Humanitext Reader

ホメロス · オデュッセイア §21.219-21.290

下僕たちへの指示と試弓を望むオデュッセウス

151 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスは忠実な牛飼いと豚飼いに傷跡を見せて自らの正体を明かし、急襲に向けた協力を指示する。一方、求婚者たちの試弓は失敗が続き、オデュッセウスが自ら弓を試すことを申し出て彼らの怒りを買う。

§21.219οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι §21.220Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
「あの傷跡を。 かつて私がアウトリュコスの息子たちとともにパルナソスに赴いたとき、猪がその白い牙で私につけた傷跡を。
§21.221ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
」こう語ると、彼は大きな傷跡を覆っていた襤褸を押しのけた。
§21.222τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα, §21.223κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε, §21.224καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
二人はそれを見て、ことごとくをしっかりと認めると、思慮深いオデュッセウスの首に腕を回して泣き、愛情を込めて彼の頭や肩に口づけした。
§21.225ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
同じようにオデュッセウスも彼らの頭や手を口づけした。
§21.226καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, §21.227εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
そして、彼らが嘆き悲しむうちに、日の光も沈んでしまったことであろう、もしオデュッセウス自身が彼らを制止し、声をかけなかったならば。
§21.228παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
「涙と嘆きを止めなさい。
§21.229ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
館から出てきた誰かが見て、中にいる者たちに告げるといけないから。
§21.230ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
そうではなく、一人ずつ順に入りなさい、一緒ではなく。
§21.231πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες·
私が最初で、その次にお前たちだ。
ἀτὰρ τόδε σῆμα τετύχθω·
そして、このような手はずを整えておこう。
§21.232ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί, §21.233οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
というのも、他の者たち、高慢な求婚者たちはみな、私に弓と矢筒を渡すことを許さないだろうからだ。
§21.234ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον §21.235ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
しかし高貴なエウマイオスよ、お前は館の中に弓を運びながら、私の手に渡しなさい。
§21.236κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
そして女たちに言いなさい、館のぴったりと閉まる扉を堅く閉ざすようにと。
§21.237ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ §21.238ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε §21.239προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
たとえ誰かが、私たちの部屋の囲いの中で、男たちのうめき声や物音を中で聞いても、決して外に出てこず、そこにとどまって、ただ黙って仕事に励んでいるようにと。
§21.240σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς §21.241κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
そして高貴なピロイティオスよ、お前には中庭の門を閂で閉め、速やかに紐をかけることを命じる。
§21.242ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
」彼はこう語って、住み心地の良い家に入っていった。
§21.243ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
そして立ち上がった元の椅子に行って腰を下ろした。
§21.244ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
そして、神聖なオデュッセウスの二人の召使もまた入っていった。
§21.245Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, §21.246θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός·
エウリュマコスはすでに弓を手で動かし、火の光で彼方此方と温めていた。
ἀλλά μιν οὐδʼ ὣς §21.247ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
しかし、そうしてもなお彼は張ることができず、彼の気高い心は深くため息をついた。
§21.248ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
彼は憤って、言葉をかけて言った。
§21.249ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·
「おお、何ということだ、私自身のためにも、またすべての者のためにも、大きな苦痛である。
§21.250οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
私は、悲しんではいるが、婚礼そのものをそれほど嘆いているのではない。
§21.251εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ §21.252ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
他にも多くのアカイアの女たちが、この海に囲まれたイタケ自体にも、また他の町々にもいるのだから。
§21.253ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν §21.254ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι §21.255τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
だが、もし私たちが神のようなオデュッセウスに、これほど力において及ばず、弓を張ることもできないとすれば、後世の人々が聞くにつけても、まさに恥辱となるであろう。
§21.256τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
」これにエウペイテスの息子アンティノオスが答えた。
§21.257Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται·
