Humanitext Reader

ホメロス · オデュッセイア §23.297-23.372

互いの苦難の語らいとラエルテスのもとへの出立

165 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスとペネロペは、愛を交わした後に互いの歩んだ苦難の道のりを語り合う。翌朝、目覚めたオデュッセウスはペネロペに館に引きこもるよう指示し、テレマコスらとともにラエルテスに会うべく武装して出発する。

§23.297αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης §23.298παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
しかしテレマコスと牛飼い、そして豚飼いは踊りから足を止めさせ、女たちをも休ませた。
§23.299αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
そして彼ら自身は薄暗い館の中で横になった。
§23.300τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, §23.301τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε, §23.302ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν, §23.303ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
一方、あの二人は、愛おしい愛の交わりを十分に楽しむと、互いに語り合って楽しんだ、彼女は、女たちの中で気高い人、館の中でどれほどのことに耐えてきたかを語り、求婚者たちのあの破滅的な群れを見つめながら。
§23.304οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα, §23.305ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
彼らは彼女のために多くのもの、すなわち牛や肥えた羊を屠殺し、多くのワインが壷から汲み出された(と)。
§23.306αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν §23.307ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε, §23.308πάντʼ ἔλεγʼ·
一方、神聖な生まれのオデュッセウスは、自分が人々にどれほどの苦痛を与えたか、また、自分自身が苦難に遭ってどれほど骨折ったかを、すべて語った。
ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος §23.309πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
彼女は聞き入って楽しんだ。 彼女のまぶたに眠りが彼がすべてを語り終えるまでは、落ちてこなかった。
§23.310ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα §23.311ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· §23.312ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν §23.313ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν· §23.314ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο §23.315καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι §23.316ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα §23.317πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα· §23.318ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν, §23.319οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους §23.320πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ· §23.321καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, §23.322ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα, §23.323ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο, §23.324νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους §23.325μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα· §23.326ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν, §23.327ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν §23.328Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν· §23.329ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι· §23.330ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ §23.331Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι §23.332πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν· §23.333ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ, §23.334ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι, §23.335ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε §23.336θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· §23.337ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν· §23.338ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, §23.339οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο §23.340καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν, §23.341χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
彼は、まずどのようにキコネス人を屈服させたか、ということから始め、それからロトファゴスたちの肥沃な土地へと至ったこと、また、キュクロプスがどのような悪事を行い、強勇な戦友たちを憐れみもせずに食らったことへの報復を、彼がどのように遂げたか、また、アイオロスのもとに至り、彼が心よく受け入れて送り出してくれたものの、愛する祖国にたどり着くことは、まだ運命が許しておらず、嵐が再び彼をさらって、激しく嘆く彼を、魚の跳ねる海の上へと連れ去ったこと、また、ライストリュゴネス人の街テレピュロスに到着し、彼らが船を破壊し、脛当ての立派な戦友たちを全員殺してしまったが、オデュッセウスだけは黒い船で逃げ延びたこと、そしてキルケの欺きと様々な策略を語り、また、ハデスの陰気な館へと、テーバイのテイレシアスの霊魂に託託を求めるために、多くの櫂座を持つ船で行き、そこでかつてのすべての戦友たちと、自分を産み、幼い頃に育ててくれた母親に会ったこと、また、セイレンたちの群れなす歌声を聞いたこと、また、衝突する岩や、恐ろしいカリュブディス、そして、かつていかなる人間も無傷では逃れられなかったスキュラに至ったこと、また、戦友たちが太陽神の牛を屠ったこと、また、激しく鳴り響くゼウスが、煤のついた雷で快速の船を撃ち、彼の優れた戦友たちが一人残らず命を落とし、彼自身は不吉な死の運命を免れたこと、また、オギュギア島とニンフのカリュプソのもとに至り、彼女が彼を夫にしようと熱望して、洞窟の奥に留め置き、彼を養い、彼を不死とし、いつまでも老いることのないようにしようと言ったが、決して彼の胸の中の心を説得できなかったこと、また、多くの労苦の末にファイアケス人のもとに至り、彼らが心から彼を神のように敬い、船で愛する祖国へと送り出してくれたこと、青銅や黄金、そして衣服をふんだんに与えて。
§23.342τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος §23.343λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
これが、彼が語った最後の言葉であった、そのとき、心地よい眠りが体をほぐしながら彼に襲いかかり、心の憂いを解き放った。
§23.344ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
そこで、輝く眼の女神アテナは、また別のことを企てた。
§23.345ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν §23.346εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου, §23.347αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν §23.348ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι·
オデュッセウスが自らの心の中で、妻の寝床と眠りを十分に楽しんだと思ったとき、ただちにオケアノスから、黄金の玉座の早く生まれる暁(エオス)を呼び起こし、人々に光をもたらさせようとした。
ὦρτο δʼ Ὀδυσσεὺς §23.349εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
そしてオデュッセウスは柔らかい寝床から起き上がり、妻に指示を与えて語った。
§23.350ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
「妻よ、私たちはすでに二人とも多くの試練に十分に飽きるほど苦しんできた。
§23.351ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον §23.352κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι §23.353ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
あなたはここで私の苦難に満ちた帰郷を泣きながら待ち、一方、私に対してはゼウスや他の神々が、帰国を熱望しながらも、祖国の地から遠ざけ、苦痛によって引き留めてきた。
§23.354νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν, §23.355κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
だが今や、私たちは二人とも待ち望んだ寝床にたどり着いたのだから、館にある私の財産は、あなたが管理しておくれ。
§23.356μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, §23.357πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ §23.358δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
傲慢な求婚者たちが屠り尽くした羊たちについては、多くを私自身が略奪し、残りはアカイア人たちが羊小屋がすべて満たされるまで、私に与えるだろう。
§23.359ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι, §23.360ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
しかし、私は木々の生い茂る農地へと出かけていく、私のために深く嘆き悲しんでいる、優れた父に会うために。
§23.361σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
妻よ、あなたにはこのように命じる、あなたが十分に賢い人ではあるが。
§23.362αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι §23.363ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
ただちに、太陽が昇ると同時に、噂が広まるだろうから、私が館の中で殺した、求婚者たちの噂が。
§23.364εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
侍女たちとともに上階に上り、じっと座っていなさい。
§23.365ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
誰も見つめず、何も尋ねてはならない。
§23.366ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά, §23.367ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην, §23.368πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
」彼はこう語り、両肩に美しい武具を身にまとし、テレマコスと牛飼い、そして豚飼いを起こして、全員に戦いの武具を手にするよう命じた。
§23.369οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ, §23.370ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον·
彼らは彼に従い、青銅で武装を固めると、扉を開けて外へ出た。
ἦρχε δʼ Ὀδυσσεύς.
先頭を行くのはオデュッセウスであった。
§23.371ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη §23.372νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
すでに地の上には光が満ちていたが、彼らをアテナは夜の中に隠して、速やかに街から連れ出した。

