was, ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς, but springing after it amid the waves he caught hold of it, ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων. and sat down in the midst of it, avoiding the doom of death.
§5.327τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
την δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα. And the great wave bore it this way and that along the stream.
§5.328ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας §5.329ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται, §5.330ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα· §5.331ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι, §5.332ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας And as when in autumn the North Wind carries thistle-heads ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται, over the plain, and they hold close to one another, ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα· so the winds bore the raft this way and that over the sea; ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι, at one time the South Wind would cast it to the North Wind to carry, ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν. and at another the East Wind would yield it to the West Wind to chase.
§5.333τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ, §5.334Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, §5.335νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ, But the daughter of Cadmus saw him, Ino of the beautiful ankles, Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, Leucothea, who of old was a mortal of human speech, νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς. but now in the depths of the sea has a share of honor from the gods.
§5.336ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα, §5.337αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης, §5.338ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον· §5.339κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων §5.340ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα, She pitied Odysseus as he was tossed about, suffering pain, αιθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης, and in the likeness of a shearwater on the wing she rose from the mere, ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον· and sat upon the stoutly-bound raft, and spoke to him: κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων "Ill-fated man, why is Poseidon, the shaker of the earth, so terribly ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλά φυτεύει; wroth against you, that he sows so many evils for you?
§5.341οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων. Yet he will not utterly destroy you, though he rages ever so much.
§5.342ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν· §5.343εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι §5.344κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου §5.345γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.
ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν· But do exactly as I say, and you seem to me not to be lacking in understanding: εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι strip off these garments, leave the raft to be drifted by the winds, κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου and swim with your hands to strive for your return γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι. to the land of the Phaeacians, where it is your fate to escape.
§5.346τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι §5.347ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.
τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι Come, take this immortal veil and stretch it beneath ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι. your breast; and there is no fear that you should suffer aught or perish.
§5.348αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο, §5.349ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον §5.350πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι. §5.351ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν, §5.352αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα §5.353αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.
αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο, But when you have touched the mainland with your hands, ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον loose it from you straightway and cast it into the wine-dark sea πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι." far from the land, and turn yourself away." ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν, So saying, the goddess gave him the veil, αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα and herself plunged back into the billowing sea αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν. in the likeness of a shearwater; and the dark wave hid her.
§5.354αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς, §5.355ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· §5.356ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς, But long-suffering, noble Odysseus pondered, ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· and deeply moved he spoke to his own great-hearted spirit: ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε "Ah, woe is me, let it not be that someone is weaving a snare for me again..."