§39τὴν δὴ τοιαύτην, ὥσπερ εἶπον, κυρίαν ἐποίησαν τῆς εὐταξίας ἐπιμελεῖσθαι, ἣ τοὺς μὲν οἰομένους ἐνταῦθα βελτίστους ἄνδρας γίγνεσθαι, παρʼ οἷς οἱ νόμοι μετὰ πλείστης ἀκριβείας κείμενοι τυγχάνουσιν, ἀγνοεῖν ἐνόμιζεν·
そこで、私が言ったように、彼らは秩序を監視する権限をこれほど強力なものに与えたのです。 この評議会は、法律が最も精密に制定されている国において最も優れた人々が生まれると考えている者たちは無知であるとみなしていました。
οὐδὲν γὰρ ἂν κωλύειν ὁμοίους ἅπαντας εἶναι τοὺς Ἕλληνας ἕνεκά γε τοῦ ῥᾴδιον εἶναι τὰ γράμματα λαβεῖν παρʼ ἀλλήλων.
なぜなら、互いから法律の文書を取り入れることは容易であるという理由だけで、ギリシア人全員が等しく優秀になるのを妨げるものは何もないはずだからです。
§40ἀλλὰ γὰρ οὐκ ἐκ τούτων τὴν ἐπίδοσιν εἶναι τῆς ἀρετῆς, ἀλλʼ ἐκ τῶν καθʼ ἑκάστην τὴν ἡμέραν ἐπιτηδευμάτων· τοὺς γὰρ πολλοὺς ὁμοίους τοῖς ἤθεσιν ἀποβαίνειν, ἐν οἷς ἂν ἕκαστοι παιδευθῶσιν.
そうではなく、徳の向上はこうした法律からではなく、日々の習慣から生まれるのであり、多くの人々は、それぞれが教育された通りの性格を身につけるようになるのです。
ἔπειτα τά γε πλήθη καὶ τὰς ἀκριβείας τῶν νόμων σημεῖον εἶναι τοῦ κακῶς οἰκεῖσθαι τὴν πόλιν ταύτην· ἐμφράγματα γὰρ αὐτοὺς ποιουμένους τῶν ἁμαρτημάτων πολλοὺς τίθεσθαι τοὺς νόμους ἀναγκάζεσθαι.
さらに、法律の多さと精密さは、その国が不十分に統治されていることの兆候であり、なぜなら、過失に対する防波堤を築こうとして、彼らは多くの法律を制定せざるを得なくなっているからです。
§41δεῖν δὲ τοὺς ὀρθῶς πολιτευομένους οὐ τὰς στοὰς ἐμπιπλάναι γραμμάτων, ἀλλʼ ἐν ταῖς ψυχαῖς ἔχειν τὸ δίκαιον·
正しく国を治める人々は、柱廊を法律の文字で満たすのではなく、魂の中に正義を持たねばなりません。
οὐ γὰρ τοῖς ψηφίσμασιν ἀλλὰ τοῖς ἤθεσι καλῶς οἰκεῖσθαι τὰς πόλεις, καὶ τοὺς μὲν κακῶς τεθραμμένους καὶ τοὺς ἀκριβῶς τῶν νόμων ἀναγεγραμμένους τολμήσειν παραβαίνειν, τοὺς δὲ καλῶς πεπαιδευμένους καὶ τοῖς ἁπλῶς κειμένοις ἐθελήσειν ἐμμένειν.
なぜなら、国々が立派に治まるのは、民会決議によってではなく、人々の習慣によってだからであり、悪く育てられた人々は、最も精密に書き記された法律さえもあえて破ろうとしますが、立派に教育された人々は、簡素に定められただけの掟であっても喜んで従おうとするからです。
§42ταῦτα διανοηθέντες οὐ τοῦτο πρῶτον ἐσκόπουν, διʼ ὧν κολάσουσι τοὺς ἀκοσμοῦντας, ἀλλʼ ἐξ ὧν παρασκευάσουσι μηδὲν αὐτοὺς ἄξιον ζημίας ἐξαμαρτάνειν·
彼らはこのように考えて、不規律な人々をどのような手段で処罰するかを第一に考えたのではなく、いかなる方法によって、彼らが罰に値するような過ちを一切犯さないようにさせるかを考えました。
ἡγοῦντο γὰρ τοῦτο μὲν αὑτῶν ἔργον εἶναι, τὸ δὲ περὶ τὰς τιμωρίας σπουδάζειν τοῖς ἐχθροῖς προσήκειν.
