Humanitext Reader

ホメロス · オデュッセイア §13.296-13.367

アテネによる霧の消去と祖国イタケの確認

93 / 173 箇所 · ギリシア語

要旨

アテネはオデュッセウスに、彼の思慮深さを褒め称え、ここが確かにイタケであることを確信させるため周囲の地形を示す。霧が晴れて祖国を見たオデュッセウスは歓喜し、大地とニンフたちに祈りを捧げる。

§13.296ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
「さあ、しかし、私たちはもはやこれらのことを語り合うのはやめましょう。
§13.297κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων §13.298βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι
お互いに知略をよく知っているのですから。 お前はすべての凡人の中で群を抜いて優れている、知謀と対話において。
§13.299μήτι τε κλέομαι καὶ κέρδεσιν·
そして私はすべての神々の中で知恵と知略によって知られている。
οὐδὲ σύ γʼ ἔγνως §13.300Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
それなのにお前は気づかなかった、ゼウスの娘、パラス・アテネに。
§13.301ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω, §13.302καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
私は常にお前とともにあり、あらゆる苦難において傍らに立って守ってきたし、お前をすべてのファイアケス人たちにとって愛すべき者とした。
§13.303νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω §13.304χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ §13.305ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε, §13.306εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι §13.307κήδεʼ ἀνασχέσθαι·
そして今またここにやって来たのは、お前とともに計略を織り上げ、高貴なファイアケス人たちが、私の計画と意図によって、お前が帰国する際に与えてくれた財宝を隠すため、そしてお前の立派な館において運命がどれほどの苦難を耐えるよう定めているかを告げるためだ。
σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
お前は耐え忍ばねばならぬ、余儀なくされようとも。
§13.308μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν, §13.309πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
男であれ女であれ、誰にも漏らしてはならない、すべての人に対して、お前が彷徨いながら帰ってきたことを。
§13.310πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν. §13.311τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
ただ沈黙のうちに多くの苦痛を耐え、男たちの暴力を受け入れよ」彼女に答えて、知略に富むオデュッセウスが語りかけた。
§13.312ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι, §13.313καὶ μάλʼ ἐπισταμένῳ·
「女神よ、出会った凡人があなたを見分けるのは困難です、たとえ非常に目の肥えた者であっても。
σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
あなたはあらゆる姿に我が身を似せられますから。
§13.314τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα, §13.315ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
しかしこのことは私はよく知っています、以前はあなたが私に優しかったことを、私たちアカイアの子らがトロイアで戦っていた間は。
§13.316αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, §13.317βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, §13.318οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα §13.319νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
しかし、私たちがプリアモスの険しい都を滅ぼし、船に乗り込み、神がアカイア人を散らしてからは、ゼウスの娘よ、その後にあなたの姿を見ることはなく、私の船に乗り込んで、私から何らかの苦難を遠ざけてくださるのも気づきませんでした。
§13.320ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ §13.321ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·
ただ、私は常に自分の胸の中に傷ついた心を引き裂かれながら、神々が私を災いから解放してくださるまで、彷徨い歩いていたのです。
§13.322πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ §13.323θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
ついにファイアケス人たちの肥沃な国で、あなたが言葉で私を励まし、自ら都へと導いてくださるまでは。
§13.324νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
そして今、お父上にかけてあなたに懇願します。
§13.325ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην §13.326γαῖαν ἀναστρέφομαι·
というのも、私は晴れやかなイタケに到着したとは思えず、どこか他の土地をさまよっていると思うのです。
σὲ δὲ κερτομέουσαν ὀΐω §13.327ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—
あなたは私をからかって、私の心を惑わすために、そう語っておられるのではないかと思うのです。
§13.328εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω. §13.329τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
私に言ってください、私が本当に愛する祖国に辿り着いたのかどうか」彼に対して、輝く目の女神アテネが答えた。
§13.330αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
「お前の胸の内には常にそのような考えがある。
§13.331τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, §13.332οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
