Humanitext Reader

ホメロス · オデュッセイア §21.291-21.362

アンティノオスの警告と異国人を擁護するテレマコス

152 / 173 箇所 · ギリシア語

要旨

アンティノオスは異国人(オデュッセウス)を嘲り、ケンタウロスの狂気の物語を挙げて警告する。これに対し、ペネロペイアとテレマコスは異国人に弓を引かせるよう擁護し、テレマコスは母を部屋へと下がらせて家での決定権が自分にあることを示す。

§21.291μύθων ἡμετέρων καὶ ῥήσιος;
我らの言葉や演説を聞くことができるのを。
οὐδέ τις ἄλλος §21.292ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
また、他のどんな異国人や乞食も我らの言葉を聞くことはできないのだ。
§21.293οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
蜜のように甘い酒がお前を損なっているのだ。
§21.294βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
それは、がぶ飲みして適量を超えて飲む者であれば、他の誰であれ害するものだ。
§21.295οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, §21.296ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, §21.297ἐς Λαπίθας ἐλθόνθʼ·
酒は、ケンタウロスの名高きエウリュティオンをも、気高きペイリトオスの館において狂わせた、彼がラピタイ人のもとへ赴いたときに。
ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ, §21.298μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
彼は酒で心を狂わせると、狂気してペイリトオスの館の中で悪事を働いた。
§21.299ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε §21.300ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ §21.301ῥῖνάς τʼ ἀμήσαντες·
英雄たちには激しい怒りが襲い、飛びかかって彼を前庭から外へと引きずり出すと、容赦なき青銅でその耳と鼻を削ぎ落とした。
ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς §21.302ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
彼は心の中で狂わされ、愚かな心で自らの厄災を背負いながら立ち去った。
§21.303ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
それ以来、ケンタウロスたちと人間の間に闘争が生じた。
§21.304οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
そして彼は、自ら酒に酔い潰れて最初に災いをもたらしたのだ。
§21.305ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον §21.306ἐντανύσῃς·
同じように、お前にも大きな災いがふりかかると私は予告する、もしお前がその弓を張るならば。
οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις §21.307ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ §21.308εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
というのも、お前は我々の土地でいかなる親切にも出会わないだろうし、ただちに我らはお前を黒い船ですべての人間を損なう者たるエケトス王のもとへ送るだろうからだ。
§21.309πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι·
そこからお前が救われることは決してない。
ἀλλὰ ἕκηλος §21.310πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
だから心静かに酒を飲み、より若い男たちと争うのをやめよ。
§21.311τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
これに、思慮深いペネロペイアが答えて言った。
§21.312Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον §21.313ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
「アンティノオスよ、テレマコスのゲストを、この館にやってくるゲストを損なうことは、美しくもなく義しくもない。
§21.314ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον §21.315ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, §21.316οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
お前は、あの異国人がオデュッセウスの大きな弓を、自らの両手と力に信頼して張ったならば、私を家へと連れ去り、己の妻とすると思っているのか。
§21.317οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
彼自身もおそらく、胸の内でそのようなことは望んでいまい。
§21.318μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων §21.319ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
だからお前たちの誰も、そのことを心に憂えてここで宴を損なうことのないように。 それは全くふさわしくないことだから。
§21.320τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
」これに対して、ポリュボスの息子エウリュマコスが答えて言った。
§21.321κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, §21.322οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ·
「イカリオスの娘、思慮深いペネロペイアよ、あの男がそなたを連れ去ると我々が思っているわけではない。
οὐδὲ ἔοικεν·
それはふさわしくもない。
§21.323ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
だが、男たちや女たちの噂を恥じているのだ。
§21.324μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
アカイア人のうちの他の劣った者が、いつかこう言うのではないかと。
§21.325ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν §21.326μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
『なんと、はるかに劣る男たちが、非のうちどころのない男の妻に求婚しておきながら、よく磨かれた弓を全く張ることもできないとは。
§21.327ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν §21.328ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
その一方で、他からやってきたある放浪の乞食男がたやすく弓を張り、鉄を通した。 』と。
