Humanitext Reader

荷马 · 奥德赛 §21.291-21.362

安提诺乌斯的警告与忒勒马科斯的辩护

第 152 段,共 173 段 · 希腊语

内容简介

安提诺乌斯嘲弄异乡人(奥德修斯),以肯陶洛斯人因酒发狂的故事进行警告。佩涅洛佩和忒勒马科斯据理力争、维护异乡人试弓的权力,忒勒马科斯随后遣母亲返回内室以彰显自己的主导权。

§21.291μύθων ἡμετέρων καὶ ῥήσιος;
而且还能听我们的谈话和演说?
οὐδέ τις ἄλλος §21.292ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
其他任何异乡人或乞丐都听不到我们的谈话。
§21.293οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους §21.294βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
那甘甜如蜜的美酒害了你,谁要是猛灌暴饮、不知节制,这酒也同样会伤害他。
§21.295οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, §21.296ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, §21.297ἐς Λαπίθας ἐλθόνθʼ·
酒也曾使肯陶洛斯人、名声显赫的欧律提翁,在心胸宽广的培里托奥斯殿堂里发了疯,当他前往拉皮泰人那里时。
ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ, §21.298μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
他因酒而心智迷乱,在疯狂中于培里托奥斯的府邸里作恶。
§21.299ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε §21.300ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ §21.301ῥῖνάς τʼ ἀμήσαντες·
英雄们怒火中烧,一跃而起,将他穿过前廊拖到门外,用无情的青铜削去了他的耳朵和鼻子。
ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς §21.302ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
他因心智受蒙蔽,带着愚蠢的心,承受着自己的灾殃而离去。
§21.303ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, §21.304οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
从此,肯陶洛斯人与人类之间便结下了冤仇,而他正是因为醉酒而第一个给自己招来祸端的人。
§21.305ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον §21.306ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις §21.307ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ §21.308εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, §21.309πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι·
同样,我向你预告一场大难,要是你拉开那张弓;因为在我们的国土上你不会得到任何礼遇,我们将立即用黑船把你送往埃克托斯国王那里,他是所有凡人的毁灭者;在那里你绝不可能获救。
ἀλλὰ ἕκηλος §21.310πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
所以,安安静静地喝酒吧,不要和比你年轻的人争强好胜。
§21.311τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §21.312Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον §21.313ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
聪慧的佩涅洛佩回答他道: “安提诺乌斯,对待忒勒马科斯的客人——凡是来到这殿堂里的人,加以作践,这既不体面也不公正。
§21.314ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον §21.315ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, §21.316οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
你难道以为,要是那异乡人凭着他的双手和力气,拉开了奥德修斯的大弓,他就会把我带回家,娶我为妻吗?
§21.317οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
我想,他自己胸中也绝无此种指望。
§21.318μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων §21.319ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
你们中谁也不要为此事而心怀忧愁、在此宴饮,因为这实在是太不相称了。
§21.320τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· §21.321κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, §21.322οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν· §21.323ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, §21.324μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν §21.325ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν §21.326μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν· §21.327ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν §21.328ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
” 波吕博斯之子欧律马科斯回答她道: “伊卡里奥斯的女儿,聪慧的佩涅洛佩啊,我们倒不是真的以为那个人会把你带走,这确实不相称;但我们是对男女众人的议论感到羞愧,免得日后某个下等阿开亚人会说: ‘瞧啊,那些远为逊色的汉子们,竟在向一位完美之士的妻子求婚,却根本拉不开那张打磨光滑的弓;相反,另一个流浪到此的乞丐却轻易拉开了弓,并且射穿了铁器。
§21.329ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
’ 他们会这样说,而这将成为我们的耻辱。
§21.330τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §21.331Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον §21.332ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν §21.333ἀνδρὸς ἀριστῆος·
” 聪慧的佩涅洛佩回答他道: “欧律马科斯,那些侮辱并吞食一位杰出之士家产的人,绝不可能在民众中享有美名。
τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
你们又何必把这些当成耻辱呢?
§21.334οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής, §21.335πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
这位异乡人身材十分高大,体格魁梧,而且自称是一位高贵父亲的儿子。
§21.336ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
来吧,把那张打磨光滑的弓交给他,让我们看看。
§21.337ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· §21.338εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, §21.339ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, §21.340δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, §21.341καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα, §21.342πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
因为我这样宣布,而且这一定会实现:如果他拉开了弓,且阿波罗赐予他荣耀,我将给他穿上外套和衬衣,这些精美的衣裳,并给他一支锐利的标枪以防御恶犬和歹人,还有一把双刃剑;我还会给他的脚穿上凉鞋,并送他去他的心和神灵指引他去的任何地方。
§21.343τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §21.344μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο §21.345κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι, §21.346οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, §21.347οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
” 聪慧的忒勒马科斯回答她道: “我的母亲,关于这张弓,阿开亚人中没有任何人比我更有权力,可以决定将它送给谁或拒绝给谁,无论是在崎岖的伊萨卡统治的人,还是在朝向牧马的埃利斯的群岛上统治的人。
§21.348τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι §21.349καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
如果我愿意,即使我决定将这张弓彻底送给这位异乡人带走,他们中也没有任何人能违背我的意愿强迫我。
§21.350ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, §21.351ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε §21.352ἔργον ἐποίχεσθαι·
所以,请回您的居室去吧,操持您自己的工作—— 织机和线轴,并吩咐女仆们干她们的活。
τόξον δʼ ἄνδρεσσι μελήσει §21.353πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
至于这张弓,是男人们的事,属于所有人,尤其属于我,因为在这座宅邸中,权力在我。
§21.354ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει· §21.355παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
” 她惊异地回到了自己的居室,因为她把儿子那充满智慧的话语记在了心里。
§21.356ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ §21.357κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον §21.358ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
她同女仆们一起上了阁楼,便为她亲爱的丈夫奥德修斯哭泣,直到明眸的雅典娜将甜美的睡眠洒在她的眼睑上。
§21.359αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός· §21.360μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
这时,高贵的牧猪人拿起那张弯弓正要递过去,求婚者们却在殿堂里一齐朝他呵斥。
§21.361ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· §21.362πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
那些傲慢的青年中有人这样说道: “可怜的猪倌,你究竟要把那张弯弓拿到哪里去? “可怜的猪倌,你究竟要把那张弯弓拿到哪里去?

词汇与语法注释

  1. §21.291μύθων ἡμετέρων — 修饰前一个分块末尾(第290行)动词 `ἀκούεις` 的属格短语。`μύθων ἡμετέρων` 及其后的 `ῥήσιος` 共同作为动词 `ἀκούεις`(倾听、听到)的属格宾语。
  2. §21.315ἧφι πιθήσας — `ἧφι`(有时写作 `ᾗφι`)是第三人称单数物主形容词 `ὅς`(自己的)的史诗古旧格变化形式,在此处与阴性名词 `βίηφι`(力量,与格/工具格形式)一致。因分词 `πιθήσας`(信赖……)支配与格(或工具格),故其作为阴性单数与格(工具格)发挥作用。
  3. §21.344ἐμεῖο κρείσσων — 比较级形容词 `κρείσσων`(更有权力的、更强的)后接表示比较的属格 `ἐμεῖο`(比我)。随后出现的不定式 `δόμεναι`(给予)与 `ἀρνήσασθαι`(拒绝)作限定性修饰,用以说明在何种具体行为上具有此种权力。

引用这一段

荷马, 奥德赛 §21.291-21.362. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:21.291-21.362

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。