なぜなら、後者こそが自分たちの務めであり、刑罰に熱中することは敵にふさわしいことだと考えていたからです。
§43ἁπάντων μὲν οὖν ἐφρόντιζον τῶν πολιτῶν, μάλιστα δὲ τῶν νεωτέρων.
こうして、彼らはすべての市民を気遣っていましたが、とりわけ若者たちを気遣っていました。
ἑώρων γὰρ τοὺς τηλικούτους ταραχωδέστατα διακειμένους καὶ πλείστων γέμοντας ἐπιθυμιῶν, καὶ τὰς ψυχὰς αὐτῶν μάλιστα δαμασθῆναι δεομένας ἐπιμελείαις καλῶν ἐπιτηδευμάτων καὶ πόνοις ἡδονὰς ἔχουσιν·
なぜなら、彼らはこの年代の者たちが最も落ち着きがなく、極めて多くの欲望に満ちており、彼らの魂は、高尚な習慣への配慮と、喜びを伴う労苦によって、最も飼いならされる必要があるのを見ていたからです。
ἐν μόνοις γὰρ ἂν τούτοις ἐμμεῖναι τοὺς ἐλευθέρως τεθραμμένους καὶ μεγαλοφρονεῖν εἰθισμένους.
なぜなら、自由人として育てられ、気高く考えることに慣れた若者たちは、これらの中にのみ留まることができるからです。
§44ἅπαντας μὲν οὖν ἐπὶ τὰς αὐτὰς ἄγειν διατριβὰς οὐχ οἷόν τʼ ἦν, ἀνωμάλως τὰ περὶ τὸν βίον ἔχοντας·
もっとも、生活状況がそれぞれ異なっていたため、すべての人を同じ活動に導くことは不可能でした。
ὡς δὲ πρὸς τὴν οὐσίαν ἥρμοττεν, οὕτως ἑκάστοις προσέταττον.
そこで彼らは、各自の財産に適した活動を割り当てました。
τοὺς μὲν γὰρ ὑποδεέστερον πράττοντας ἐπὶ τὰς γεωργίας καὶ τὰς ἐμπορίας ἔτρεπον, εἰδότες τὰς ἀπορίας μὲν διὰ τὰς ἀργίας γιγνομένας,
すなわち、より貧しい暮らしをしている人々を農業や交易へと向かわせました。 それは、怠惰によって貧困が生じ、貧困によって悪行が生じることを知っていたからです。
§45τὰς δὲ κακουργίας διὰ τὰς ἀπορίας· ἀπορίας· ἀναιροῦντες οὖν τὴν ἀρχὴν τῶν κακῶν ἀπαλλάξειν ᾤοντο καὶ τῶν ἄλλων ἁμαρτημάτων τῶν μετʼ ἐκείνην γιγνομένων.
それゆえ、彼らは悪の根源を取り除くことで、それに続いて生じる他の過ちからも市民を解放できると考えたのです。
τοὺς δὲ βίον ἱκανὸν κεκτημένους περὶ τὴν ἱππικὴν καὶ τὰ γυμνάσια καὶ τὰ κυνηγέσια καὶ τὴν φιλοσοφίαν ἠνάγκασαν διατρίβειν, ὁρῶντες ἐκ τούτων τοὺς μὲν διαφέροντας γιγνομένους, τοὺς δὲ τῶν πλείστων κακῶν ἀπεχομένους.
一方、十分な財産を持つ人々には、乗馬、体育、狩猟、そして哲学に時間を費やすよう義務づけました。 これらを通じて、ある人々は優れた人物となり、他の人々は多くの悪徳を避けるようになるのを見ていたからです。
§46καὶ ταῦτα νομοθετήσαντες οὐδὲ τὸν λοιπὸν χρόνον ὠλιγώρουν, ἀλλὰ διελόμενοι τὴν μὲν πόλιν κατὰ κώμας τὴν δὲ χώραν κατὰ δήμους ἐθεώρουν τὸν βίον τὸν ἑκάστου, καὶ τοὺς ἀκοσμοῦντας ἀνῆγον εἰς τὴν βουλήν.
