Humanitext Reader

イソクラテス · アレイオス・パゴス会演説 §49-57

過去の規律ある生活と祖制回復への誤解

6 / 9 箇所 · ギリシア語

要旨

著者はかつての若者たちの節度ある生活と、アレオパゴス評議会による優れた統治がもたらした平和と安全を称賛する。そして、国制の衰退による現代の退廃を嘆き、かつての優れた国制の再興を提案することが民主政への敵意と誤解される危険を語る。

§49ἀντειπεῖν δὲ τοῖς πρεσβυτέροις ἢ λοιδορήσασθαι δεινότερον ἐνόμιζον ἢ νῦν περὶ τοὺς γονέας ἐξαμαρτεῖν.
長老たちに口答えすることや罵ることは、今日、両親に対して過ちを犯すことよりも恐ろしいことと考えられていました。
ἐν καπηλείῳ δὲ φαγεῖν ἢ πιεῖν οὐδεὶς οὐδʼ ἂν οἰκέτης ἐπιεικὴς ἐτόλμησεν·
居酒屋で食べたり飲んだりすることは、まともな奴隷であれば誰一人としてあえてしなかったでしょう。
σεμνύνεσθαι γὰρ ἐμελέτων, ἀλλʼ οὐ βωμολοχεύεσθαι.
なぜなら彼らは、厳格に振る舞うことを心がけ、下品なふざけ方をしなかったからです。
καὶ τοὺς εὐτραπέλους δὲ καὶ τοὺς σκώπτειν δυναμένους, οὓς νῦν εὐφυεῖς προσαγορεύουσιν, ἐκεῖνοι δυστυχεῖς ἐνόμιζον.
また、気の利いた軽口や、他人を嘲笑うことのできる人々、今日では「才気ある者」と呼ばれている人たちを、当時の人々は「不幸な者」とみなしていました。
§50καὶ μηδεὶς οἰέσθω με δυσκόλως διακεῖσθαι πρὸς τοὺς ταύτην ἔχοντας τὴν ἡλικίαν.
そして、私がこの年代の者たちに対して敵意を抱いていると誰も思わないでください。
οὔτε γὰρ ἡγοῦμαι τούτους αἰτίους εἶναι τῶν γιγνομένων, σύνοιδά τε τοῖς πλείστοις αὐτῶν ἥκιστα χαίρουσι ταύτῃ τῇ καταστάσει, διʼ ἣν ἔξεστιν αὐτοῖς ἐν ταῖς ἀκολασίαις ταύταις διατρίβειν·
というのも、私は彼らが現状の原因であるとは考えておらず、彼らの多くが、自分たちがこのような放縦な生活の中で時間を浪費することを許している現在の制度を、最も喜んでいないということをよく知っているからです。
ὥστʼ οὐκ ἂν εἰκότως τούτοις ἐπιτιμῴην, ἀλλὰ πολὺ δικαιότερον τοῖς ὀλίγῳ πρὸ ἡμῶν τὴν πόλιν διοικήσασιν.
したがって、私が彼らを非難するのは理にかなっておらず、むしろ、私たちの少し前にこの都市を治めた人々を非難する方がはるかに正当です。
§51ἐκεῖνοι γὰρ ἦσαν οἱ προτρέψαντες ἐπὶ ταύτας τὰς ὀλιγωρίας καὶ καταλύσαντες τῆς βουλῆς δύναμιν.
なぜなら、彼らこそが、こうした怠慢へと駆り立て、評議会の権力を解体した者たちだからです。
ἧς ἐπιστατούσης οὐ δικῶν οὐδʼ ἐγκλημάτων οὐδʼ εἰσφορῶν οὐδὲ πενίας οὐδὲ πολέμων ἡ πόλις ἔγεμεν, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἡσυχίαν εἶχον καὶ πρὸς τοὺς ἄλλους ἅπαντας εἰρήνην ἦγον.
その評議会が監視していた頃には、都市は訴訟や告発、重税、貧困、あるいは戦争で満ちてはいませんでした。 むしろ市民は互いに平穏を保ち、他のすべての人々とも平和を維持していました。
παρεῖχον γὰρ σφᾶς αὐτοὺς τοῖς μὲν Ἕλλησι πιστούς,
なぜなら、彼らは自分たちをギリシア人に対しては信頼できる存在とし、異民族に対しては恐るべき存在として示していたからです。
§52τοῖς δὲ βαρβάροις φοβερούς· τοὺς μὲν γὰρ σεσωκότες ἦσαν, παρὰ δὲ τῶν δίκην τηλικαύτην εἰληφότες, ὥστʼ ἀγαπᾶν ἐκείνους εἰ μηδὲν ἔτι κακὸν πάσχοιεν.
彼らは前者を救い、後者に対しては十分な処罰を与えたため、異民族はこれ以上害を被らないだけで満足していました。
τοιγάρτοι διὰ ταῦτα μετὰ τοσαύτης ἀσφαλείας διῆγον, ὥστε καλλίους εἶναι καὶ πολυτελεστέρας τὰς οἰκήσεις καὶ τὰς κατασκευὰς τὰς ἐπὶ τῶν ἀγρῶν ἢ τὰς ἐντὸς τείχους, καὶ πολλοὺς τῶν πολιτῶν μηδʼ εἰς τὰς ἑορτὰς εἰς ἄστυ καταβαίνειν, ἀλλʼ αἱρεῖσθαι μένειν ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς μᾶλλον ἢ τῶν κοινῶν ἀπολαύειν.
それゆえ、このことのために彼らは多大な安全のうちに日々を過ごし、郊外の邸宅や設備は城壁の内側のものよりも美しく贅沢であり、多くの市民は祭りの際にも都に下りてくることすらなく、公共の利益を享受するよりも個人の資産のそばに留まることを好んだほどでした。
§53οὐδὲ γὰρ τὰ περὶ τὰς θεωρίας, ὧν ἕνεκʼ ἄν τις ἦλθεν, ἀσελγῶς οὐδʼ ὑπερηφάνως ἀλλὰ νοῦν ἐχόντως ἐποίουν.
なぜなら、誰かが都に来る動機となるような、公的な見世物や祭典に関しても、彼らは無秩序にも傲慢にも行わず、思慮深く行っていたからです。
