Humanitext Reader

ホメロス · オデュッセイア §24.1-24.69

冥界への魂の導きとアキレウスの葬儀の追想

166 / 173 箇所 · ギリシア語

要旨

ヘルメスが求婚者たちの魂を冥界へと導き、そこでアキレウスとアガメムノンの魂が再会する。アガメムノンはアキレウスの栄光ある葬儀を回想し、彼の死を称える。

§24.1Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο §24.2ἀνδρῶν μνηστήρων·
キュレネのヘルメスは、求婚者たちの魂を呼び出していた。
ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
彼は両手に美しい黄金の杖を持っていた。
§24.3καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει §24.4ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
それを用いて彼は、望む人々の目を眠らせ、また眠っている人々を目覚めさせる。
§24.5τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
彼はこの杖で動かして彼らを導き、彼女らはキィキィと鳴きながら従った。
§24.6ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο §24.7τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν §24.8ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται, §24.9ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν·
神聖な洞窟の奥深くで、コウモリたちがキィキィと鳴きながら飛び交うとき、岩の連なりから一匹が落ちると、互いにしがみつき合うが、そのように彼女らはキィキィと鳴きながら共に進んだ。
ἦρχε δʼ ἄρα σφιν §24.10Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
慈悲深きヘルメスが、陰気な道を通って彼らの先頭を行き導いた。
§24.11πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, §24.12ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων §24.13ἤϊσαν·
彼らはオケアノスの流れとレウカスの岩を通り過ぎ、またヘリオスの門と夢の国を通り過ぎて進んだ。
αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
そしてすぐにアスフォデロスの咲く草原に行き着いた。
§24.14ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
そこには、死者の影である魂たちが住んでいる。
§24.15εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος §24.16καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
彼らはペレウスの子アキレウスの魂と、パトロクロス、非の打ちどころのないアンティロコス、そしてアイアスの魂を見出した。
§24.17Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε §24.18τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
アイアスは、ペレウスの優れた子の次に、姿も体格も他のダナオス人の中で最も優れていた。
§24.19ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον·
こうして彼らはアキレウスの周りに集まっていた。
ἀγχίμολον δὲ §24.20ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο §24.21ἀχνυμένη·
そこへ近寄ってきたのは、アトレウスの子アガメムノンの魂であった、嘆き悲しみながら。
περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ §24.22οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
その周りには、アイギストスの館で彼と共に死に、死の運命に従った他の者たち全員が集まっていた。
§24.23τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
ペレウスの子の魂がまず彼に話しかけた。
§24.24Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ §24.25ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
「アトレウスの子よ、私たちはあなたこそ、雷を喜ぶゼウスにとって、英雄たちの中で常に最も愛されている者だと言っていた。
§24.26οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες §24.27δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
なぜなら、私たちが苦難を被ったトロイアの民の地で、あなたが多くの強勇な人々を支配していたからだ。
§24.28ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν §24.29μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
だが、生まれ出た誰もが避け得ぬ、あの破滅的な死の運命は、あなたにもやはり早くから寄り添うことになっていたのだ。
§24.30ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, §24.31δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
ああ、あなたが支配していたあの誉れを享受しながら、トロイアの民の地で、死と運命に従っていたならよかったものを。
§24.32τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί, §24.33ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
そうであったなら、全アカイア人があなたのために墓を築き、あなたの子にも将来、大いなる名声をもたらしたであろうに。
§24.34νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
しかし今や、あなたは最も惨めな死に囚われる運命にあったのだ。
§24.35τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
」アトレウスの子の魂がこれに答えて話しかけた。
§24.36ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, §24.37ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος·
「ペレウスの幸せな子、神々に等しいアキレウスよ、アルゴスから遠く離れたトロイアで死んだあなたよ。
ἀμφὶ δέ σʼ ἄλλοι §24.38κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι, §24.39μαρνάμενοι περὶ σεῖο·
あなたの周りでトロイア人とアカイア人の他の優れた息子たちがあなたをめぐって戦い、倒れていった。
σὺ δʼ ἐν στροφάλιγγι κονίης §24.40κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
あなたは塵の旋風の中に偉大に、大いなる姿で横たわり、馬術のことも忘れていた。
§24.41ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ·
私たちは一日中戦い続けた。
οὐδέ κε πάμπαν §24.42παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
ゼウスが嵐で止めなければ、私たちは決して戦いをやめなかっただろう。
§24.43αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, §24.44κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν §24.45ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ §24.46δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
だが、私たちがあなたを戦場から船へと運び出し、寝台の上に横たえ、温かい水と油でその美しい体を清めると、ダナオス人たちはあなたの周りで多くの温かい涙を流し、髪を切り落とした。
§24.47μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν §24.48ἀγγελίης ἀΐουσα·
あなたの母親は、知らせを聞いて、不死の海の女神たちと共に海からやって来た。
βοὴ δʼ ἐπὶ πόντον ὀρώρει §24.49θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
すると、海の上に恐ろしい叫びが湧き起こり、アカイア人全員に震えが走った。
§24.50καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας, §24.51εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
彼らは立ち上がって、今にも中空の船へと逃げ去るところであった、もし古くからの多くのことを知る一人の男が彼らを引き留めなかったなら。
§24.52Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
すなわちネストルであり、彼の計らいは以前からも最善のものとされていた。
§24.53ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
彼は彼らを思いやり、集会でこのように語った。
§24.54ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
『踏みとどまれ、アルゴス人よ、逃げるな、アカイアの若者たちよ。
§24.55μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν §24.56ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
この方は、死んだ我が子に会うために、不死の海の女神たちと共に海からやって来られた母親なのだ。
§24.57ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
』彼はこう語り、心高きアカイア人たちは恐れをなすのをやめた。
§24.58ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος §24.59οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
あなたの周りには海の老人の娘たちが立ち、悲しげに嘆き悲しみ、不死の衣をあなたに着せた。
§24.60Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ §24.61θρήνεον·
九人のミューズたち全員が、美しい声で交互に哀歌を歌った。
ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας §24.62Ἀργείων·
そこでは、アカイア人の中で涙を流さない者は一人もいなかった。
τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
澄んだ声のミューズがそれほどまでに心を揺さぶったからだ。
§24.63ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ §24.64κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
十七日間の夜と昼にわたり、不死の神々も死すべき人間たちも、共にあなたのために泣いた。
§24.65ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ §24.66μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
十八日目に私たちはあなたを火に付し、あなたの周りで非常に肥えた多くの羊と、角の曲がった牛を屠った。
§24.67καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ §24.68καὶ μέλιτι γλυκερῷ·
あなたは神々の衣をまとい、ふんだんの油と甘い蜜の中で焼かれた。
πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ §24.69τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
多くのアカイアの英雄たちが、燃え盛るあなたの火葬の積み薪の周りを、武具をまとって活発に動き回った、

