§13.368ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν §13.369εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
他将一切搬得更近,黄金与不易磨损的青铜,以及制作精美的衣物,这些是法埃亚基亚人赠予他的。
他将它们妥善放好,而帕拉斯·雅典娜,执盾宙斯之女,在洞口放了一块石头。
§13.372τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης §13.373φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
两人坐在神圣的橄榄树根旁,密谋着那些傲慢求婚者的毁灭。
§13.374τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· §13.375διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §13.376φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις, §13.377οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι, §13.378μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες· §13.379ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν §13.380πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ, §13.381ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
闪眸女神雅典娜首先对他们开口说道: “宙斯所生的拉埃尔特斯之子、足智多谋的奥德修斯,考虑一下你将如何向那些无耻的求婚者下手,他们确实已在你的府邸里作威作福了三年,向你那神女般的妻子求婚,并献上聘礼;而她,心中始终为你的归来而哀悼,给所有人希望,向每个人许下诺言,传递着消息,但她的心里却另有所图。
§13.382τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §13.383ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο §13.384φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, §13.385εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
” 智谋不凡的奥德修斯回答她道: “啊,天哪! 如果不是你,女神啊,向我按部就班地告知了这一切,我险些在自己的府邸中,像阿特柔斯之子阿伽门农那样落得悲惨的下场。
§13.386ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς· §13.387πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα, §13.388οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
但来吧,请织就一条计谋,好让我能向他们复仇;并且亲自站在我身旁,注入百折不挠的勇气,犹如我们解开特洛伊明亮冠冕的那个时刻。
§13.389αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι, §13.390καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην §13.391σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
如果你能像那时一样热切地站在我身旁,闪眸女神,哪怕是与三百人交战,我也心甘情愿,与你一起,尊贵的女神,只要你愿意欣然相助。
§13.392τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· §13.393καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις, §13.394ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω §13.395αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας §13.396ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
” 闪眸女神雅典娜随即回答他道: “我必定会与你同在,绝不会忽视你,当我们着手处理这些事务时;我想,那些吞食你家产的求婚者中,定会有人用鲜血和脑浆溅湿这无垠的大地。
§13.397ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι· §13.398κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, §13.399ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος §13.400ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα, §13.401κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε, §13.402ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς §13.403σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
不过,来吧,我让你在所有凡人面前都无法被认出;我会让你矫健四肢上的美丽肌肤干瘪,让你头上的金发脱落,并让你穿上肮脏的衣衫,任何人一瞧见穿这衣服的人就会感到厌恶,我还会让你原本明亮动人的双眼变得黯淡无光,好让你在所有的求婚者、你的妻子,以及留在府邸里的孩子面前,显得猥琐不堪。
§13.404αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, §13.405ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε, §13.406παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
你自己则要最先去往猪倌那里,他是你的猪群看守者,对你忠心耿耿,且疼爱你的儿子和贤惠的佩涅洛佩。
§13.407δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται §13.408πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ, §13.409ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ §13.410πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
你会发现他正守在猪群旁;那些猪正在乌鸦石旁以及阿瑞图萨泉边吃着东西,吞食着合意的橡子,饮用着黑色的泉水,这些正是滋养猪只肥壮起来的食物。
§13.411ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι, §13.412ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα §13.413Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ· §13.414ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον §13.415ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
你要在那里等候,坐在他身旁,询问一切,直至我前往美女如云的斯巴达,去召回你的爱子忒勒玛科斯,奥德修斯;他前往辽阔的拉刻代蒙找梅涅劳斯,去探听你的消息,看你是否还活在人世。
§13.416τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §13.417τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
” 智谋不凡的奥德修斯回答她道: “那你既然心里什么都明白,为什么不直接告诉他呢?
§13.418ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ §13.419πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
难道也是为了让他在这无边荒凉的大海上流浪、承受痛苦,而由着别人吞食他的财产吗?
” 闪眸女神雅典娜随即回答他道: “你大可不必为他过于担心。
§13.422αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο §13.423κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος §13.424ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
是我亲自护送他去,好让他到那里赢得美好的名声;他没有受任何罪,而是安安稳稳地坐在阿特柔斯之子的宫殿里,身边摆着无尽的财宝。
§13.425ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ, §13.426ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι· §13.427ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει §13.428ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
固然,有些年轻人正乘着一艘黑船设伏等待,急于在他回到祖国之前杀掉他;但我想这事成不了,在大地吞没某些吞食你财产的求婚者之前。
§13.429ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
” 雅典娜这么说着,用手杖点了他一下。
§13.430κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, §13.431ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα §13.432πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος, §13.433κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε· §13.434ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα, §13.435ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ· §13.436ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο, §13.437ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, §13.438πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
她让她矫健四肢上的美丽肌肤干瘪,让她头上的金发脱落,并在她的所有四肢上覆上了风烛残年之老人的皮肤,她还让她原本明亮动人的双眼变得黯淡无光;她还在他身上罩上了一件肮脏的烂衣和破外套,破破烂烂且满是污垢,被难闻的烟气所熏黑;还在他身上披了一张毛发脱落的、快捷雌鹿的大皮;又给了他一根手杖和一个寒碜的口袋,破洞密布;里面有一条拧成的绳子作为背带。
§13.439τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν.
两人商议妥当后便分了手。
ἡ μὲν ἔπειτα §13.440ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.
她随后启程前往神圣的拉刻代蒙去寻找奥德修斯的儿子。