οὐ γὰρ ἐκ τῶν πομπῶν οὐδʼ ἐκ τῶν περὶ τὰς χορηγίας φιλονεικιῶν οὐδʼ ἐκ τῶν τοιούτων ἀλαζονειῶν τὴν εὐδαιμονίαν ἐδοκίμαζον, ἀλλʼ ἐκ τοῦ σωφρόνως οἰκεῖν καὶ τοῦ βίου τοῦ καθʼ ἡμέραν καὶ τοῦ μηδένα τῶν πολιτῶν ἀπορεῖν τῶν ἐπιτηδείων.
彼らは、華美な行列や、合唱隊の奉仕をめぐる競争、あるいはそのような見栄から幸福を判断するのではなく、節度ある国政、日々の生活、そして市民の誰もが必要なものに窮していないことによって判断していたからです。
ἐξ ὧνπερ χρὴ κρίνειν τοὺς ὡς ἀληθῶς εὖ πράττοντας καὶ μὴ φορτικῶς πολιτευομένους·
まさにこれらによって、真に幸福な暮らしを送る人々や、野卑なやり方で政治を行わない人々を判断すべきなのです。
§54ἐπεὶ νῦν γε τίς οὐκ ἂν ἐπὶ τοῖς γιγνομένοις τῶν εὖ φρονούντων ἀλγήσειεν, ὅταν ἴδῃ πολλοὺς τῶν πολιτῶν αὐτοὺς μὲν περὶ τῶν ἀναγκαίων, εἴθʼ ἕξουσιν εἴτε μή, πρὸ τῶν δικαστηρίων κληρουμένους, τῶν δʼ Ἑλλήνων τοὺς ἐλαύνειν τὰς ναῦς βουλομένους τρέφειν ἀξιοῦντας, καὶ χορεύοντας μὲν ἐν χρυσοῖς ἱματίοις, χειμάζοντας δʼ ἐν τοιούτοις ἐν οἷς οὐ βούλομαι λέγειν, καὶ τοιαύτας ἄλλας ἐναντιώσεις περὶ τὴν διοίκησιν γιγνομένας, αἳ μεγάλην αἰσχύνην τῇ πόλει ποιοῦσιν;
実際、今日では、思慮ある者のうち誰がこの現状に心を痛めないでしょうか。 多くの市民が生存に必要なものを得られるかどうか、法廷の前で抽選を引いている一方で、ギリシア人の中で船を漕ぎたいと望む人々を養うよう要求し、合唱隊として金色の衣服を着て踊る一方で、私が口にするのも憚られるような衣服を着て冬の寒さに凍えている。 そして、都市に多大な不名誉をもたらすような、このような行政上の矛盾が数多く生じているのを目にするときに。
§55ὧν οὐδὲν ἦν ἐπʼ ἐκείνης τῆς βουλῆς·
かの評議会の時代には、このようなことは一切ありませんでした。
ἀπήλλαξε γὰρ τοὺς μὲν πένητας τῶν ἀποριῶν ταῖς ἐργασίαις καὶ ταῖς παρὰ τῶν ἐχόντων ὠφελίαις, τοὺς δὲ νεωτέρους τῶν ἀκολασιῶν τοῖς ἐπιτηδεύμασι καὶ ταῖς αὐτῶν ἐπιμελείαις, τοὺς δὲ πολιτευομένους τῶν πλεονεξιῶν ταῖς τιμωρίαις καὶ τῷ μὴ λανθάνειν τοὺς ἀδικοῦντας, τοὺς δὲ πρεσβυτέρους τῶν ἀθυμιῶν ταῖς τιμαῖς ταῖς πολιτικαῖς καὶ ταῖς παρὰ τῶν νεωτέρων θεραπείαις.
なぜなら評議会は、貧しい人々を仕事と富裕層からの援助によって困窮から解放し、若い人々を習慣と配慮によって放縦から引き離し、政治を行う人々を刑罰と不正を逃れさせないことによって貪欲から遠ざけ、長老たちを政治的な栄誉と若者たちからの世話によって失望から救い出したからです。
καίτοι πῶς ἂν γένοιτο ταύτης πλείονος ἀξία πολιτεία, τῆς οὕτω καλῶς ἁπάντων τῶν πραγμάτων ἐπιμεληθείσης;
これほど見事にすべての事柄を管理した国制以上に価値のある国制が、どうして存在し得たでしょうか。
§56περὶ μὲν οὖν τῶν ποτὲ καθεστώτων τὰ μὲν πλεῖστα διεληλύθαμεν·
かつて確立されていた制度については、すでに大部分を説明しました。
ὅσα δὲ παραλελοίπαμεν, ἐκ τῶν εἰρημένων, ὅτι κἀκεῖνα τὸν αὐτὸν τρόπον εἶχε τούτοις, ῥᾴδιόν ἐστι καταμαθεῖν.
省略した事柄についても、すでに述べたことから、それらも同様のあり方であったことを理解するのは容易です。
ἤδη δέ τινες ἀκούσαντές μου ταῦτα διεξιόντος ἐπῄνεσαν μὲν ὡς οἷόν τε μάλιστα, καὶ τοὺς προγόνους ἐμακάρισαν ὅτι τὸν τρόπον τοῦτον τὴν πόλιν διῴκουν,
私がこれらについて詳しく語るのを聞いて、すでに何人かの人々はできる限りの称賛を送り、先祖たちがこのように都市を治めていたことを祝福してくれました。
§57οὐ μὴν ὑμᾶς γε ᾤοντο πεισθήσεσθαι χρῆσθαι τούτοις, ἀλλʼ αἱρήσεσθαι διὰ τὴν συνήθειαν ἐν τοῖς καθεστηκόσι πράγμασι κακοπαθεῖν μᾶλλον ἢ μετὰ πολιτείας ἀκριβεστέρας ἄμεινον τὸν βίον διάγειν.
しかしながら彼らは、あなた方がこれらの制度を採用するよう説得されることはなく、慣れ親しんだ現在の不遇に甘んじることを選び、より精密な国制の下でより良い生活を送ることを拒むだろうと考えました。
εἶναι δʼ ἔφασαν ἐμοὶ καὶ κίνδυνον, μὴ τὰ βέλτιστα συμβουλεύων μισόδημος εἶναι δόξω καὶ τὴν πόλιν ζητεῖν εἰς ὀλιγαρχίαν ἐμβαλεῖν.
また私にとっても、最善の助言をしているにもかかわらず、民主政を嫌う者とみなされ、都市を寡頭政に陥れようとしていると疑われる危険があると語ったのです。