それゆえ、私はお前が不遇の身にあっても見捨てることができないのだ、お前が慎み深く、機転が利き、思慮深い者だからだ。
§13.333ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν §13.334ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·
ほかの男であれば、放浪から戻って来たら喜んで館で子供たちや妻に会おうと急ぐだろう。
§13.335σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, §13.336πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
しかしお前には、まだ知ることも尋ねることも望ましくないのだ、まず自分の妻を試してみるまでは。
§13.337ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ §13.338φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
彼女はかつてと同じように館に座しており、悲しみに満ちた夜と昼が、涙を流す彼女のもとで過ぎ去っていく。
§13.339αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ §13.340ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·
しかし私は、そのことを決して疑わず、心の中ですべての戦友を失ってお前が帰還することを知っていた。
§13.341ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι §13.342πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
だが、私はポセイドンと戦うことを望まなかったのだ、お前のせいで心に怒りを抱いた、私の叔父である彼と。
§13.343χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
お前が彼の愛する息子を盲目にしたことに怒って。
§13.344ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
さあ、お前にイタケの姿を見せよう、お前が信じるように。
§13.345Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
ここは海の老人ポルキュスの港だ。
§13.346ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
そして、港の頭にそびえるのが葉の茂るオリーブの木だ。
§13.347ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, §13.348ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
その近くには、霧に包まれたような、愛らしい洞窟がある、ナイアデスと呼ばれるニンフたちの聖なる洞窟だ。
§13.349τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς §13.350ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
ここがお前がかつて、多くの、成就されたヘカトンベをニンフたちに捧げていた、そのうっそうとした洞穴だ。
§13.351τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ. §13.352ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
そしてこれが、森に覆われたネリトンの山だ」女神はそのように言って霧を払った。 すると大地が現れた。
§13.353γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς, §13.354χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
そこで、耐え忍ぶ気高いオデュッセウスは喜び、祖国の地を喜んで、恵み豊かな大地に接吻した。
§13.355αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
そしてすぐに、手を差し伸べてニンフたちに祈った。
§13.356νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε §13.357ὄψεσθʼ ὔμμʼ ἐφάμην·
「ゼウスの娘たちよ、ナイアデスのニンフたちよ、私は二度とあなたがたにまみえることはないと思っていました。
νῦν δʼ εὐχωλῇς ἀγανῇσι §13.358χαίρετʼ·
今は温かい祈りをもって歓迎いたします。
ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ, §13.359αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη §13.360αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ. §13.361τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
私たちは以前と同じように贈り物も捧げましょう、もし略奪をもたらすゼウスの娘が、好意をもって私自身を生かしてくださり、私の愛する息子を成長させてくださるなら」彼に対して、輝く目の女神アテネが再び語りかけた。
§13.362θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
「安心せよ、これらのことがお前の心の痛手とならぬように。
§13.363ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο §13.364θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
むしろ、まずは財宝を、不思議な洞窟の奥へと今すぐに置き、これらが無事にとどまるようにしよう。
§13.365αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται. §13.366ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές, §13.367μαιομένη κευθμῶνας ἀνὰ σπέος·
そして私たちは、どのようにするのが最もよいか相談しよう」女神はそのように言って霧深い洞窟へと入っていった、洞窟の中の隠れ家を探しながら。
αὐτὰρ Ὀδυσσεὺς
一方オデュッセウスは

語釈・文法注

  1. §13.307τετλάμεναι — 不定詞が命令のニュアンスを持って単独で用いられており(命令不定詞)、「耐え忍ばねばならない」という強い義務や命令を表す。
  2. §13.313ἐπισταμένῳ — 先行する312行目のβροτῷ(与格)に一致する分詞。接続分詞として譲歩「たとえ(知恵を)極めてよく心得ている者であっても」の意味を表す。
  3. §13.319ἀλάλκοις — ὅπως(〜するために)に導かれる目的節の動詞で、主節の動詞(ἴδον, ἐνόησα)が過去時制であるため、希求法過去(重複アオリスト ἀλαλκεῖν の2人称単数)が用いられている。

この箇所を引用する

ホメロス, オデュッセイア §13.296-13.367. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:13.296-13.367

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。