Humanitext Reader

ホメロス · オデュッセイア §13.368-13.440

求婚者討伐の計略と乞食への変装

94 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスとアテネは財宝を隠した後、求婚者たちの滅亡を画策する。アテネはオデュッセウスを老人の姿に変装させ、まずは豚飼いのもとを訪ねるよう指示し、テレマコスを呼び戻すためにスパルタへと向かう。

§13.368ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
彼はすべてのもの、黄金や尽きることのない青銅、そしてよく仕立てられた衣類を。
§13.369εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
それらはファイアケス人たちが彼に与えたものだった。
§13.370καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι §13.371Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
そして彼はそれらを丁寧に置き、パラス・アテネ、エギスを持つゼウスの娘が、洞窟の入り口に石を置いた。
§13.372τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης §13.373φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
二人は聖なるオリーブの木の根元に腰掛け、傲慢な求婚者たちの破滅を企てた。
§13.374τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
彼らに対して、輝く目の女神アテネが言葉を始めた。
§13.375διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §13.376φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
「ゼウスより生まれしラエルテスの子、知略に富むオデュッセウスよ、どのようにして無恥な求婚者たちに手をかけるべきか、考えよ。
§13.377οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι, §13.378μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
彼らはすでに三年の間、お前の館を支配し、神のような妻に求婚し、結納の品を贈っている。
§13.379ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν §13.380πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ, §13.381ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ. §13.382τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
一方、彼女は心の中で常にお前の帰国を嘆き、すべての人に望みを持たせ、男たち一人一人に約束を与え、使いを送りながらも、その心は別のことを考えているのだ」彼女に答えて、知略に富むオデュッセウスが語りかけた。
§13.383ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
「ああ、恐ろしいことだ。
§13.384φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, §13.385εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
もしあなたが私にすべてを定めに従って告げてくださらなかったなら、私はアトレウスの子アガメムノンのように、自分の館で悲惨な最期を遂げるところだった。
§13.386ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
さあ、私が彼らに報復できるように計略を織り上げてください。
§13.387πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα, §13.388οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
そして私の傍らに立ち、大いなる勇気を吹き込んでください、私たちがトロイアの輝かしいベールを解いたあの時のように。
§13.389αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι, §13.390καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην §13.391σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις. §13.392τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
もしあなたがそのように熱意をもって私の傍らに立ってくださるなら、輝く目をもつ女神よ、私は三百人の男たちとも戦いましょう、あなたとともに、尊い女神よ、あなたが好意をもって助けてくださるなら」彼に対して、輝く目の女神アテネが答えた。
§13.393καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις, §13.394ὁππότε κεν δὴ ταῦτα πενώμεθα·
「確かに私はお前の傍らにいるし、お前を見失うことはない、私たちがこれらの仕事に骨を折る時には。
καί τινʼ ὀΐω §13.395αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας §13.396ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
そして私は思うのだ、お前の暮らしを食い荒らしている求婚者たちのうちの誰かが、その血と脳漿で計り知れない大地を染めることになるだろうと。
§13.397ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
さあ、お前をすべての凡人に分からない姿にしてやろう。
§13.398κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, §13.399ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος §13.400ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
しなやかな手足の上の美しい肌を萎びさせ、頭から金髪を失わせ、身にまとうのはそれを着た人間を見て誰もが忌み嫌うようなぼろをまとわせよう。
§13.401κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε, §13.402ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς §13.403σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
そして、以前はとても美しかったお前の両目を濁らせよう、すべての求婚者たち、そしてお前が館に残してきた妻や息子の目に、お前がみすぼらしく映るように。
§13.404αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, §13.405ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε, §13.406παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
お前自身は、まず第一に豚飼いのもとへ行くがよい、彼は豚たちの番人であり、お前に常に好意を抱き、お前の息子や賢明なペネロペイアを愛している。
§13.407δήεις τόν γε σύεσσι παρήμενον·
お前は彼が豚たちの傍らに座っているのを見つけるだろう。
αἱ δὲ νέμονται §13.408πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ, §13.409ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
豚たちはカラスの岩の近く、そしてアレトゥサの泉のほとりで草を食み、栄養たっぷりの団栗を食べ、黒い水を飲んでいる。
§13.410πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
それらは豚たちに豊かな脂肪を蓄えさせるのだ。
§13.411ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι, §13.412ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα §13.413Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
そこに留まり、傍らに座ってすべてを尋ねるがよい、その間に私は、美しい女性たちの住むスパルタへと行き、お前の愛する息子テレマコスを呼び戻してこよう、オデュッセウスよ。
§13.414ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον §13.415ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης. §13.416τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
彼は、お前の消息を尋ねに、もしやお前がまだどこかに生きているのではないかと、広々としたラケダイモン、メネラオスのところへ旅立ったのだ」彼女に答えて、知略に富むオデュッセウスが語りかけた。
§13.417τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
「それではなぜ、心の中で何でもご存じのあなたが、彼に教えなかったのですか。
§13.418ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ §13.419πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
彼までもが荒涼とした海の上を彷徨い、苦難に遭うためですか、他の者たちが彼の暮らしを食い荒らしているというのに」彼に対して、輝く目の女神アテネが答えた。
§13.420τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· §13.421μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
「彼のことをそれほど心にかける必要はない。
§13.422αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο §13.423κεῖσʼ ἐλθών·
私自身が彼を送り出したのだ、そこへ行って素晴らしい名声を得るために。
ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος §13.424ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
彼は何の苦労もなく、平穏にアトレウスの子の館に座しており、そこには数限りのない財宝が置かれている。
§13.425ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ, §13.426ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
確かに、若者たちが黒い船で待ち伏せし、彼が祖国の地に帰り着く前に殺そうと企んでいる。
§13.427ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
しかし、そうはならないと私は思う。
§13.428ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. §13.429ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
その前に、お前の暮らしを食い荒らしている求婚者たちのうちの何人かを大地が覆うことになるだろう」アテネはそのように言って、杖でオデュッセウスに触れた。
§13.430κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, §13.431ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα §13.432πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
彼女はしなやかな手足の上の美しい肌を萎びさせ、頭から金髪を失わせ、全身の皮膚を年老いた老人のものに変えた。
§13.433κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
そして、以前はとても美しかった彼の両目を濁らせた。
§13.434ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα, §13.435ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
そして彼の身に、別の汚いぼろと衣をまとわせた、破れて汚れ、不快な煙で汚れたものを。
§13.436ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο, §13.437ψιλόν·
そして彼の身に、毛の抜けた、素早い雌鹿の大きな皮をまとわせた。
δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, §13.438πυκνὰ ῥωγαλέην·
そして彼に杖とみすぼらしい袋を、破れ目の多いものを与えた。
ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
中にはねじれた紐が肩掛けとしてついていた。
§13.439τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
二人はそのように相談して別れた。
§13.440ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.
彼女はその後、オデュッセウスの息子のいる、神聖なラケダイモンへと向かった。