語釈・文法注

  1. §50σύνοιδα ... χαίρουσι — 動詞 σύνοιδα(よく知っている)は、人称・事物を表す与格(τοῖς πλείστοις)と、それに一致する与格分詞(χαίρουσι)をとる構文(「〜が…していることを知っている」)を形成している。
  2. §51ἧς ἐπιστατούσης — 先行詞 βουλῆς を受ける関係代名詞 ἧς が属格独立分詞構文(genitive absolute)の主語となっており、「その評議会が監視・管理しているとき」を意味する。
  3. §54ὅταν ἴδῃ πολλοὺς ... κληρουμένους — 接続詞 ὅταν に導かれる従属節において、動詞 ἴδῃ の直接目的語である対格 πολλοὺς に対し、複数の分詞(κληρουμένους, ἀξιοῦντας, χορεύοντας, χειμάζοντας)が並列で一致しており、きわめて長い対格・分詞構文(動格分詞)を構成している。
  4. §57μὴ ... δόξω — 名詞 κίνδυνον(危険)の内容として、懸念・恐れを表す接続詞 μή +接続法(δόξω)の節(「〜ではないかという危険」)が続いている。分詞 συμβουλεύων は譲歩(「最善の助言をしているにもかかわらず」)を表す。

この箇所を引用する

イソクラテス, アレイオス・パゴス会演説 §49-57. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg018.humanitext-grc2:49-57

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。