§21.329ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
彼らはこう語るだろう。 そしてそれは我らににとって恥辱となるであろう。
§21.330τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
」これに再び、思慮深いペネロペイアが答えて言った。
§21.331Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον §21.332ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν §21.333ἀνδρὸς ἀριστῆος·
「エウリュマコスよ、優れた男の家を侮辱して食いつぶしている者たちにとって、民の間で名声を得ることは到底かなわない。
τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
なぜお前たちはこの恥辱を問題にするのか。
§21.334οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής, §21.335πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
この異国人はきわめて大柄で体格もよく、優れた父から生まれた息子であると誇っている。
§21.336ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
さあ、彼によく磨かれた弓を渡し、見届けるがよい。
§21.337ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
私はこのように宣言する、そしてそれは必ず実現されるであろう。
§21.338εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, §21.339ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, §21.340δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, §21.341καὶ ξίφος ἄμφηκες·
もし彼が弓を張り、アポロンが彼に誉れを与えるならば、私は彼に美しい衣である外套とチュニックを着せ、犬や男たちを防ぐための鋭い投げ槍と、両刃の剣を与えよう。
δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα, §21.342πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
また足の下にはサンダルを授け、彼の心と精神が命じる場所へと彼を送り出そう。
§21.343τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」これに対して、思慮深いテレマコスが答えて言った。
§21.344μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο §21.345κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
「母上よ、アカイア人のうち、この弓を私が望む者に与え、あるいは拒むことにおいて、私より強い権限を持つ者は誰もいない。
§21.346οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, §21.347οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
険しいイタケを支配する者たちの中にも、馬を育てるエリスに面した島々の中にも。
§21.348τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι §21.349καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
もし私がこの弓を異国人に一度に与えて持ち去らせたいと望んだとしても、彼らのうち誰も私を不本意に強制することはできない。
§21.350ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, §21.351ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε §21.352ἔργον ἐποίχεσθαι·
だから部屋に戻り、あなた自身の仕事である織機や糸紡ぎに専念し、召使の女たちに仕事を続けるよう命じなさい。
τόξον δʼ ἄνδρεσσι μελήσει §21.353πᾶσι, μάλιστα δʼ ἐμοί·
弓は男たちすべての、特に私に関わることだ。
τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
この家における支配権は私にあるのだから。
§21.354ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
」彼女は驚きながら自分の部屋へと戻っていった。
§21.355παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
息子の賢い言葉を心に留めたからである。
§21.356ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ §21.357κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον §21.358ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
召使の女たちとともに上の階に登ると、彼女は愛する夫オデュッセウスを思って泣いた、輝く目のアテネが彼女のまぶたに甘い眠りをもたらすまで。
§21.359αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
一方、高貴な豚飼いは湾曲した弓を手に取って運んでいった。
§21.360μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
すると求婚者たちはみな館の中で大声で彼を脅した。
§21.361ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
傲慢な若者たちの一人がこのように言った。
§21.362πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
「あわれな豚飼いよ、お前は一体どこへその湾曲した弓を運んでいくのだ、

語釈・文法注

  1. §21.291μύθων ἡμετέρων — 直前チャンクの末尾(290行目)にある動詞 `ἀκούεις` に係る属格の句。 `μύθων ἡμετέρων` とそれに続く `ῥήσιος` は、ともに `ἀκούεις`(〜を聞く)の目的語(属格支配)として機能している。
  2. §21.315ἧφι πιθήσας — `ἧφι`(ときに `ᾗφι`)は、三人称単数所有形容詞 `ὅς`(自分の)の古い格変化形で、ここでは女性名詞 `βίηφι`(力、与格/具格形)に一致している。分詞 `πιθήσας`(〜に信頼して)が与格(または具格)を支配するため、女性単数与格(具格)として機能している。
  3. §21.344ἐμεῖο κρείσσων — 比較級 `κρείσσων`(より強い、権限がある)に対して、比較の属格 `ἐμεῖο`(私よりも)が結合している。その後に続く不定詞 `δόμεναι`(与えること)および `ἀρνήσασθαι`(拒むこと)は、どの点において権限があるかを説明する関係の不定詞(指定の不定詞)。

この箇所を引用する

ホメロス, オデュッセイア §21.291-21.362. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:21.291-21.362

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。