Humanitext Reader

ホメロス · オデュッセイア §23.223-23.296

引き伸ばされた夜とテイレシアスの予言の共有

164 / 173 箇所 · ギリシア語

要旨

ペネロペはオデュッセウスを本物の夫と認めて涙を流し、アテナが夜を引き伸ばす中で、二人は久しぶりの再会を喜び合う。オデュッセウスはテイレシアスより預かった将来の旅と穏やかな最期についての予言を明かし、二人は長い歳月を経てついに夫婦のベッドへと戻る。

§23.223τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ §23.224λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
彼女自身は、最初から私たちに苦痛をもたらすことになった、あの悲惨な迷妄をあらかじめ己の心に抱いていたわけではありませんでした。
§23.225νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας §23.226εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, §23.227ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη, §23.228Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, §23.229ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο, §23.230πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
しかし今、あなたが私たちの寝床の、あの極めて明瞭な印を語ってくださり、その寝床は、他のどの人間も見たことがなく、ただあなたと私、そして私の父がまだこちらへ来るときに授けてくれた唯一人の侍女、アクトリスの娘だけが知っており、彼女が私たちのために頑丈な寝室の扉を守り通してくれた、そういうものである以上、あなたは私の心を、それがいくら頑なであったとしても、実に見事に納得させてくださいました。
§23.231ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
」彼女がこう語ると、彼の内にはいっそう涙を流したいという切なる思いが沸き起こった。
§23.232κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
そして彼は、心にかなう、聡明な妻を抱きしめながら涙を流した。
§23.233ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
ちょうど、泳いでいる者たちに、陸地が待ち望まれたものとして現れるときのように。
§23.234ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ §23.235ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
彼らのよく造られた船を、ポセイドンが海の中で、荒れ狂う風と巨大な波によって打ち砕いたのである。
§23.236παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε §23.237νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
灰色の海から陸地へと、泳いで逃げ延びる者はわずかであり、彼らの肌には多くの塩の塊がこびりついている。
§23.238ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
彼らは災厄を逃れ、喜び勇んで陸に這い上がる。
§23.239ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ, §23.240δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
そのように、彼女にとっても夫を見つめることは待ち望まれた喜びであり、その白い両腕を、彼の首から決して離そうとはしなかった。
§23.241καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, §23.242εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
そして、涙に暮れる二人の上に、薔薇の指を持つ暁の女神が現れようとしていた、もし、輝く目の女神アテナが別のことを企てなかったならば。
§23.243νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε §23.244ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους §23.245ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας, §23.246Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
彼女は長い夜を地の果てに引き留め、黄金の玉座の暁の女神を大洋オケアノスの傍らへと留め置いて、人間に光をもたらす、駿足の馬たちに軛をかけることを許さなかった、暁の女神を運ぶ仔馬たち、ランポスとファエトンに。
§23.247καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
そしてそのとき、知謀に長けたオデュッセウスは妻に語りかけた。
§23.248ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
「妻よ、私たちはまだすべての試練の終わりに達したわけではない。
§23.249ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται, §23.250πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
まだこの先にも、計り知れない辛苦が待っており、私はそのすべてを、いかに多く困難であろうとも成し遂げねばならない。
§23.251ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο §23.252ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω, §23.253νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
私が同志たちの、そして自分自身の帰還の途を求めて、ハデスの館へと下っていったあの日に、テイレシアスの魂が私にそのように予言したのだ。
§23.254ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
だがさあ、妻よ、寝床へ行こう。
§23.255ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
私たちは今こそ心地よい眠りのもとで、横たわって共に安らぐとしよう。
§23.256τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
」思慮深いペネロペが彼に答えて言った。
§23.257εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ §23.258σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι §23.259οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
「寝床は、あなたが心から望むときにいつでも用意されるでしょう、神々があなたを立派に建てられた家と祖国の地へと連れ戻してくださった以上は。
§23.260ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, §23.261εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
しかし、あなたがそのことに思い至り、神があなたの心にそれを吹き込まれたのですから、さあ、その試練を私に話してください。
§23.262πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
後になれば、どうせ知ることになるのでしょうから、今すぐ知ることも悪いことではありません。
§23.263τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」知謀に長けたオデュッセウスは彼女に答えて言った。
§23.264δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις §23.265εἰπέμεν;
「不思議な人よ、なぜそのように私に強く促して話せと言うのか。
αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
だが、私は話し、何も隠しはしない。
§23.266οὐ μέν τοι θυμὸς κεχαρήσεται·
ただし、あなたの心は喜ばないだろう。
οὐδὲ γὰρ αὐτὸς §23.267χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
私自身も喜んではいないのだから。
§23.268ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν, §23.269εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν §23.270ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
なぜなら、その預言者は私に、手によく馴染む櫂を持って多くの人間の都市を巡るようにと命じたからだ、海を知らず、塩の混ざった食べ物を口にしたこともない人々のところへ至るまで。
§23.271οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους, §23.272οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
彼らは、側面の赤い船も、船の翼である、よく馴染む櫂のことも知らない。
§23.273σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
そして彼は私に、明瞭な印を告げた。 それをあなたに隠しはしない。
§23.274ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης §23.275φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, §23.276καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν, §23.277ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
旅の途中で別の旅人が私に出会い、私がその輝く肩に『もみ殻を払う扇』を載せていると言ったとき、その地に櫂を突き立て、主なるポセイドンに美しく神聖な生贄を捧げよと命じた。
§23.278ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
すなわち、牡羊と牡牛、外の雌豚と交わる牡猪を。
§23.279οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας §23.280ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, §23.281πᾶσι μάλʼ ἑξείης·
そして家路につき、広い天を支配する不死の神々すべてに、順序正しく聖なる百牛犠牲を捧げよと。
θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ §23.282ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ §23.283γήρα’ ὕπο λιπαρῷ ἀρημένον·
そうすれば、私自身には海から、極めて穏やかな死が訪れ、健やかな老いの中に力尽きる私を奪い去るだろう。
ἀμφὶ δὲ λαοὶ §23.284ὄλβιοι ἔσσονται·
そのとき周囲の民は幸福に包まれているだろうと。
τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
彼はこれらすべてが成就すると告げたのだ。
§23.285τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
」思慮深いペネロペが彼に再び答えた。
§23.286εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον, §23.287ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
「もし神々が、安らかな老後を全うさせてくださるなら、この先、苦難から逃れる希望があるでしょう。
§23.288ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
」このように二人は言葉を交わした。
§23.289τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν §23.290ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
その間にエウリュノメと乳母は、煌々と輝く松明のもとで、柔らかい敷物を用いて寝床を整えた。
§23.291αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, §23.292γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
彼女たちがせわしく頑丈な寝床を敷き終えると、老乳母は眠るために自分の部屋へと戻っていった。
§23.293τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν §23.294ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
そして女監理のエウリュノメが、手に松明を掲げて、寝床へと向かう二人を先導した。
§23.295ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
二人を寝室へと案内すると、彼女は再び戻っていった。
§23.296ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
二人は喜び勇んで、古き寝床の儀(しきたり)へと至った。