語釈・文法注

  1. 13.372καθεζομένω — 主格双数男性の現在分詞。主動詞 φραζέσθην(3人称双数未完了過去)とともに、アテネとオデュッセウスの二人を指す。ホメロスにおける双数形の典型的な用法である。
  2. 13.383ἔμελλον — 直説法未完了過去。未来不定詞 φθίσεσθαι とともに用いられ、「〜する運命にあった(が、実際には免れた)」という過去の予定・可能性、あるいは反実仮想的なニュアンスを表す。条件文の protasis である εἰ μή ... ἔειπες(もし告げてくださらなかったなら)に対応する apodosis を形成している。
  3. 13.404εἰσαφικέσθαι — アオリスト不定詞。二人称に対する命令として機能する「命令法的不定詞(infinitivus pro imperativo)」。意味上の主語は 13.404 の αὐτός(主格)であり、対格ではなく主格となるのは、命令の対象となる聞き手に一致しているため。同様の用法は 13.411 の μένειν や ἐξερέεσθαι にも見られる。
  4. 13.427πρίν — 接続詞 πρίν が直説法未来(καθέξει)を伴い、「〜するより前に(決して…ない)」を導く。主節に否定的な含み(οὐκ ὀΐω)を持つ場合、否定の強意として未来の事象を予言的に示す効果を持つ。

この箇所を引用する

ホメロス, オデュッセイア §13.368-13.440. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:13.368-13.440

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。