語釈・文法注

  1. §24.5ταὶ δὲ τρίζουσαι ἕποντο — 指示代名詞(冠詞の代名詞的用法)ταὶ は、前文の女性名詞 ψυχάς(魂たち)を指しており、魂たちが鳥やコウモリのように擬音的な鋭い声を立てている様子を分詞 τρίζουσαι(きしむ、キィキィと鳴く)が修飾している。
  2. §24.30ὡς ὄφελες... ἐπισπεῖν — ὄφελον(ὀφείλω のアオリスト)に ὡς(または εἴθε, εἰ γάρ)を伴い、さらに不定詞(ここでは31行目の ἐπισπεῖν)を接続することで、過去の実現しなかった事実に対する強い願望(「〜していればよかったのに」)を表す。
  3. §24.50καί νύ κʼ ἀναΐξαντες ἔβαν... εἰ μὴ ἀνὴρ κατέρυκε — 過去の反実仮想の条件文。帰結節(50行目)に助辞 κʼ (κε) と直説法過去(ἔβαν)、条件節(51行目)に εἰ μὴ と直説法過去(κατέρυκε)が用いられ、「もし〜が引き留めなかったなら、彼らは逃げ去っていたところだった」という事実と異なる過去の仮定を表している。
  4. §24.61ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας — 助辞 κεν と直説法過去(ἐνόησας)の組み合わせにより、過去の潜在的・可能的な表現、あるいは条件節の省略された反実仮想の帰結(「そこでは、[もしそこにいたなら]涙を流さない者を一人も見出さなかっただろう」)を表している。

この箇所を引用する

ホメロス, オデュッセイア §24.1-24.69. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:24.1-24.69

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。