語釈・文法注

  1. §23.223τὴν δʼ ἄτην — 直前のヘレネの例え話からの継続。文頭に置かれた目的格 `τὴν δʼ ἄτην` は、動詞 `ἐγκάτθετο` の直接目的語であり、ヘレネ自身が「その悲惨な迷妄(不名誉な行い)をあらかじめ心に宿していたわけではない」という倒置による強調を表す。
  2. §23.233ὡς δʼ ὅτʼ ἂν — 比喩(直喩)を導入する定型的な表現。`ὅτʼ ἂν`(または `ὅτε κεν`)+接続法(ここでは `φανήῃ`)は、一般的・反復的な事態を仮定的に示すホメロス独特の直喩構文を形成する。
  3. §23.241καί νύ κʼ ... φάνη ... εἰ μὴ ... ἐνόησε — 反実仮想条件文。帰結節は潜在表現の助辞 `κʼ`(`κε`)+直説法過去(`φάνη` はアオリスト `ἐφάνη` のアウグメント省略形)、条件節は `εἰ μὴ` +直説法アオリスト(`ἐνόησε`)。アテナの神意による介入がなければ「二人が泣き暮れるうちに夜が明けていただろう」という事実とは反対の仮定を表す。
  4. §23.281ἐξ ἁλὸς — テイレシアスによるオデュッセウスの死の予言における極めて重要な難所。前置詞 `ἐξ` の解釈により、「海から(海上で/海からやってきた災いによって)」とも、「海を離れて(海から遠く離れた陸地で穏やかに)」とも訳しうる。ここでは前後の穏やかな老後を強調する文脈から、穏やかに海を離れた地で死を迎えるという意味合いを含みつつ、多義的に訳出される。

この箇所を引用する

ホメロス, オデュッセイア §23.223-23.296. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:23.223-23.296

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。