Humanitext Reader

荷马 · 奥德赛 §23.297-23.372

互诉苦难经历与前往探望拉埃尔特斯

第 165 段,共 173 段 · 希腊语

内容简介

奥德修斯和佩内洛佩娅在同床共枕后,互相倾诉了彼此所经历的艰辛。次日清晨,奥德修斯嘱咐妻子闭门不出,自己则与特勒马科斯等人全副武装出发去探望父亲拉埃尔特斯。

§23.297αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης §23.298παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας, §23.299αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
然而,特勒马科斯、牛倌和猪倌停止了起舞的脚步,也让女人们停下来,他们自己则在阴暗的大厅里安歇。
§23.300τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, §23.301τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε, §23.302ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν, §23.303ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,
当那两人尽情享受了可爱的爱意,便以言语交谈为乐,互相倾诉,她,妇人中高贵的一位,诉说着她在殿堂里忍受了多少折磨,目睹着求婚者们那毁灭性的群落。
§23.304οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα, §23.305ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος· §23.306αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν §23.307ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε, §23.308πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος §23.309πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
他们为了她的缘故,宰杀了许多牛和肥壮的羊,许多大瓮里的酒也被汲取一空;而神圣的奥德修斯则讲述了他给人们带来了多少痛苦,以及他自己历尽艰辛遭受了多少劳苦,全部倾诉出来;她听着甚是欢欣,而在他叙述完一切之前,睡眠并未降落在她的双眸之上。
§23.310ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα §23.311ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· §23.312ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν §23.313ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν· §23.314ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο §23.315καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι §23.316ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα §23.317πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα· §23.318ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν, §23.319οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους §23.320πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ· §23.321καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, §23.322ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα, §23.323ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο, §23.324νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους §23.325μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα· §23.326ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν, §23.327ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν §23.328Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν· §23.329ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι· §23.330ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ §23.331Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι §23.332πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν· §23.333ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ, §23.334ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι, §23.335ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε §23.336θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· §23.337ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν· §23.338ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, §23.339οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο §23.340καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν, §23.341χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
他首先从如何降伏了奇科涅斯人讲起,接着他又来到了食莲人肥沃的土地;以及独眼巨人犯下的恶行,以及他是如何为那些被独眼巨人毫无怜悯地吃掉的强壮同伴们复仇的;以及他如何到达埃俄罗斯那里,后者热诚地接纳了他并送他启程,但命运仍未允许他回到可爱的祖国,而是风暴再次将他掳走,将沉重叹息的他带往鱼群出没的大海;以及他如何抵达莱斯特律戈涅斯人的泰勒皮罗斯,他们毁灭了船只,也杀害了所有端正护腿的同伴,而奥德修斯独自驾着黑船逃脱;他也叙述了喀耳刻的诡计和诸般策略,以及他如何前往哈得斯那阴暗的府邸,去向底比斯的泰累西阿斯的亡魂求取神谕,驾着多桨之船,并在那里见到了他所有的同伴以及生育他并在他幼时抚养他的母亲;以及他如何听到塞壬那群集不绝的歌声,以及他如何到达游岩和恐怖的卡律布狄斯及斯库拉那里,从未有凡人能完好无损地逃脱她;以及他的同伴如何宰杀了赫利俄斯的牛群;以及在高处轰鸣的宙斯如何用冒烟的雷霆击中了快船,他的优秀同伴无一例外地丧命,而他自己逃脱了悲惨的死运;以及他如何来到奥吉吉亚岛和宁芙卡吕普索那里,她执意挽留他,渴望他成为自己的丈夫,在幽深的洞穴里养育他,并声称要使他永远长生不死、永不衰老;但她始终未能说服他胸中的心房;以及他在历经千辛万苦后,如何抵达法埃亚基亚人那里,他们打心底里像对待神明一样尊敬他,用船将他送回了可爱的祖国,赠予了他充足的青铜、黄金和衣物。
§23.342τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος §23.343λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
这是他讲述的最后一个词,此时那舒缓肢体的甜美睡眠向他袭来,解除了他心中的忧虑。
§23.344ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· §23.345ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν §23.346εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου, §23.347αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν §23.348ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς §23.349εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν· §23.350ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων §23.351ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον §23.352κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι §23.353ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
而明眸女神雅典娜此时又有了别的想法;当她心中料想奥德修斯已充分享受了妻子的床榻和睡眠,她便立时从俄刻阿诺斯唤起那黄金宝座、清晨出生的黎明,好让她为人类带来光芒;而奥德修斯也从柔软的床上起来,对妻子嘱咐道: “妻子啊,我们俩此前早已受够了诸多磨难,你在此处为我艰难的归途哭泣,而宙斯和其他神明则用痛苦将我阻隔,使我虽渴望归家,却远离祖国的土地。
§23.354νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν, §23.355κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι, §23.356μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, §23.357πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ §23.358δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
如今,既然我们俩都来到了这令人渴望的床榻,你就去照管我在殿堂里的财产吧;至于那些被傲慢的求婚者宰杀的羊群,许多我将亲自去掠夺回来,其他的阿开亚人也会偿还,直到所有的羊圈都被填满。
§23.359ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι, §23.360ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται· §23.361σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ· §23.362αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι §23.363ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
不过,我现在要前往林木茂密的农庄,去探望我那高贵的父亲,他一直在为我深深忧伤;至于你,妻子,尽管你极为聪慧,我还是要向你叮嘱:因为伴随着太阳升起,立时就会传出关于我在殿堂里杀死的那些求婚者的传言。
§23.364εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν §23.365ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
你且带着女侍们上到楼上的内室去,坐在那里,不要看任何人,也不要发问。
§23.366ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά, §23.367ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην, §23.368πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
” 他说了,并把美丽的铠甲披在双肩上,并唤醒了特勒马科斯、牛倌和猪倌,命令他们全部亲手拿上战争的兵刃。
§23.369οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ, §23.370ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
他们没有违抗他,而是披上了青铜铠甲,打开大门走了出去;奥德修斯走在最前面。
§23.371ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη §23.372νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
此时大地上已有光亮,但雅典娜将他们隐匿在夜色中,迅速带出了城。

词汇与语法注释

  1. §23.300τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην — 双数人称代词 τὼ 以及动词的第三人称双数不定过去时形式 ἐταρπήτην 指的是奥德修斯和佩内洛佩娅两人。动词 τέρπομαι(享受)直接支配属格 φιλότητος,意为“尽情享受爱意”。
  2. §23.308πάρος καταλέξαι ἅπαντα — 连词性副词 πάρος 在此处的用法类似于 πρίν(在……之前),引导不带宾格主语的不定式 καταλέξαι。结合主句的否定表达(οὐδέ... πῖπτεν),表示“在他叙述完一切之前,睡眠并未降落”。
  3. §23.310ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ — 从第310行的 ὡς 开始,一直延续到第341行的 δόντες,这一系列由 ὡς(及 ἠδʼ ὡς)引导的从句,都是依赖于第308行主动词 ἔλεγε(讲述)的间接疑问句。这一宏大的长句结构展现了奥德修斯历险的全貌。
  4. §23.356μῆλα δʼ ἅ μοι μνηστῆρες — 句首的名词 μῆλα 虽然受到关系从句 ἅ μοι μνηστῆρες... 的修饰,但主句动词 ληΐσσομαι 的实际宾语是第357行的 πολλὰ(许多)。这是一种主题化的名词前置(类似于悬垂对格的主题化),首先提出主题 μῆλα,随后在后文中以宾格 πολλά 承接。

引用这一段

荷马, 奥德赛 §23.297-23.372. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:23.297-23.372

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。