「エウリュマコスよ、そうはならない。
νοέεις δὲ καὶ αὐτός.
お前自身もわかっているはずだ。
§21.258νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο §21.259ἁγνή·
というのも、今、国中ではあの神の清らかな祝祭が行われているのだから。
τίς δέ κε τόξα τιταίνοιτʼ;
誰が弓を引くことができようか。
ἀλλὰ ἕκηλοι §21.260κάτθετʼ·
むしろ、心静かに(弓を)置いておくがよい。
ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας §21.261ἑστάμεν·
だが、斧の方はすべてそこに立てたままにしておいても構わない。
οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω, §21.262ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
ラエルテスの息子オデュッセウスの館にやってきて、それを持ち去る者などいないと思うからだ。
§21.263ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, §21.264ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
さあ、御神酒係は杯に(酒を)満たし注ぎ始めるがよい、私たちが神酒を注いで、湾曲した弓を下に置くために。
§21.265ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν, §21.266αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν, §21.267ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ §21.268τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
そして明日の朝、山羊飼いメランティオスに命じて、すべての群れの中でも際立って優れた山羊たちを連れてこさせよう、私たちがその腿の肉を、名高き弓の神アポロンに捧げてから、弓を試し、競技を終えるために。
§21.269ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
」アンティノオスがこのように語ると、その言葉は彼らに気に入った。
§21.270τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, §21.271κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, §21.272νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
伝令たちは彼らの手に水を注ぎ、若者たちは酌坏に酒をなみなみと満たし、すべての者の杯に(酒を)注ぎ分けて配った。
§21.273οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, §21.274τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
彼らが神酒を注いで、心の望むままに飲んだとき、知謀に長けたオデュッセウスが狡猾に計りつつ、彼らに語りかけた。
§21.275κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης· §21.276ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
「名高き女王の求婚者たちよ、私の言葉を聞いてほしい、胸の中の心が私に命じることを語るために。
§21.277Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα §21.278λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
特にエウリュマコスと、神のようなアンティノオスに私は懇願する。
§21.279νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·
なぜなら、彼もまた道理にかなった言葉を語ったからだ、今は弓(を張ること)をやめ、神々に委ねなさいと。
§21.280ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.
そして明日の朝、神は望む者に力をお与えになるだろう。
§21.281ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν §21.282χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν
だが、私によく磨かれた弓を渡し、お前たちの前で、私の手と力とを試させてほしい。
§21.283ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, §21.284ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.
かつて私の曲げやすい手足にあったような力が今なお残っているのか、それとも、放浪と世話のなさが、すでにそれを奪ってしまったのかを。
§21.285ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, §21.286δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
」彼はこう語ったが、彼らはみな激しく憤慨した、彼がよく磨かれた弓を張るのではないかと恐れたからである。
§21.287Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
アンティノオスは彼を叱り、言葉をかけて言った。
§21.288ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
「ああ、愚かな異国人よ、お前には分別がひとかけらもないのか。
§21.289οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν §21.290δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
お前は、誇り高き我らとともに何不自由なく宴を楽しみ、馳走を分け与えられ、さらには我らの話を

語釈・文法注

  1. 21.226καί νύ κʼ ... εἰ μὴ ... ἐρύκακε — 反実仮想条件を表す構文。帰結節に小辞 κʼ (ἄν) を伴う直説法過去(ἔδυ)、条件節に εἰ μή と直説法過去(ἐρύκακε)が用いられ、「もしオデュッセウスが自ら制止しなかったならば、彼らが嘆き悲しむうちに日の光が沈んでしまっていただろう」という、実際には起こらなかった過去の事態を叙述している。
  2. 21.235θέμεναι, εἰπεῖν — 命令を表す不定詞(infinitive for imperative)。直前の文(§21.234)の主語に対する指示として、命令法の代わりに能動態現在不定詞(あるいはアオリスト不定詞)が用いられており、文脈上「渡しなさい」「言いなさい」という直接的な命令の機能を持つ。
  3. 21.255ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. — 不定詞 πυθέσθαι(聞くこと、知ること)は名詞 ἐλεγχείη(恥辱、不名誉)にかかり、その具体的内容を説明、あるいは目的・結果を表す。「後世の人々が(それを)聞くとしても恥辱となる」という意味構造になる。

この箇所を引用する

ホメロス, オデュッセイア §21.219-21.290. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:21.219-21.290

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。