このように法律を制定した後も、彼らはその後の時間を怠ることはありませんでした。 むしろ、市街地を地区ごとに、地方を区ごとに分割して、各自の生活を監視し、規律を乱す者たちを評議会へと連行しました。
ἡ δὲ τοὺς μὲν ἐνουθέτει, τοῖς δʼ ἠπείλει, τοὺς δʼ ὡς προσῆκεν ἐκόλαζεν. ἠπίσταντο γὰρ ὅτι δύο τρόποι τυγχάνουσιν ὄντες οἱ καὶ προτρέποντες ἐπὶ τὰς ἀδικίας καὶ παύοντες τῶν πονηριῶν·
評議会は、ある者たちを諭し、他の者たちを脅し、また別の者たちには相応の罰を与えました。 なぜなら彼らは、不正へと駆り立てる原因でもあり、悪行を止めさせる原因でもある方法が二つ存在することを知っていたからです。
§47παρʼ οἷς μὲν γὰρ μήτε φυλακὴ μηδεμία τῶν τοιούτων καθέστηκε μήθʼ αἱ κρίσεις ἀκριβεῖς εἰσι, παρὰ τούτοις μὲν διαφθείρεσθαι καὶ τὰς ἐπιεικεῖς τῶν φύσεων, ὅπου δὲ μήτε λαθεῖν τοῖς ἀδικοῦσι ῥᾴδιόν ἐστι μήτε φανεροῖς γενομένοις συγγνώμης τυχεῖν, ἐνταῦθα δʼ ἐξιτήλους γίγνεσθαι τὰς κακοηθείας.
すなわち、そうした監視が全く確立されておらず、裁判も厳格でない国々においては、優れた本性を持つ人々でさえも堕落してしまうが、逆に、不正を行う者たちが人目を逃れることも容易ではなく、露見した際に許しを得ることもできない場所においては、悪意は消え去ってしまうのです。
ἅπερ ἐκεῖνοι γιγνώσκοντες ἀμφοτέροις κατεῖχον τοὺς πολίτας, καὶ ταῖς τιμωρίαις καὶ ταῖς ἐπιμελείαις·
当時の人々はこのことを理解していたので、刑罰と監視の両方によって市民を統制していました。
τοσούτου γὰρ ἔδεον αὐτοὺς λανθάνειν οἱ κακόν τι δεδρακότες, ὥστε καὶ τοὺς ἐπιδόξους ἁμαρτήσεσθαί τι προῃσθάνοντο.
なぜなら、何か悪事を働いた者が彼らの目を免れることなど全くなかったばかりか、過ちを犯しそうな者さえも彼らは事前に察知していたからです。
§48τοιγαροῦν οὐκ ἐν τοῖς σκιραφείοις οἱ νεώτεροι διέτριβον, οὐδʼ ἐν ταῖς αὐλητρίσιν, οὐδʼ ἐν τοῖς τοιούτοις συλλόγοις ἐν οἷς νῦν διημερεύουσιν·
それゆえ、若者たちは、賭博場や笛吹き女のいる場所、あるいは今日彼らが一日中過ごしているような集まりで時間を浪費することはありませんでした。
ἀλλʼ ἐν τοῖς ἐπιτηδεύμασιν ἔμενον ἐν οἷς ἐτάχθησαν, θαυμάζοντες καὶ ζηλοῦντες τοὺς ἐν τούτοις πρωτεύοντας.
そうではなく、自分たちが割り当てられた活動に従事し、その中で傑出している者たちを賞賛し、見習おうとしていました。
οὕτω δʼ ἔφευγον τὴν ἀγοράν, ὥστʼ εἰ καί ποτε διελθεῖν ἀναγκασθεῖεν, μετὰ πολλῆς αἰδοῦς καὶ σωφροσύνης ἐφαίνοντο τοῦτο ποιοῦντες.
彼らは広場をひどく避けていたので、もしどうしても通り抜けなければならない時があっても、大いなる恥じらいと節度をもってそうしているのが見て取れるほどでした。