語釈・文法注

  1. §23.300τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην — 両数形の人称代名詞 τὼ および動詞の三人称両数アオリスト形 ἐταρπήτην は、オデュッセウスとペネロペの二人を指している。動詞 τέρπομαι(楽しむ)は属格 φιλότητος を直接支配し、「愛を楽しんだ」という意味になる。
  2. §23.308πάρος καταλέξαι ἅπαντα — 接続詞的副詞 πάρος は、ここでは πρίν(〜する前に)と同様の働きをし、対格主語を伴わない不定詞 καταλέξαι を導いている。主節の否定表現(οὐδέ... πῖπτεν)と相まって、「彼がすべてを語り終えるまでは眠りが落ちてこなかった」という意味を表す。
  3. §23.310ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ — 310行目の ὡς から始まり、341行目の δόντες まで続く一連の「ὡς + 直説法」または「ἠδʼ ὡς...」の節は、すべて308行目の主動詞 ἔλεγε(語った)に依存する間接疑問節である。これによりオデュッセウスが語った冒険の全容が長大な入れ子構造として展開されている。
  4. §23.356μῆλα δʼ ἅ μοι μνηστῆρες — 文頭の μῆλα は関係節 ἅ μοι μνηστῆρες... によって修飾されているが、主節の動詞 ληΐσσομαι の目的語として 357行目の πολλὰ(多くのもの)が置かれている。これは主題化された名詞 μῆλα が文頭に提示され、後続の文でその一部が対格(πολλά)として回収される先取り的な名詞の配置(懸垂対格に類するトピック化)である。

この箇所を引用する

ホメロス, オデュッセイア §23.297-23.372. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:23.297-23.372

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。